- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:66.12-66.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は評判に執着する者がいかに惨めな奴隷状態にあるかを論じ、あらゆる他人の言葉によって傷つけられ翻弄される危険と無防備さを奴隷や公民権剥奪者との対比を通じて明らかにする。
οἱ μὲν οὖν χρημάτων ἢ γένους ἐπιτυχόντες ἢ τινος τῶν τοιούτων ἢ σώματος εὐτονίας ἢ λαλιὰν γοῦν περιποιησάμενοι, καθάπερ ἐπτερωμένοι μόνον οὐ κατ’ ἄστρων φέρονται,1 δημαγωγοί τε καὶ ξεναγοὶ καὶ σοφισταὶ λεγόμενοι, δήμους καὶ σατράπας καὶ μαθητὰς θηρεύοντες· τῶν δὲ ἄλλων ἕκαστος τῶν μηδεμίαν χορηγίαν ἐχόντων, ὑπὸ δὲ τῆς αὐτῆς νόσου κρατουμένων, περιέρχεται πρὸς ἕτερον ζῶν2 καὶ τί περὶ αὐτοῦ λέγει τις φροντίζων, κἂν μὲν εὐφημήσῃ τις, ὡς οἴεται, μακάριος καὶ φαιδρός, εἰ δὲ μή, ταπεινός τε καὶ κατηφὴς καὶ τοιοῦτον αὑτὸν εἶναι νομίζων ὁποῖον ἂν εἴπῃ τις. καὶ δίαιταν μὲν ἢ δίκην ἂν ἔχῃ πρός τινα, οὐκ ἀξιοῖ τὸν διαιτητὴν ἢ τὸν δικαστὴν τοῖς τυχοῦσι προσέχειν μάρτυσιν, αὐτὸς δ’ ὑπὲρ ἑαυτοῦ πάντας ἀξιόχρεως ἡγεῖται.
さて、富や門閥に恵まれた者、あるいはそうした類のもの、もしくは肉体の頑健さを得た者、あるいは少なくとも弁舌の才を身につけた者たちは、あたかも翼を得たかのごとく、星々の高みにまで昇らんばかりであり、民衆指導者、雇い兵指揮官、あるいはソフィストと呼ばれながら、民衆や太守や弟子たちを追い求めている。他方、何の手元資金や支援の備えも持たず、それでも同じ病に支配されているその他の者たちは皆、他人の機嫌に依存して生き、誰かが自分について何を言うかを気にかけながらうろつき回っている。そして誰かが褒め言葉を口にすれば、本人の思い込みでは至福で晴れがましい心持ちとなり、そうでなければ卑屈で打ちひしがれ、誰かが言う通りの人間が自分なのだと思い込む。また、誰かと仲裁や訴訟を抱える場合には、仲裁人や裁判官がありきたりの証言者たちに注意を払うことを不当とするくせに、自分のこととなると、あらゆる者を信じるに足る証言者とみなすのである。
τί δὴ κακοδαιμονέστερον ἀνθρώπων ἐπ’ ἄλλοις κειμένων καὶ τὸν ἀπαντῶντα κύριον ἐχόντων, πρὸς ὃν ἀεὶ βλέπειν ἀνάγκη καὶ σκοπεῖν τὸ πρόσωπον ἑκάστου, καθάπερ τοῖς οἰκέταις τὸ τῶν δεσποτῶν; πᾶσα μὲν οὖν ἐστι δουλεία χαλεπή· τοὺς δὲ ἀπὸ τύχης ἐν οἰκίᾳ τοιαύτῃ δουλεύοντας, ἐν ᾗ δύο ἢ τρεῖς δεσπόται, καὶ ταῦτα ταῖς τε ἡλικίαις καὶ ταῖς φύσεσι διάφοροι ʽλέγω δὲ πρεσβύτης ἀνελεύθερος καὶ τούτου παῖδες νεανίσκοι πίνειν καὶ σπαθᾶν θέλοντεσ̓ τίς οὐκ ἂν τῶν ἄλλων οἰκετῶν ὁμολογήσειεν ἀθλιωτέρους, ὅταν τοσούτους δέῃ θεραπεύειν, καὶ τούτων ἕκαστον ἄλλο τι βουλόμενον καὶ προστάττοντα;
