- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.41-6.51
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、僭主が老境において直面する死の恐怖や猜疑心、快楽を味わえない不条理な心理状態を描写し、臣民との関係や平和と戦争の双方に苛まれる権力者の絶望的な境遇を論じる。
οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἷον ἵππου φασίν.1 οἵ τε γὰρ πεπονθότες κακῶς πλείους οἵ τε καταφρονοῦντες· αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ. πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους ἢ λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία. τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές·
というのも、僭主が老境に至ることは容易ではなく、また僭主の老境は過酷なものであって、諺に言う馬の老後などとは違うからである。なぜなら、危害を加えられた者たちも侮る者たちも数を増し、彼自身は身体の面で自分を助けることができなくなるからである。およそ恐ろしい事柄はすべて、実際に経験した者を苦しめるよりも、それを予期している者をより怯えさせるのが常であり、貧困も追放も投獄も不名誉もそうである。そして、もし死から恐怖を取り除くならば、いかなる辛いことも残らない。
οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλʼ οὐδὲν ἔτι λυποῦνται. ὁ δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ ἤδη προέλαβον τὸ ἔργον· οἱ μὲν γὰρ ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον.
なぜなら死そのものは、それを被った者たちを煩わさないだけでなく、彼らはもはや何ひとつ苦しまないからである。しかし恐怖はあまりに過酷であるため、すでに多くの人々が実際の死を先取りしてきた。船の上で嵐に遭った者たちは、船が沈没するのを待たず、それより前に自ら喉を掻き切ったし、敵に取り囲まれた者たちも、これ以上恐ろしい目に遭うことはないと明確に知りながらそうしたのである。
τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνήσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετʼ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν.
まさにこの過酷な事態が、昼も夜も同様に、常に独裁者たちに付きまとっている。法廷で死刑を宣告された者たちには、死なねばならない指定された期日が定まっているが、彼らにとっては、少し後なのか今すぐなのかということさえ定かではなく、いかなる時も、たとえ極めて短い時間であっても、この恐怖から免れることはない。むしろ食事をするときも、神々に犠牲を捧げるときも恐れを抱かねばならず、この恐怖とともに酒を酌み交わし、ともに眠りに就くのである。
εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις, καὶ πρὸς ἀφροδισίοις γιγνόμενος, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μέμνηται τοῦ θανάτου, ὡς τυχὸν ὑπʼ αὐτῶν τῶν ἐρωμένων ἀπολούμενος, ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν, ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος. τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοις γιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον ᾖ τὸ ἀποθνήσκειν· οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος. καὶ ταύτην ὁ θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵνα παραμένωσι κολαζόμενοι.
そして、もしこのような者たちに気晴らしをする気構えが生じ、愛の快楽に向かうことがあっても、たとえ深く熱愛している場合であっても、まさにその愛する者たちの手によって殺されるかもしれないとして死のことを思い起こすのであり、それゆえ私には、僭主という男は刺されたときに初めて、最大の災厄から解放されたかのように、そのときだけ喜ぶように思われる。そして何よりも奇妙なことには、他の者たちは治癒不能な災厄に陥ったときには自らそれを自覚し、したがって死ぬことが不可能でない限り、長い時間苦難に喘ぐことはない。ところが僭主たちは、最大の災悪を抱えながら、最大の善の中にいると思い込んでおり、思うに、この事柄に無知な他の人間たちの世評に欺かれているのである。そして神は、彼らが罰を受け続けるよう、この無知を彼らに結びつけたのである。
δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος·
また、境遇の恵まれた人間たちには生はより良きものに思われ、それゆえに死はより悲痛なものと思われる。
οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις· ζῶσι μὲν γὰρ πολὺ ἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ.
逆に悲惨な生き方をしている者たちは、生をより辛いものとして耐え、死をより快く受け入れるように思われる。しかしながら僭主たちにとっては、これら双方が他の者たちよりも過酷である。なぜなら彼らは、死を心底欲している者たちよりもはるかに不快に生きているにもかかわらず、人生を最高に楽しく過ごしている者たちと同じほどに死を恐れているからである。
πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα,2 σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι.
快い事柄は稀であるときにこそより大きな喜びをもたらし、絶え間なく味わう者たちにとっては不快へと転じるのに対し、悪い事柄は決して取り除かれないときにこそより過酷になるというのが自然の理である以上、僭主たちには快いことも悲痛なこともほぼ双方が常に付きまとっており、そのため悲嘆に暮れることはほぼ決して止むことがなく、喜びに浸ることを実感することは決してない。
δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπόρων τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν· οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν· οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.
また彼は、常に富者たちの力を恐れ、貧者たちの富への欲望を恐れている。そして独裁者たちに対してのみ、恩恵を受けた者たちの中で感謝を知る者は誰もいない。なぜなら彼らは、決して十分なものを得たとは思わないからである。一方、望むものを得られない者たちは、誰よりも激しく独裁者たちを憎む。
καὶ μὴν ἐπιφθονώτατος3 ἁπάντων ὁ πλεῖστα μὴ δικαίως ἔχων· ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτόν· εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστὶν αὐτῷ, καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον.
さらには、正当でなく最も多くのものを手に入れている者が、誰よりも憎悪と嫉妬の対象となる。したがって、僭主以上に憎まれる者はいない。これに加えて、彼は自らの取り巻きに気前よく与えることが不可欠であり、そうでなければ忽ち身を滅ぼすことになる。しかし、他人から奪い取ることなしに、多くの者に幾度も気前よく与えることは容易ではない。そこで彼は、奪われた者たちを敵として抱え、受け取った者たちをも、疑わしく、できるだけ早く縁を切ろうと窺っている者たちとして抱えることになる。かくして彼は、遠くのものは遥か遠くに離れているがゆえに恐れ、近くのものは自分の身近にあるがゆえに恐れ、遠方の者たちからは戦争を疑い、身近な者たちからは陰謀を警戒するのである。
καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον.
そして平和については、人々の暇ができるがゆえに不利であると考え、戦争については、資金を調達し、また軍務に就くよう強制することで、臣民を煩わせざるを得ないがゆえに不利であると考える。それゆえ彼らは、戦争のさなかには平和に恋い焦がれ、平和が訪れるや否や直ちに戦争を企てるのである。
- 6.41οὐχ οἷον ἵππου φασίν
οὐχ οἷόν φασι τὸ τοῦ ἵππου γῆρας εἶναι の省略構文。ἵππου γῆρας は名馬が老いて悲惨な境遇に陥ることを指す当時の諺であるが、ここでは「諺に言われる老馬の老境(たとえ惨めであっても死の恐怖や陰謀に怯えることのない境遇)のような生易しいものではない」という意味で対比的に用いられている。
- 6.48πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα
中性属格単数冠詞 τοῦ に導かれた一連の不定詞節(τὰ μὲν ἡδέα... εὐφραίνειν / περιίστασθαι / τὰ δὲ κακὰ... εἶναι)が全体として名詞化され、分詞 πεφυκότος の意味上の主語を形成する属格絶対構文 (genitive absolute)。「快い事柄は〜であり、悪い事柄は〜であるという性質があるため」と読解する。
- 6.50ἐπιφθονώτατος
形容詞 ἐπίφθονος は能動的に「嫉妬深い」を意味することもあるが、ここでは後続の文脈(不当に多くを持つ者が憎悪・羨望の的となること)から受動的に「最も嫉妬・怨嗟を買う対象である」という意味で解する。
