- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.8-7.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
猟師は語り手を自宅へ案内しながら自身の生い立ちを語り、かつて富豪に雇われていた父たちが富豪の処刑と家畜没収を機に山中に取り残され、谷間の地で自給自足と狩猟を始めた経緯を明かす。
δοκεῖς δέ μοι τῶν ἀστικῶν εἶναί τις, οὐ ναύτης οὐδʼ ἐργάτης, ἀλλὰ πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν1 ἔοικας ἀπὸ τῆς ἰσχνότητος. ἐγὼ δὲ ἄσμενος ἠκολούθουν· οὐ γὰρ ἐπιβουλευθῆναί ποτε ἔδεισα, οὐδὲν ἔχων ἢ φαῦλον ἱμάτιον.
「どうやらあなたは都会の人のようで、船乗りでも労働者でもなく、その痩せ衰えた姿からしてひどく体が弱っておられるようだ」。そこで私は喜んでついて行った。粗末な上着のほかには何も持っていなかったので、身に危険が及ぶことなど毛頭恐れていなかったからである。
καὶ πολλάκις μὲν δὴ καὶ ἄλλοτε ἐπειράθην ἐν τοῖς τοιούτοις καιροῖς, ἅτε ἐν ἄλῃ συνεχεῖ, ἀτὰρ οὖν δὴ καὶ τότε ὡς ἔστι πενία χρῆμα2 τῷ ὄντι ἱερὸν καὶ ἄσυλον, καὶ οὐδεὶς ἀδικεῖ, πολύ γε ἧττον ἢ τοὺς τὰ κηρύκεια ἔχοντας·
そして私は、絶え間なく放浪していたため、以前にもこのような境遇において幾度となく経験したことであったが、実のところ貧困とは真に神聖で何ものにも侵されないものであり、誰も危害を加えず、伝令使の杖を帯びている者たちよりもはるかに危害を加えられないものであるということを、このときにも痛感したのである。
ὡς δὴ καὶ τότε θαρρῶν εἱπόμην. ἦν δὲ σχεδόν τι περὶ τετταράκοντα στάδια πρὸς τὸ χωρίον. ὡς οὖν ἐβαδίζομεν, διηγεῖτό μοι κατὰ τὴν ὁδὸν τὰ αὑτοῦ πράγματα καὶ τὸν βίον ὃν ἔζη μετὰ γυναικὸς αὐτοῦ καὶ παίδων. ἡμεῖς γάρ, ἔφη, δύο ἐσμέν, ὦ ξένε, τὸν αὐτὸν οἰκοῦντες τόπον. ἔχομεν δὲ γυναῖκας ἀλλήλων ἀδελφὰς καὶ παῖδας ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας.
こうして私はこのときも心強くついて行った。その住処まではほぼ四十スタディオンほどの道のりであった。そこで歩きながら、彼は道中で自身の境遇や、妻や子供たちとどのような生活を送っているかを語ってくれた。「というのも、旅人さん」と彼は言った。「私たちは二人で同じ場所に住んでおります。そしてお互いの姉妹を妻とし、彼女たちとの間に息子や娘の子供たちがおります。
ζῶμεν δὲ ἀπὸ θήρας ὡς τὸ πολύ, μικρόν τι τῆς γῆς ἐπεργαζόμενοι. τὸ γὰρ χωρίον οὐκ ἔστιν ἡμέτερον, οὔτε πατρῷον οὔτε ἡμεῖς ἐκτησάμεθα, ἀλλὰ ἦσαν οἱ πατέρες ἡμῶν ἐλεύθεροι μέν, πένητες δὲ οὐχ ἧττον ἡμῶν, μισθοῦ βουκόλοι,3 βοῦς νέμοντες ἀνδρὸς μακαρίου τῶν ἐνθένδε τινὸς ἐκ τῆς νήσου, πολλὰς μὲν ἀγέλας καὶ ἵππων καὶ βοῶν κεκτημένου, πολλὰς δὲ ποίμνας, πολλοὺς δὲ καὶ καλοὺς ἀγρούς, πολλὰ δὲ ἄλλα χρήματα, ξύμπαντα δὲ ταῦτα τὰ ὄρη.