誰かに従属して身を委ね、行き会う者すべてを主人とし、奴隷たちが主人の顔色を窺うように、常にその顔色を仰ぎ見て個々の表情を伺わねばならない人間たちより、一体何がさらに惨めであろうか。言うまでもなく、あらゆる奴隷状態は過酷である。だが、偶然から二、三人もの主人がいるような家に仕えることになり、しかも主人が年齢や気質の点で異なっている場合(例えば、けちで頑固な老人と、酒を飲み散財することを望むその息子たちである若者たち)、他の奴隷たちよりも彼らのほうが惨めであると誰が認めないだろうか。それほど多くの主人に仕えねばならず、しかも彼らの一人一人がそれぞれ別のことを望み、命じるのであるから。
εἰ δέ τις δημόσιος οἰκέτης εἴη, πρεσβυτῶν νεανίσκων, πενήτων, πλουσίων, ἀσώτων, φιλαργύρων, ποῖός τις ἂν ὁ τοιοῦτος εἴη; οἶμαι δὲ, εἴ τις ἐν τοιαύτῃ πόλει χρήματα ἔχων ἠναγκάζετο βιοῦν, ἐν ᾗ πᾶσιν ἐξῆν ἁρπάζειν τὰ τοῦ πέλας καὶ μηδεὶς νόμος ἐκώλυε, παραχρῆμα ἂν ἀπέστη τῶν χρημάτων, εἰ καὶ φιλαργυρίᾳ τοὺς πώποτε ὑπερβεβλήκει. τοῦτο δὴ νῦν ἐπὶ τῆς δόξης ἐστίν. ἐφεῖται γὰρ εἰς ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν3 καὶ πολίτῃ καὶ ξένῳ καὶ μετοίκῳ.
もし誰かが、老人たち、若者たち、貧乏人たち、富豪たち、放蕩者たち、強欲者たち全員の公有奴隷であるとしたら、そのような者は一体いかなる境遇にあるというのだろうか。私は思うのだが、もし誰かが、隣人の財産を略奪することが万人に許され、いかなる法律もそれを阻まないような都市で財産を抱えて暮らすことを強いられたなら、たとえそれまでに存在したいかなる者をも貪欲さにおいて凌駕していたとしても、即座に財産を放棄したであろう。これこそが今まさに評判をめぐって起きていることなのだ。誰かを傷つけたいと望む者には、市民であれ外国人であれ在留外国人であれ、この評判へと危害を加えることが許されているからである。
τοῖς ἀτίμοις ἀβίωτος εὐλόγως ὁ βίος φαίνεται, καὶ πολλοὶ μᾶλλον αἱροῦνται θάνατον ἢ ζῆν τὴν ἐπιτιμίαν ἀποβαλόντες, ὅτι τῷ ἐθελήσαντι τύπτειν ἔξεστι καὶ κόλασις οὐκ ἔστιν οὐδεμία τοῦ προπηλακίζοντος. οὐκοῦν τὸν δοξοκόπον ἅπασιν ἔξεστι τύπτειν τῷ παντὶ χαλεπωτέρας πληγὰς τῶν εἰς τὸ σῶμα καίτοι τοὺς μὲν ἀτίμους οὐκ ἂν εὕροι τις ῥᾳδίως ὑπό τινος τοῦτο πάσχοντας· τὸ γὰρ νεμεσητὸν οἱ πολλοὶ καὶ τὸν φθόνον εὐλαβοῦνται καὶ τὸ τελευταῖον ἐκ τῶν ἀσθενεστέρων αὐτοῖς οὐδείς ἐστι κίνδυνος. τοῦ δὲ βλασφημεῖν μάλιστα τοὺς δοκοῦντας ἐνδόξους οὐδεὶς φείδεται οὐδὲ ἀδύνατος οὐδεὶς οὕτως, ὅστις οὐκ ἂν ἰσχύσαι ῥῆμα εἰπεῖν.
