- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.80-7.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は婚礼を控えた素朴な若者と対比して富者の結婚の醜さを思い巡らし、この物語を語った目的が貧者の自然で高潔な生を例証することにあると述べる。さらにホメロスの諸場面を引いて、真の寛大さが富者ではなく貧者にあることを論じる。
κἀγὼ προσέμεινα οὐκ ἀηδῶς, ἐνθυμούμενος ἅμα τῶν πλουσίων ὁποῖά ἐστι τά τε ἄλλα καὶ τὰ περὶ τοὺς γάμους, προμνηστριῶν τε πέρι καὶ ἐξετάσεων οὐσιῶν τε καὶ γένους, προικῶν τε καὶ ἕδνων καὶ ὑποσχέσεων καὶ ἀπατῶν, ὁμολογιῶν τε καὶ συγγραφῶν, καὶ τελευταῖον πολλάκις ἐν αὐτοῖς τοῖς γάμοις λοιδοριῶν καὶ ἀπεχθειῶν.
そして私は喜んで留まることにした。同時に、富者たちのその他の有様や婚礼にまつわる有様、すなわち仲介人や財産や家柄の吟味、持参金や結納金、約束と欺罔、合意書面や契約書、さらには挙句の果てに婚礼そのものの最中にしばしば生じる罵り合いや反目の数々を思い巡らせていたからである。
ἅπαντα δὴ τοῦτον τὸν λόγον διῆλθον οὐκ ἄλλως οὐδʼ ὡς τάχʼ ἂν δόξαιμί τισιν, ἀδολεσχεῖν βουλόμενος, ἀλλʼ οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς,1 ὃ αὐτὸς ἠπιστάμην, τῷ βουλομένῳ θεάσασθαι λόγων τε καὶ ἔργων καὶ κοινωνιῶν τῶν πρὸς ἀλλήλους, εἴ τι τῶν πλουσίων ἐλαττοῦνται διὰ τὴν πενίαν πρὸς τὸ ζῆν εὐσχημόνως καὶ κατὰ φύσιν ἢ τῷ παντὶ πλέον ἔχουσιν.
さて、私がこの物語の全体をつぶさに語ったのは、決して漫然とでも、あるいは一部の人々にそう思われるかもしれないように無駄話をしたかったからでもなく、冒頭に主題として掲げた貧者たちの生き方と暮らしぶりの実例――私自身が直接見知ったもの――を、言葉や行い、そして相互の交わりにおいて、彼らが貧しさのゆえに品位ある自然に適った生という点で富者たちに何らかの劣りがあるのか、それとも全体としてはるかに勝っているのかを見定めたいと望む人々に提示するためであった。
καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν, εἰ κατʼ ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡς μήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί, οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας· ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν· πολλάκις δὲ καὶ μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον· οὐ γὰρ δὴ ναυαγῷ τις δώσει ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς ἢ τὸ τῆς θυγατρὸς οὔτε πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα ἢ χιτώνων, μυρία ἔχοντες, ἀλλʼ οὐδὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον.
そして実に、エウリピデスの言うこと、すなわち貧者たちには異郷人をもてなす手立てが真に欠けており、決して客人を迎え入れることも困窮する者に手を差し伸べることもできないのかどうかを観察してみても、異郷人へのもてなしがそのような状態にあるとは全く見いだせない。むしろ彼らは富者たちよりも熱心に火を熾し、口実を設けることなく道案内を務めるのである。けだし富者たちなら、そのようなことは恥じるであろう。また貧者たちは、しばしば自分たちが持っているものをより快く分かち合ってくれる。なぜなら、あの富者たちの誰も、難破した者に自分の妻や娘の紫の衣はおろか、それより遥かに劣る衣服、無数に持っている外套や肌着の一つすら与えることはなく、下僕たちの着物の一つさえ与えないからである。
δηλοῖ δὲ καὶ τοῦτο Ὅμηρος· τὸν μὲν γὰρ Εὔμαιον πεποίηκε δοῦλον καὶ πένητα ὅμως τὸν Ὀδυσσέα καλῶς ὑποδεχόμενον καὶ τροφῇ καὶ κοίτῃ· τοὺς δὲ μνηστῆρας ὑπὸ πλούτου καὶ ὕβρεως οὐ πάνυ ῥᾳδίως αὐτῷ μεταδιδόντας οὐδὲ τῶν ἀλλοτρίων, ὥς που καὶ αὐτὸς πεποίηται λέγων πρὸς τὸν Ἀντίνουν, ὀνειδίζων τὴν ἀνελευθερίαν, "οὐ σύγʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔτι μοι ἔτλης σίτου ἀπάρξασθαι, πολλῶν κατὰ οἶκον ἐόντων. "
このことはホメロスも明らかにしている。彼はエウマイオスを奴隷であり貧者でありながら、オデュッセウスを食事と寝床の双方で手厚く迎え入れる者として描き、一方で求婚者たちについては、富と傲慢のゆえに、自分たちのものでないものすら彼に快く分かち合おうとしない者たちとして描いている。そのことは、オデュッセウス自身もアンティノオスに対してその狭量さを咎めて次のように語るよう作られている通りである。 「お前は自分の家からなら、食客に塩一つ与えまい。今や他人の財にあずかり座しながら、家に多くのものがあるというのに、パンの一欠片すら私に分け与えようとはしなかったのだから。」
καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους· ἀλλʼ οὐδὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐδὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι,2 ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως, ὅτι ἐκείνου τοῦ μηνὸς ἥξοι, καὶ ὕστερον, ἐπειδὴ τὸ τόξον ᾔτει, τῶν μνηστήρων, οὐ δυναμένων ἐντεῖναι, χαλεπαινόντων ἐκείνῳ, ὅτι ἠξίου πρὸς αὐτοὺς ἁμιλλᾶσθαι περὶ ἀρετῆς, ἀξιοῖ δοθῆναι αὐτῷ· οὐ γὰρ δὴ περὶ τοῦ γάμου γε εἶναι κἀκείνῳ τὸν λόγον, ἀλλʼ ἐὰν τύχῃ ἐπιτείνας καὶ διαβαλὼν διὰ τῶν πελέκεων, ἐπαγγέλλεται αὐτῷ δώσειν χιτῶνα καὶ ἱμάτιον καὶ ὑποδήματα·
求婚者たちについては、他の邪悪さのゆえにそのような者たちであるとしてもよい。しかし詩人は、心正しく、オデュッセウスと極めて快く語り合い、夫について尋ねただしたペネロペですら、裸のまま傍らに座す彼に上着を与えたとは言わず、ただオデュッセウスについて彼が真実を語っていると分かったなら――すなわち、その月のうちに戻ってくるのだと――上着を与えることを約束しただけだと述べている。また後にも、彼が弓を求めた際、弓を張ることができず、彼が徳を自分たちと競おうと望んでいることに腹を立てる求婚者たちに対し、弓を彼に渡すよう要求するにあたって、彼女は彼が求婚のために言っているのではないとした上で、もし彼が弓を張り斧の穴を通すことができたなら、下着と上着と履物を与えようと約束するのである。
ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι3 καὶ τοσούτοις νεανίσκοις ἐχθρὸν γενέσθαι, τυχὸν δὲ καὶ ἀπολέσθαι παραχρῆμα ὑπʼ αὐτῶν, εἰ μέλλει τυγχάνειν ἐξωμίδος καὶ ὑποδημάτων, ἢ τὸν Ὀδυσσέα, εἴκοσιν ἐτῶν οὐδαμοῦ πεφηνότα, ἥκοντα ἀποδεῖξαι, καὶ ταῦτα ἐν ἡμέραις ῥηταῖς· εἰ δὲ μή, ἐν τοῖς αὐτοῖς ἀπιέναι ῥάκεσι παρὰ τῆς σώφρονος καὶ ἀγαθῆς Ἰκαρίου θυγατρὸς βασιλίδος.
まるで彼が上着や履物を手に入れるには、エウリュトスの弓を張り、これほど多くの若者たちの敵となり、場合によってはその場で彼らに殺されねばならないかのように、あるいは二十年のあいだどこにも姿を現さなかったオデュッセウスが戻ってきたことを、それも定められた日数の中で証明すべきであるかのように。さもなければ、慎み深く高貴なイカリオスの娘たる王妃のもとから、同じ襤褸をまとったまま立ち去らねばならないというわけである。
σχεδὸν δὲ καὶ ὁ Τηλέμαχος τοιαῦτα ἕτερα πρὸς τὸν συβώτην λέγει περὶ αὐτοῦ, κελεύων αὐτὸν εἰς τὴν πόλιν πέμπειν τὴν ταχίστην πτωχεύσοντα ἐκεῖ, καὶ μὴ πλείους ἡμέρας τρέφειν ἐν τῷ σταθμῷ· καὶ γὰρ εἰ ξυνέκειτο αὐτοῖς ταῦτα, ἀλλʼ ὅ γε συβώτης οὐ θαυμάζει τὸ πρᾶγμα καὶ τὴν ἀπανθρωπίαν, ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν4 τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαι φιλοφρόνως ξενίοις καὶ δώροις, παρʼ ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίας τε πέρι καὶ προαιρέσεως.
またテレマコスも、豚飼いに対して彼についてほぼ同様のことを語り、できるだけ早く彼を町へ送り出してそこで物乞いをさせるように、そして小屋でこれ以上の日数養わないようにと命じている。たとえ彼らのあいだでこれらが示し合わされた計略であったとしても、豚飼いはその事態と冷淡さに何の驚きも示さない。貧しい異郷人たちに対する扱いがこのように厳しく狭量であること、そしてただ富者たちだけを、彼らからも同様の返礼を期待できることが明らかであるために、もてなしと贈り物によって温かく迎え入れることが、あたかも通例であるかのように。それは博愛と心掛けという点で、現代の人々の有様とほぼ同じである。
- 7.81οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς
関係代名詞 οὗπερ は先行詞 βίου を自身の関係節内へと引き込んだ名詞牽引(attraction)の例である。構文上の骨格は παράδειγμα ἐκτιθεὶς τούτου τοῦ βίου, ὃν ἐξ ἀρχῆς ὑπεθέμην (最初から主題として設定していたあの生き方の実例を提示して)となり、並列される καὶ τῆς τῶν πενήτων διαγωγῆς とともに παράδειγμα の補語・限定句として働く。
- 7.84ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι
ἀλλʼ ἤ は否定表現(ここでは οὐδέ... φησίν)に後続して「〜を除いては…ない」「ただ〜するだけである」を意味する慣用句。ここでは後続の不定詞 ἐπαγγέλλεσθαι を取り、ペネロペが実際に衣服を与えたのではなく、ただ約束したにとどまるという対比を明示している。
- 7.86ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι
ὡς に分詞中性対格単数 δέον(非人称動詞 δεῖ の分詞)が結びついた対格絶対構文(accusative absolute)。主観的理由や仮想的な状況を表し、「あたかも彼がエウリュトスの弓を張る義務があるかのように」という語り手の皮肉な解釈を導く。
- 7.88ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν
ὡς に属格絶対構文 ἔθους... ὄντος が接続し、当時の社会で広く前提とされていた不寛容な慣行に対する語り手の批判的・主観的描写を示している。δὴ は「まさに/あたかも」とその通念をアイロニカルに強調する。
