← ディオン・クリュソストモス

弁論集

§62.1-62.7

支配者の自己統制と真の王の徳

支配者が自己と自らの魂を統御することの困難さと重要性を説き、専制者たちの堕落やサルダナパロスの無力な姿と、真の王の徳性(思慮・正義・節制・勇気)とを対比する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§62.1

Καὶ μὴν εἴ τις ἑνὸς ἀνδρὸς οὐχ οἷός τε ἄρχειν ἐστί, καὶ τούτου σφόδρα ἐγγὺς ὄντος, ᾧ δὴ ξύνεστιν, οὐδὲ αὖ μίαν ψυχὴν κατευθύνειν τὴν αὑτοῦ, πῶς ἂν δύναιτο βασιλεύειν μυριάδων ἀναριθμήτων πανταχοῦ διεσπαρμένων, ὥσπερ σύ, καὶ πολλῶν γε οἰκούντων ἐπὶ πέρασι γῆς, ὧν οὐδὲ ἑώρακε τοὺς πλείστους οὐδ᾽ ἂν ἴδοι ποτὲ οὐδὲ τῆς φωνῆς ξυνήσει; ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι τὸν οὕτως ἀδύνατον τὴν ὄψιν ὡς μηδὲ τὰ ἐν ποσὶν ὁρᾶν, ἀλλὰ προσδεόμενον χειραγωγοῦ, τοῦτον ἐφικεῖσθαι1 βλέποντα μέχρι τῶν πλεῖστον ἀπεχόντων, ὥσπερ οἱ πόρρωθεν ὁρῶντες ἐκ τοῦ πελάγους τά τε ὄρη καὶ τὰς νήσους, ἢ τὸν οὐ δυνάμενον φθέγγεσθαι τοῖς παρεστῶσιν ἱκανὸν ὅλοις δήμοις καὶ στρατοπέδοις εἰς ἐπήκοον φθέγγεσθαι.

そもそも、もし誰かが一人の人間、それも自身とまさに共に暮らしているごく身近な人間を統率することができず、また自分自身のたった一つの魂すら正しく導くことができないとすれば、あなたのように、いたる所に散らばる無数の人々や、大地の果てに住み、その大部分を見たこともなく、今後見ることもなく、その言葉を理解することもないような多くの人々を、どうして統治することができるでしょうか。それはあたかも、足元にあるものさえ見えず手引きの手助けを必要とするほど視力の衰えた者が、沖合から遠く山々や島々を望み見る人々のように極めて遠く離れたものまで見通せると言ったり、あるいは身近にいる人々に向かって声を発することもできない者が、民衆全体や全軍に聞こえるように声を発する力があると言ったりするようなものです。

§62.2

καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον ὁ νοῦς τῇ ὄψει· ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐδὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦ τε καὶ ἀστέρων ἐξικνεῖται· ταὐτὸ δὴ τοῦτο ἡ μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, ἡ δὲ τοῦ ἄφρονος οὐδὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐδὲ ἕνα οἶκον. οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν. ὅτι δὲ ἐπ’ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι· ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν· ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες· ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες· ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι· ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐδὲ καλῶς λεγομένων· ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν· ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται.

実際、知性は視力とどこか似通ったところを持っています。すなわち、視力は損なわれていれば最も身近にあるものすら何も見えませんが、健全であれば天や星々にまで届くのです。これとまったく同じように、思慮ある者の知性はすべての人々を統理する力を持ちますが、愚かな者の知性は自分自身のたった一つの身体も、たった一つの家も守ることができません。実際、権力を持つ者の多くは、あらゆるものを手に入れることが許されているがゆえに、あらゆるものを欲しがります。また正義が自分たちの意のままになるがゆえに、不正を働くのです。法を恐れないがゆえに、法が存在するとすら考えません。労苦を強いられないがゆえに、決して放縦をやめません。酷い扱いを受けても誰も仕返しをしないがゆえに、決して悪行をやめません。いかなる快楽にも事欠かないがゆえに、快楽に耽っても決して満たされることがありません。誰も公然と非難しないがゆえに、口にするのも憚られるようなことすら残らず行います。誰も自分たちを不快にさせようとしないがゆえに、すべての人に対して苛立ちます。そして、怒ったときには何をしても許されるがゆえに、絶えず怒り続けるのです。