公民権を剥奪された者たちにとって人生が生きるに値しないものに見えるのは当然であり、多くの者は公民権を失って生きるよりもむしろ死を選んでいる。打ち据えようと望む者なら誰にでも打つことが許され、侮辱を加える者に対する処罰が何一つないからである。そうであれば、評判を追い求める者を、肉体への打撃よりもはるかに過酷な打撃で打ち据えることは万人に許されているのだ。もっとも、公民権剥奪者たちが誰かから実際にそのような目に遭わされているのを見かけることは容易ではないだろう。一般の人々は神の怒りや他人の反感を用心するし、結局のところ、より無力な者たちから彼らに害が及ぶ危険はないからである。しかし、とりわけ名声があると思われている者たちを口汚く罵ることには誰も手加減をしないし、一言を発することさえできないほど無力な者など誰もいない。
τοιγαροῦν μέτριός τις τῶν ἀρχαίων συνεχῶς τινος αὐτῷ προσφέροντος τοιούτους λόγους, Εἰ μὴ παύσῃ κακῶς ἀκούων ὑπὲρ ἐμοῦ, κἀγώ, φησιν, ὑπὲρ σοῦ κακῶς ἀκούσομαι.4 βέλτιον δὲ ἴσως ἦν μηδὲ εἰ λέγει τὴν ἀρχὴν προσποιεῖσθαι. τὸν οἰκέτην πολλάκις ἀνειμένον καὶ παίζοντα ὁ δεσπότης περιπεσὼν κλαίειν ἐποίησε· τὸν δὲ τῆς δόξης ἥττονα ὁ βουλόμενος ἑνὶ ῥήματι συνέστειλεν. εἴ τις ἐπῳδὰς ἠπίστατο τοιαύτας παρὰ τῆς Μηδείας μαθὼν ἢ παρὰ τῶν Θετταλῶν, ὥστε φθεγγόμενος τῶν ἀνθρώπων οὓς ἤθελε ποιεῖν κλαίειν καὶ ὀδυνᾶσθαι μηδενὸς κακοῦ παρόντος, οὐκ ἂν ἐδόκει τυραννὶς εἶναι ἡ τούτου δύναμις; πρὸς οὖν τὸν ἐπὶ δόξῃ κεχαυνωμένον οὐκ ἔστιν οὐδεὶς ὃς οὐκ ἔχει ταύτην τὴν ἰσχύν.
それゆえ昔の穏健な人の一人は、ある者が彼に対して絶えずそのような言葉を投げかけてきたとき、「お前が私のことで悪評を受けるのをやめないなら、私もお前のことで悪評を受けてやろう」と言ったのである。だがおそらく最初から、相手が何かを言っていても意に介さないふりをするほうが優れていただろう。奴隷が羽目を外して遊んでいるとき、主人が出くわして彼を泣かせることはたびたびある。だが、評判の奴隷となっている者に対しては、望む者なら誰でもたった一言で打ちひしがせることができるのだ。もし誰かが、メデイアから、あるいはテッサリアの民から学んで、口を開くだけで、何の災厄もないのに望む人間を泣かせ苦しませることができるような呪文を心得ていたとしたら、その者の力は専制支配の権力であるとは思われないだろうか。そうであるなら、評判に浮かれている者に対しては、この力を持たない者など一人もいないのである。
- 66.12μόνον οὐ κατ’ ἄστρων φέρονται
μόνον οὐ は「ほとんど」「~も同然に」を意味する慣用連語。これに続く κατ’ ἄστρων は場所の方向あるいは高みを示す表現で、比喩的に「ほとんど星々の高みにまで飛翔するかのように運ばれる」という極度な有頂天状態を誇張法(hyperbole)によって表している。
- 66.12πρὸς ἕτερον ζῶν
前置詞 πρός に対格を伴い、「他人に依存して」「他人の顔色を基準として生きる」状態を表す慣用表現。自分自身の内的な基準ではなく、他者の反応や評価に自己の生を委ねている従属性を示している。
- 66.14ἐφεῖται γὰρ εἰς ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν
ἐφεῖται は動詞 ἐφίημι の完了受動相・非人称用法で、「~に許されている、委ねられている」の意。与格補語 τῷ βουλομένῳ(害を加えたいと望む者なら誰にでも)と方向・対象を表す前置詞句 εἰς ταύτην(名声・評判に対して)を伴い、誰でも他人の評判を無防備に攻撃できる無法状態を明示している。
- 66.16Εἰ μὴ παύσῃ κακῶς ἀκούων ὑπὲρ ἐμοῦ, κἀγώ, φησιν, ὑπὲρ σοῦ κακῶς ἀκούσομαι
κακῶς ἀκούω は受動動詞句として「悪評を立てられる」「悪口を言われる」の意(bene/male audire と同等)。ここでは ὑπέρ+属格を伴って「私のせいで/私の件に関して(あなたが)悪口を言われる」ことを指し、相手の悪口を言い返す報復を示唆する機知に富んだ対照的表現となっている。
