- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:67.1-67.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哲学者と大衆の根本的差異が「真理」に基づくか「世評」に基づくかにあることが論じられ、世評を頼みに生きる者は、自身の影の長さに一喜一憂する愚者や命を燃え木に握られたメレアグロスよりもはるかに悲惨であると説かれる。
Δ. Τίνι γὰρ δοκεῖ σοι διαφέρειν μάλιστα ὁ σώφρων ἀνὴρ καὶ φιλόσοφος ἡμῶν τῶν πολλῶν τε καὶ εἰκῇ φερομένων; — Ἐμοὶ μέν, εἰ δεῖ οὕτως ἀποφήνασθαι φαύλως τε καὶ ἀκόμψως, ἀληθείᾳ δοκεῖ διαφέρειν καὶ τῷ ἐπίστασθαι οὐ μόνον τῶν πολλῶν, ἀλλὰ τῶν πάνυ ὀλίγων τε καὶ μακαρίων νενομισμένων. — Δ. Φιλόσοφον τῷ ὄντι, οὐ μέντοι φαῦλον καὶ ἄκομψον τὸ ῥῆμα. καί μοι τόδε εἰπὲ πρὸς θεῶν, ἄλλο τι ἢ1 ἀληθείᾳ φὴς διαφέρειν τῶν ἄλλων τὸν φιλόσοφον τῷ πρὸς ἀλήθειαν ἕκαστον, ἀλλὰ μὴ κατὰ δόξαν σκοπεῖν; —
ディオーン:思慮分別ある哲学者と、我々大衆のようにあてもなく流されている者たちとは、いったい何において最も異なっているとそなたは考えるか。 対話者:私としては、飾らず拙い言葉で述べるのが許されるなら、大衆だけでなく、極めて少数で幸福と見なされている人々に対しても、真理において、また知ることにおいて異なっていると思われます。 ディオーン:実に哲学者にふさわしい言葉であり、決して拙くも無骨でもない。では神々にかけてこれに答えてくれ。哲学者が他の者たちと真理において異なっているとそなたが言うのは、あらゆる事柄を真理に照らして検討し、世評に基づいて吟味することがない、ということではないのか。 対話者:まことにその通りです。
Φαύλῳ γὰρ ἄν, ὦ ἄριστε, κανόνι καὶ παντάπασι σκολιῷ μὰ Δἴ οὐ μίαν τινὰ καμπὴν ἔχοντι, μυρίας δὲ καὶ πάσας ὑπεναντίας, τὰ πράγματα σταθμῷτο τῇ δόξῃ πειρώμενος ἀπευθύνειν αὐτά. — Δ. Πότερον οὖν τὰ μὲν ἄλλα πάντα πρὸς ἀλήθειαν σκοπεῖ, τὴν δόξαν οὐδαμῇ προσφέρων ὡς ψευδῆ τινα τῷ ὄντι καὶ ἀστάθμητον στάθμην καὶ κανόνα τοιοῦτον, ὁποῖον ἄρτι εἴρηκας· αὐτὸς δὲ αὑτὸν τούτῳ τῷ κανόνι καὶ ταύτῃ τῇ στάθμῃ σταθμώμενος ἄξιος ἂν εἴη; — Οὐ μὰ Δἴ οὐδαμῶς. — Δ. Δῆλον γὰρ ὅτι οὐδέποτε γνοίη ἂν ἑαυτὸν οὕτω σκοπῶν. — Οὐ γὰρ ἂν γνοίη. —
優れた方よ、もし世評によって物事を正そうと試みれば、ゼウスにかけて曲がりが一つどころか、無数にあって互いに正反対に向いているような、粗悪でまったく歪んだ尺度で物事を測ることになってしまいますから。 ディオーン:それでは、その哲学者は他のすべての事柄を真理に照らして検討し、世評などという、そなたが先ほど言ったような真に偽りで当てにならない曲尺や尺度を一切用いないのに、自ら自身を測るときには、その尺度や曲尺で測ってよしとするだろうか。 対話者:ゼウスにかけて、決してそのようなことはありません。 ディオーン:なぜなら、そのように自分を観察していては、決して己自身を知ることはできないのが明らかだからだ。 対話者:知ることはできないでしょう。