§62.3

ὁ δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει· οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὸ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς,2 δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοῖς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε. καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος ἢ τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ᾧ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας μείζονος ἢ τῷ πάντα σῴζοντι;

しかしあなたのような優れた統治者は、これとは正反対のことを実践します。あらゆるものをすでに持っていると考えているがゆえに、何ものも欲しがらず、望みさえすれば何一つ不自由しないことを知っているがゆえに、快楽を控え、すべての人に正義を提供するがゆえに、他の誰よりも正しく、自ら進んで労苦を担うがゆえに、労苦を喜び、法を恐れていないがゆえに、法を尊びます。そしてそのように正しく認識しているのです。実際、これほど多くの人々のために思案を巡らす者以上に、誰がいっそうの思慮を必要とするでしょうか。法を超える立場にある者以上に、誰がいっそう厳格な正義を必要とするでしょうか。あらゆる行動が許されている者以上に、誰がいっそう強固な節制を必要とするでしょうか。そして万民を救い守る者以上に、誰がいっそうの大いなる勇気を必要とするでしょうか。

§62.4

καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δεῖ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους· ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι.3 τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον· οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς ὁ τοῦ ἐγκρατοῦς ἀνθρώπου βίος· ἀλλ’ ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν. ἐπεὶ Σαρδανάπαλλος ἐκεῖνος ὁ θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων· βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον ἢ τῶν σηπομένων τινὶ νεκρῶν. βουλεύεσθαι μὲν γὰρ ἢ δικάζειν ἢ στρατηγεῖν οὔτε ἐβούλετο οὔτε ἐδύνατο.

さらに、他の多くの者を支配しようとする者には、臣民を押さえつけ、敵を撃退し、もし誰かが支配に背くならばこれを平定しようとするなら、莫大な出費が必要であり、歩兵や騎兵の大軍、さらには城壁や船や攻城兵器が必要です。これに対し、自己を制することは、万事の中で最も費用がかからず、最も煩わしさがなく、最も危険がありません。というのも、自制ある人間の生は、金がかかることも、労を要することも、不安定なこともないからです。それにもかかわらず、そのようにありながら、自己を制することは本来すべてのことの中で最も困難なことなのです。 かの語り草となっているサルダナパロスは、かつて存在した都市の中で最大であったニノスとバビュロンを領有し、大地の人が住めぬとされる地域に至るまで、もう一方の大陸に暮らす諸民族のすべてが彼に服従していました。しかし彼には、朽ち果てていく死人の一人と何ら変わらぬほど、王権にふさわしいものが何一つありませんでした。というのも、思案すること、裁くこと、軍を率いることのいずれをも、彼は望みもせず、できもしなかったからです。

§62.6

ἐν δὲ τοῖς βασιλείοις ἀποδιδράσκων εἰς τὴν γυναικωνῖτιν καθῆστο ἐπὶ χρυσηλάτου κλίνης ἀναβάδην ὑπὸ ἁλουργέσι παστοῖς, ὥσπερ ὁ θρηνούμενος ὑπὸ τῶν γυναικῶν Ἄδωνις, ὀξύτερον φθεγγόμενος εὐνούχων, τὸν μὲν τράχηλον ἀποκλίνων, ὑπὸ δὲ ἀργίας καὶ σκιᾶς λευκὸς καὶ τρέμων, τὸ σῶμα πελιδνός, τοὺς δὲ ὀφθαλμοὺς ἀναστρέφων, ὥσπερ ἐξ ἀγχόνης· ὃν οὐκ ἦν διαγνῶναι τῶν παλλακῶν. καίτοι χρόνον τινὰ κατέσχεν, ὡς ἐδόκει, τὴν ἀρχὴν εἰκῇ φερομένην, ὥσπερ ναῦν δίχα κυβερνήτου πολλάκις ἀλωμένην ὁρῶμεν μηδενὸς κατέχοντος ἐν τῷ πελάγει κατὰ τύχην, εὐδίας ἐπεχούσης· ἔπειτα ὀλίγος κλύδων ἐπαρθεὶς καὶ ῥᾳδίως ἓν κῦμα ἐπέκλυσεν.