暮らし向きは主として狩猟によっており、土地をごくわずかに耕作しております。というのも、その場所は私たちの土地ではなく、先祖伝来のものでも私たちが手に入れたものでもありません。私たちの父親たちも自由人ではありましたが、私たちに劣らず貧しく、この島に住むある裕福な男の牛を飼う雇われの牛飼いでした。その男は馬や牛のおびただしい群れを所有し、多くの羊の群れや、多くの美しい農地や、その他多くの財産、さらにはこの山々をことごとく所有しておりました。
οὗ δὴ ἀποθανόντος καὶ τῆς οὐσίας δημευθείσης· φασὶ δὲ καὶ αὐτὸν ἀπολέσθαι διὰ τὰ χρήματα ὑπὸ τοῦ βασιλέως·4 τὴν μὲν ἀγέλην εὐθὺς ἀπήλασαν, ὥστε κατακόψαι, πρὸς δὲ τῇ ἀγέλῃ καὶ τὰ ἡμέτερα ἄττα βοίδια, καὶ τὸν μισθὸν οὐδεὶς ἀποδέδωκε.
ところがその男が亡くなり、財産が没収され――その男自身も財産のために皇帝によって処刑されたのだと言われておりますが――すぐに牛の群れは解体されるために追いたてられ、その群れとともに私たちの僅かな子牛までもが奪われ、誰も給金を支払ってくれませんでした。
τότε μὲν δὴ ἐξ ἀνάγκης αὐτοῦ κατεμείναμεν, οὗπερ ἐτύχομεν τὰς βοῦς ἔχοντες καί τινας σκηνὰς πεποιημένοι καὶ αὐλὴν διὰ ξύλων οὐ μεγάλην οὐδὲ ἰσχυράν, μόσχων ἕνεκεν, ὡς ἂν οἶμαι πρὸς αὐτό που τὸ θέρος. τοῦ μὲν γὰρ χειμῶνος ἐν τοῖς πεδίοις ἐνέμομεν, νομὴν ἱκανὴν ἔχοντες καὶ πολὺν χιλὸν ἀποκείμενον· τοῦ δὲ θέρους ἀπηλαύνομεν εἰς τὰ ὄρη. μάλιστα δʼ ἐν τούτῳ τῷ τόπῳ σταθμὸν ἐποιοῦντο·
当時はやむを得ず、たまたま牛たちを連れており、子牛のために木材で大きくも頑丈でもない小屋や囲いを作っていたその場所にそのまま留まりました。おそらくまさに夏場を過ごすためのものだったのでしょう。というのも、冬の間は平野で放牧し、十分な牧草と蓄えられた多量の飼料がありましたが、夏になると山へと牛を追いたてていたからです。そして何よりもこの場所に宿営を設けておりました。
τό τε γὰρ χωρίον ἀπόρρυτον ἑκατέρωθεν, φάραγξ βαθεῖα καὶ σύσκιος, καὶ διὰ μέσου ποταμὸς οὐ τραχύς, ἀλλʼ ὡς ῥᾷστος ἐμβῆναι καὶ βουσὶ καὶ μόσχοις, τὸ δὲ ὕδωρ πολὺ καὶ καθαρόν, ἅτε τῆς πηγῆς ἐγγὺς ἀναδιδούσης, καὶ πνεῦμα τοῦ θέρους ἀεὶ διαπνέον διὰ τῆς φάραγγος· οἵ τε περικείμενοι δρυμοὶ μαλακοὶ καὶ κατάρρυτοι, ἥκιστα μὲν οἶστρον τρέφοντες, ἥκιστα δὲ ἄλλην τινὰ βλάβην βουσί.