Δ. Ὥστε οὐκ ἂν ἔτι πείθοιτο τῷ Δελφικῷ προσρήματι κελεύσαντι παντὸς μᾶλλον γιγνώσκειν αὑτόν; — Πῶς γὰρ ἄν πείθοιτο; — Δ. Οὔκουν οὐδὲ τῶν ἄλλων οὐδὲν εἴσεται πραγμάτων αὑτὸν ἀγνοῶν οὐδὲ δυνήσεται πρὸς ἀλήθειαν ἐξετάζειν αὑτοῦ πρώτου ἐσφαλμένος; — Παντάπασι μὲν οὖν. — Δ. Χαίρειν οὖν ἐάσει2 τιμὰς καὶ ἀτιμίας καὶ ψόγον τε καὶ ἔπαινον τὸν παρὰ τῶν ἠλιθίων ἀνθρώπων, ἐάν τε πολλοὶ τύχωσιν ὄντες ἐάν τε ὀλίγοι μέν, ἰσχυροὶ δὲ καὶ πλούσιοι. τὴν δέ γε καλουμένην δόξαν ἡγήσεται μηδὲν διαφέρειν σκιᾶς, ὁρῶν ὅτι γίγνεται τῶν μεγάλων μικρὰ καὶ τῶν μικρῶν μεγάλη· πολλάκις δὲ καὶ τῶν αὐτῶν ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. —
ディオーン:とすれば、何よりもまず己自身を知れと命じたデルポイの神託の言葉に、もはや従わないことになるのではないか。 対話者:どうして従うことなどできましょうか。 ディオーン:それならば、己自身を知らぬ者は他のどんな事柄をも知ることはできず、何よりもまず自分自身において誤っているのに、事物を真理に照らして吟味することなどできないのではないか。 対話者:まったくその通りです。 ディオーン:それゆえ哲学者は、愚かな人々による名誉も不名誉も、非難も称賛も意に介さないであろう。そうした人々が多勢であろうと、あるいは少数であっても権力や富を持っていようと同じことだ。そして世評と呼ばれるものは影と何一つ違わないと見なすだろう。影というものは大きなものに対して小さくなり、小さなものに対して大きくなり、しばしば同じものに対しても、ある時は長く、ある時は短くなるのを見ているからだ。
Εὖ πάνυ δοκεῖς μοι προσεικάσαι. — Δ. Εἰ οὖν τις εἴη τοιοῦτος ἄνθρωπος οἷος ζῆν πρὸς τὴν αὑτοῦ σκιάν, ὥστε αὐξομένης μὲν αὐτῆς ἐπαίρεσθαι καὶ μεγαλαυχεῖσθαι καὶ τοῖς θεοῖς θύειν αὐτός τε καὶ τοὺς φίλους κελεύειν, βραχυτέρας δὲ γιγνομένης λυπεῖσθαί τε καὶ ὁρᾶσθαι ταπεινότερος, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ἐλάττων γίγνηται, καθάπερ αὐτὸς φθίνων, θαυμαστὴν ἂν οἶμαι παρέχοι διατριβήν. — Πολύ γε ἂν εἴη τοῦ Μαργίτου μωρότερος, ἀγνοοῦντος ὅ,τι χρὴ γήμαντα χρῆσθαι τῇ γυναικί. —
対話者:実に見事な比喩だと思います。 ディオーン:ではもし、自分自身の影に合わせて生きるような人間がいて、影が伸びれば誇らしげになり尊大に振る舞い、自らも神々に生贄を捧げ、友人たちにもそう命じるが、影が短くなれば悲嘆に暮れ、より卑屈な姿を見せ、影が小さくなればなるほど、あたかも自分自身が衰えていくかのようにますます打ちひしがれるとすれば、実に奇妙な見世物になるだろうと私は思う。 対話者:妻を娶りながら妻とどう交わるべきかを知らなかったマルギテースよりも、はるかに愚かでしょう。
Δ. Τῆς γὰρ αὐτῆς ἡμέρας ὁτὲ μὲν λυποῖτ’ ἄν, ὁτὲ δὲ χαίροι. πρωῒ μὲν ἐπειδὰν ἴδῃ τὴν σκιὰν ἑωθινὴν πάνυ μακράν, τῶν τε κυπαρίττων καὶ τῶν ἐν τοῖς τείχεσι πύργων σχεδὸν μείζω, δῆλον ὅτι χαίροι ἂν ὡς αὐτὸς ἐξαπίνης γεγονὼς τοῖς Ἀλῳάδαις ἴσος καὶ εἰς τὴν ἀγορὰν βαδίζοι ἂν καὶ εἰς τὰ θέατρα καὶ πανταχόσε τῆς πόλεως, ὅπως ἂν ὑπὸ πάντων βλέποιτο. περὶ δὲ πλήθουσαν ἀγορὰν ἄρχοιτ’ ἂν σκυθρωπότερος αὑτοῦ3 γίγνεσθαι καὶ ἀναχωροίη. τῆς δὲ μεσημβρίας αἰσχύνοιτ̓ ἂν ὀφθῆναι ἀνθρώπων τινὶ καὶ ἔνδον μένοι ἂν ἐγκλεισάμενος, ἐπειδὰν ἐν τοῖς ποσὶ βλέπῃ τὴν σκιὰν· πάλιν δὲ περὶ δείλην ἀναλαμβάνοι ἂν αὑτὸν καὶ γαυρότερος φαίνοιτ’ ἂν ἀεὶ πρὸς ἑσπέραν.