彼は宮殿の中で後宮へと逃げ込み、女たちによって嘆き悲しまれるアドーニスのごとく、真紅の天蓋の下で金の打ち出し細工の寝台の上に胡坐をかいて座り、宦官よりも甲高い声を上げ、首をかしげ、怠惰と日陰の暮らしゆえに青白く震え、身体は鉛色で、まるで首をくくられたかのように目を吊り上げており、側室たちと見分けることすらできませんでした。もっとも、彼は舵取りのいない船が凪の間、海上で誰にも操られることなく運任せにしばしば彷徨うのを我々が見るように、当て所なく漂う支配権を、一見したところしばらくの間保持していました。しかしその後、小さな波立ちが起こり、たった一つの波によって容易く呑み込まれてしまったのです。

§62.7

καὶ δὴ καὶ ἅρμα ἰδεῖν ἔστιν οὐδενὸς ἡνιοχοῦντος ἐν ἀγῶνι ῥεμβόμενον, ὃ νίκης μὲν οὐκ ἄν ποτε τύχοι, ταράττει δὲ καὶ ἀπόλλυσι τὸν ἐγγὺς ὄχλον τῶν θεατῶν. οὔτε γὰρ ἄφρων βασιλεὺς ἔσται ποτέ, οὐ μᾶλλον ἢ τυφλὸς ἡγεμὼν ὁδοῦ γένοιτ’ ἄν, οὔτε ἄδικος, οὐ μᾶλλον ἢ κανὼν σκολιὸς καὶ ἄνισος ἄλλου προσδεόμενος κανόνος, οὔτε δειλός, οὐ μᾶλλον ἢ λέων ἐλάφου λαβὼν ψυχὴν ἢ σίδηρος κηροῦ καὶ μολίβδου μαλακώτερος. τίνι δ’ ἰσχυροτέρας ἐγκρατείας προσῆκον ἢ τῷ πλείστων μὲν ἡδονῶν ἐν μέσῳ ζῶντι, πλεῖστα δὲ πράγματα διοικοῦντι, ἐλαχίστην δὲ σχολὴν ἄγοντι, ὑπὲρ μεγίστων δὲ καὶ πλείστων φροντίζοντι;

そして実際、競技場において誰も御者のいない戦車が迷走するのを見ることがありますが、それは決して勝利を得ることはできず、かえって身近にいる観客の群集を混乱させ滅ぼすのです。というのも、盲人が道案内の導き手になれないのと同様に、愚かな王が決して存在しえないからであり、歪んで不揃いで他の規矩を必要とする規矩が役に立たないのと同様に、不正な王も存在しえず、また鹿の心臓を得た獅子や、蝋や鉛よりも柔らかい鉄がありえないのと同様に、臆病な王も存在しえないからです。数多くの快楽のただ中に生き、極めて多くの政務を処理し、余暇を最も持たず、最も重大かつ無数の事柄に配慮する者以上に、誰にいっそう強固な自制がふさわしいでしょうか。

構文注3 件
  1. 62.1τοῦτον ἐφικεῖσθαι

    ὥσπερ εἴ τις λέγοι に導かれる対格不定詞構文において、主格相当の対格句 τὸν οὕτως ἀδύνατον τὴν ὄψιν が結果節(ὡς μηδὲ...)および分詞句(ἀλλὰ προσδεόμενον...)によって長大に拡張されているため、指示代名詞 τοῦτον が再受(resumptive)として挿入され、主動詞的不定詞 ἐφικεῖσθαι に結合している。これに後続する ἢ τὸν οὐ δυνάμενον... ἱκανὸν [εἶναι] ... φθέγγεσθαι が第二の並列項を成す。

  2. 62.3διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς

    前置詞 διά に冠詞付き不定詞(διὰ τὸ ... ἀπορῆσαι)が後続し、そこに潜勢を表す小辞 ἄν が付加されている。アオリスト受動分詞 ὀρεχθείς は条件節(εἰ ὀρεχθείη など)に相当する条件分詞として機能しており、「望んだとしても何一つ欠乏することはないであろうから」という間接話法的な推量・仮定判断を表している。

  3. 62.4ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι

    未来不定詞 καταστρέψεσθαι は、先行する εἰ μέλλει καθέξειν μὲν ... ἀμυνεῖσθαι δέ の μέλλει に統括される第三の不定詞項である。内部に一般条件構文(ἐάν + 接続法現在 ἀφιστῆται)が埋め込まれており、「何者かが支配から離反する場合にはこれを平定する(意図であるならば)」という支配者の目的内容を補足している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:62.1-62.7