というのも、この地は両側へ水がはける深く鬱蒼とした渓谷で、その真ん中を荒々しくなく牛にも子牛にも踏み入りやすい川が流れ、近くから湧き水が出るために水は豊かで清らかであり、夏には絶えずそよ風が渓谷を吹き抜けているからです。また周囲の楢の茂みは柔らかく潤っており、虻が湧くことも決してなく、牛たちへの他の害も決して生じません。
πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖς τε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰ βοτάνης εὐθαλοῦς διʼ ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον. ὧν δὴ ἕνεκα συνήθως ἐκεῖ καθίστασαν τὴν ἀγέλην· καὶ τότε ἔμειναν ἐν ταῖς σκηναῖς, μέχρι ἂν εὕρωσι μισθόν τινα ἢ ἔργον, καὶ διετράφησαν ἀπὸ χωρίου μικροῦ παντελῶς, ὃ ἔτυχον εἰργασμένοι πλησίον τοῦ σταθμοῦ. τοῦτό τε ἐπήρκεσεν αὐτοῖς ἱκανῶς, ἅτε κόπρου πολλῆς ἐνούσης.
さらに、高くまばらに生えた木々の下には見事な草原が数多く広がり、夏中ずっと瑞々しい草に満ちているため、遠くまで彷徨い歩く必要がありません。まさにこれらの理由によって、父たちは決まってそこに群れを留めていたのです。そして当時、彼らは何らかの給金や仕事が見つかるまでその小屋に留まり、宿営の近くにたまたま耕作していたごくわずかな土地から糧を得ました。また肥料が豊富にあったため、これだけで彼らに十分足りたのです。
καὶ σχολὴν ἄγοντες ἀπὸ τῶν βοῶν πρὸς θήραν ἐτράπησαν, τὸ μὲν αὐτοί, τὸ δὲ καὶ μετὰ κυνῶν. δύο γὰρ τῶν ἑπομένων ταῖς βουσίν, ὡς δὴ μακρὰν ἦσαν οὐχ ὁρῶντες τοὺς νομεῖς, ὑπέστρεψαν ἐπὶ τὸν τόπον καταλιπόντες τὴν ἀγέλην. οὗτοι τὸ μὲν πρῶτον συνηκολούθουν αὐτοῖς, ὥσπερ ἐπʼ ἄλλο τι·5 καὶ τοὺς μὲν λύκους ὁπότε ἴδοιεν, ἐδίωκον μέχρι τινός, συῶν δὲ ἢ ἐλάφων οὐδὲν αὐτοῖς ἔμελεν.
そして牛の世話から解放された彼らは狩猟に身を転じ、あるときは自分たちだけで、またあるときは犬たちとともに行いました。というのも、牛の後をついて歩いていた犬のうち二頭が、遠く離れて牛飼いたちが見えなくなると、群れを見捨ててその場所へと戻ってきたからです。この犬たちは初めのうち、何か別の用事であるかのように彼らについて回りました。そして狼を見かければある程度までは追いかけましたが、猪や鹿のことはまるで意に介しませんでした」。
- 7.8πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν
ἀσθένειαν ἀσθενεῖν は同族対格(内面対格)の表現であり、動詞と同根の名詞を用いて状態の程度(πολλήν τινα)を強調している。τοῦ σώματος は特定・部位を示す属格。
- 7.9ἐπειράθην ... ὡς ἔστι πενία χρῆμα
動詞 ἐπειράθην(経験する、知る)に ὡς 節が直接目的語(名詞節)として後続している。「〜であることを経験によって知った」の意。文構造上、中間に入り込んだ ἅτε ἐν ἄλῃ συνεχεῖ(理由分詞句)や ἀτὰρ οὖν δὴ καὶ τότε(副詞句)が主動詞と従属節の間を隔てている。
- 7.11μισθοῦ βουκόλοι
名詞 βουκόλοι に付く μισθοῦ は対価・代償の属格(genitive of price / compensation)で、「給金目当ての/賃金による牛飼い(雇われの牛飼い)」を意味する。
- 7.12ὑπὸ τοῦ βασιλέως
帝政期ギリシア語文献における ὁ βασιλεύς は、文脈上ローマ皇帝(Imperator / Princeps)を指す。ここでも大富豪が皇帝の粛清・財産没収に遭った歴史的実態を反映している。
- 7.16ὥσπερ ἐπʼ ἄλλο τι
省略構文(brachylogy)であり、συνηκολούθουν または ἰόντες などの動作が含意され、「まるで(狩りではなく)何か別の用事に向かうかのように」という意。牧牛犬がまだ狩猟犬としての役割を自覚していなかった様子を表す。