ディオーン:なぜなら、その男は同じ一日のうちでも、ある時は悲しみ、ある時は喜ぶことになるからだ。朝、糸杉や城壁の塔よりもほとんど大きいのではないかと思われるほど、朝の影がたいへん長く伸びているのを見れば、自分があたかも不意にアローアダイの巨人たちと同じ大きさになったかのように喜ぶのは明らかであり、すべての人から見られるように、アゴラや劇場や都市の至る所へと歩いていくであろう。しかしアゴラが人で賑わう正午前頃になると、普段より陰気になり始め、引き返すであろう。そして正午には、誰か人に見られることを恥じ、足元に影を見るや、閉じこもって家の内に留まっているだろう。だが夕暮れ頃になると再び元気を取り戻し、夕方に向かうにつれてますます誇らしげに見えるようになるのだ。
— Πάνυ μοι δοκεῖς ἄτοπον διάθεσιν καὶ ἄνδρα διαπλάττειν ἠλίθιον. — Δ. Οὐκοῦν ὁ τῇ δόξῃ προσέχων οὐδέν τι βελτίων, ἀλλὰ πολὺ ἀθλιώτερος. πολλάκις γὰρ ἂν πλείους μεταβολὰς ἐν ἡμέρᾳ μιᾷ μεταβάλλοιτο, καί οὐχ ὥσπερ ἐκεῖνος ἐν τεταγμέναις ὥραις τισίν, ἀλλὰ καὶ δείλης καὶ ἕωθεν οὐδὲν αὐτὸν κωλύσει δυστυχέστατον ἀνθρώπων εἶναι, νῦν μὲν φερόμενον καὶ πετόμενον ὑψηλότερον τῶν νεφῶν, ἂν τύχωσι μαρτυρήσαντες αὐτόν τινες καὶ ἐπαινέσαντες, νῦν δὲ συστελλόμενον καὶ ταπεινούμενον, πολὺ πλείους αὐξήσεις τε καὶ φθίσεις τῆς ψυχῆς αὐτοῦ λαμβανούσης, ἐμοὶ δοκεῖν, τῶν τῆς σελήνης.
対話者:あなたは実に奇妙な性向の、愚かしい人物を描き出されますね。 ディオーン:だが、世評に心を奪われている者は、この男より少しもましではなく、はるかに悲惨なのだ。というのも、しばしばただ一日のうちにより多くの変転を繰り返すからであり、しかもあの男のように決まった時刻に従うのではなく、夕方であろうと早朝であろうと、世の中で最も不運な人間となるのを妨げるものは何もないからだ。誰かが自分を称え証言してくれれば、雲よりも高く舞い上がり飛翔するが、次の瞬間には縮み上がり打ちひしがれる。私の見るところ、彼の魂は月よりもはるかに多くの満ち欠けを経験するのだ。
ἆρ’ οὖν οὐκ ἀθλιώτερον πότμον καὶ μοῖραν εἴληχε πολὺ δυστυχεστέραν ἤ φασι Μελέαγρον τὸν Ἀλθαίας τε καὶ Οἰνέως, ᾧ δαλόν τινα λέγουσι ταμιεύειν τὸν τῆς ζωῆς χρόνον· καὶ δὴ λάμποντος αὐτοῦ καὶ τοῦ πυρὸς ἐν αὐτῷ διαμένοντος ζῆν τε καὶ ἀκμάζειν ἐκεῖνον, μαραινομένου δὲ τοῦ δαλοῦ καὶ τὸν Μελέαγρον φθίνειν ὑπὸ λύπης τε καὶ δυσθυμίας· σβεσθέντος δὲ οἴχεσθαι ἀποθανόντα.
それなら、アルタイアとオイネウスの子メレアグロスが持っていたと人々が言う運命よりも、はるかに悲惨で不幸な巡り合わせを引き当てたのではないか。メレアグロスは燃え木がその寿命を司っていたと言われ、木が燃え盛って火がそこに留まっている間は彼も生き生きと盛りにあるが、燃え木が衰えるとメレアグロスもまた悲しみと落胆によって衰え、火が消えると死んで去っていったというのだから。
- 67.1ἄλλο τι ἢ
ἄλλο τι ἤ(または ἄλλοτι ἤ)は、ラテン語の nonne に相当し、肯定の返答を期待して「〜ではないのか」「〜ということではないのか」と問いかける慣用的な疑問表現。主節動詞の省略(ἄλλο τι [ἐστὶ] ἤ)に由来する。
- 67.3Χαίρειν οὖν ἐάσει
χαίρειν ἐάω は「別れを告げる」「意に介さず退ける、放っておく」を意味する古典ギリシア語の慣用句。ここでは主語(前節で論じられた哲学者)が、世俗の名誉・非難・称賛といった対格補語群(τιμὰς καὶ ἀτιμίας...)を相手にせず顧みないことを表す。
- 67.5σκυθρωπότερος αὑτοῦ
比較級 σκυθρωπότερος に再帰代名詞属格 αὑτοῦ が添えられた構文。「彼自身と比較してより陰気な」から転じて、「普段の彼自身よりも陰気に」「いつもより陰気に」という、基準となる平常状態との対比を表す慣用的な比較表現。
