- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:70.6-70.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ディオンは言葉よりも行為が本質を示す論理を哲学にも適用し、真の哲学者と単なる自称者を服装や生活態度といった実践の違いによって区別すべきだと論じ、哲学こそが魂の徳を直接変革する営みであると結論付ける。
Ἐγὼ μὲν τοῦτον. — Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ’ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν· τὸ δ’ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος; — Οὕτως. — Δ. Πότερον οὖν γεωργίας ἐστί τινα ἔργα καὶ παρασκευὴ καὶ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή; — Πάνυ μὲν οὖν.1 —
私としては後者の男です。 — ディオン: ではあらゆる事柄において、行為が伴わないまま言葉だけが単独で語られるなら、あなたはそれを無効であり信用に値しないと考え、他方、言葉が先立たなくとも行為そのものは信用に値し真実であると考えるのだな。 — その通りです。 — ディオン: では、農耕にはある固有の行為や準備があり、航海術にも、また狩人や天文学者やその他すべての者たちにも固有の行為があるのに対して、哲学には固有の行為も仕事も準備も何一つないのだろうか。 — まさしくあるに決まっています。
Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά; — Οὔ μοι δοκεῖ. — Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, ἃ δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων· ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, εὐτέλειάν τε καὶ σωφροσύνην2 — καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν· τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον,3 κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν· ἀλλ’ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς.
—ディオン: だが、哲学者や哲学にふさわしいそれらの事柄は不明瞭であって、商人や農民、音楽家や天文学者、そして私が今挙げた者たちの事柄は明白で明瞭なのだろうか。 — そうは思えません。 — ディオン: それどころか、哲学する者が耳を傾くべき特定の言論があり、学ぶべき学問があり、送るべき日常の暮らしがあり、総じて哲学する者の生は世間一般の人々の生とは異なるものなのだ。前者は真実や思慮、神々への配慮、己自身の魂の世話へと向かい、大言壮語や欺瞞、贅沢から遠く離れ、簡素と節制を…… —というのも、哲学する者の身なりは一般人の身なりとは異なり、寝台での横たわり方や運動、入浴、その他の暮らし向きも異なるのであり、これらに従いこれらを用いている者こそ哲学に心を配っていると見なすべきだからだ。しかし、これらの点において何一つ違いがなく、世間一般の人々と何ら異なるところのない者は、たとえアテナイ人やメガラ人の民会の前で、あるいはスパルタの王たちの前で哲学していると幾万回語り公言しようとも、あの哲学者たちの一人とは見なしてはならない。むしろこの男は、傲慢で無分別で放蕩な者たちの中に押し込めるべきなのだ。
καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἶναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ· ἡ γὰρ μουσικὴ οὐκ ἀναγκάζει ἀεὶ προσέχειν αὑτῇ τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος· καὶ ἀστρονόμον ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας ἢ κυβεύειν· οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν·4 καὶ νὴ Δία ἱππικὸν γενόμενον ἢ κυβερνήτην ἀγαθὸν ἢ γεωμέτρην ἢ γράμματα εἰδότα οὐδὲν θαυμαστὸν παρὰ ταῖς ἑταίραις ἢ ταῖς αὐλητρίσιν ὁρᾶσθαι· τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων·
もっとも、音楽家でありながら音楽家にふさわしい行為をしていないということは不可能ではない。音楽は常にそれに心を配り、他の何ものもそれ以上に重んじないことを強制しはしないからだ。また天文学者である者が軍鶏を飼ったり骰子を打ったりすることを、おそらく何ものも妨げはしない。天文学はなすべきでないことを行うのを何ら妨げはしないからだ。そしてゼウスにかけて、馬術に通じた者や腕の良い舵手、幾何学者や文字を知る者が、遊女たちや笛吹き女たちのそばで見かけられたとしても何ら驚くべきことではない。これらを心得ていることは、人間の魂を少しも善くはせず、過ちから遠ざけもしないからだ。
φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτ’ ἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι. τὸ γὰρ ταῦτα θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖ τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτῶν καὶ κατάγνωσιν προάγει. τὸ δέ γε φῆσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει.
だが、哲学に心を配り、この学びにあずかった者は、最善の事柄から決して離れることはないだろうし、これらを軽んじて恥ずべきことや下劣なことを行うのを選んだり、無為に過ごしたり美食に耽ったり泥酔したりすることは決してあるまい。というのも、哲学はこうしたものを賛美することやこれらへの欲望を魂から取り除き、反対にこれらに対する嫌悪と非難へと導くからだ。しかし、口先だけで哲学していると称し、誇大に語って自分自身や他者を欺くことを妨げるものは、おそらく何一つないのだが。
- 70.6Πάνυ μὲν οὖν.
直前の否定的な調子の問い(「哲学には固有の行為がないのだろうか」)に対して肯定的に同意するのではなく、その反語的意図を汲んで「まさしく(哲学に固有の行為が)ある」と強く主張する用法。πάνυ μὲν οὖν は文脈によって強い肯定的同意(「その通り」)または反論・強い訂正(「とんでもない、むしろ〜だ」)を表すが、ここでは「固有の行為があるに決まっている」という確信を示している。
- 70.7εὐτέλειάν τε καὶ σωφροσύνην —
文が途中で遮られる破格構文(アナコルートン)。直前の主格分詞句(ὁ μὲν πρὸς ἀλήθειαν... τείνων)に続き、本来であれば対格を目的語に取る分詞(ἀσπαζόμενος や διώκων など)が来ることが予想されるが、補われないまま次の καὶ γὰρ στολὴ... へと言い換えが展開している。文脈上「質素と節制を(志向し/追求し)」と解される。
- 70.8οὐχ ἕνα ἐκείνων θετέον
動詞的形容詞 θετέον(動詞 τίθημι 由来)による非人称構文(δεῖ τιθέναι に相当)で、目的語として対格の τὸν δὲ ... ὄντα を取る(「〜をあの者たちの一人と見なしてはならない」)。ἐκείνων は直前の文で言及された「真の哲学者たち」を指す部分属格。
- 70.9οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν
妨害を表す表現 ἐμποδών ἐστι(否定詞 οὐδέν を伴う)に冠詞付き不定詞句(τὸ + 不定詞)が続く構文で、ここでの μή は冗長否定ではなく τὰ δέοντα ποιεῖν を実質的に否定している。直訳すれば「天文学はなすべきことをなさないことの妨げにはならない」であり、実質的に「天文学を学んでいても悪徳や非行(なすべきでないこと)を行う妨げにはならない」という意味を表す。
