← ディオン・クリュソストモス

弁論集

§56.9-56.16

ネストールへの服従とアガメムノンの責任

ディオは、アガメムノンが軍の編成や議事においてネストールや長老会に服従し、ブリーセーイスをめぐる過ちに対しても法廷さながらに過酷な責任追及と賠償を受け入れた事例を挙げ、彼が「無責任な支配者」ではなかったことを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§56.9

οὕτω δὲ καὶ τῶν ἡγεμόνων, ἔφη, γνώσῃ τούς τε ἀγαθοὺς καὶ τοὺς κακούς· εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν· ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος. — Καὶ τί βουλόμενος οὕτως ἐποίει; — Δ. Ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην ὁ Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει προθύμως, ἀλλ’ οὐδὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐδὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν.

「このようにして指揮官たちのうち善き者と悪しき者をも見分けることになるだろう」と彼は言った。「指揮官たちを見分けられるなら、兵士たちについても見分けられるのは明らかだ」と、同時にその有益さの大きさを教えながら。 対話者:そして彼は何を望んでそのようにしたのですか。 ディオ:ネストールが世を去った後にもアガメムノンが将帥の術を心得ているようにするためだ。そしてアガメムノンはネストールにきわめて従順であったので、彼自身が居合わせて何かを命じたならそれを熱心に行ったばかりでなく、夢の中でネストールが何かを語っていると思ったとしても、それを等閑に付すことは決してなかっただろう。現に戦いに関する夢は、ネストールの姿に似せられたことによってそのようにして彼を欺いたのだ。

§56.10

οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλ’ οὐδὲ ἄνευ τῶν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν ἡ βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐδὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου. —

彼はアカイア人の中で最も思慮深いと見なされていたネストールに従ったばかりでなく、長老たちなしには何事も行わなかった。現に、夢に促されて軍を出征させようとしたときも、長老たちの評議会がネストールの船の傍らに座を占める前には出征させなかった。また、アキレウスが怒りを抱いている中で民衆がなお留まって戦い抜くことを望むかどうか、民衆を試そうとしたときにも、まず評議会に報告するまでは試みようとはしなかった。しかるに多くの民衆扇動家たちは、事前の審議を経ていない決議案を平然と民会に提出する。だがかの者は長老たちと熟議した上で、戦争の状況について民衆に言及したのだ。

§56.11

Τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί τὰ περὶ τὴν Βρισηίδα οὕτως ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ; — Δ. Ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐδὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας ὑπέχουσιν· οὐκοῦν ἀχθέντες εἰς τὴν ἀρχὴν ζημιοῦνται ἧς ἂν ἕκαστοι δοκῶσιν ἄξιοι ζημίας; —

対話者:これは何ら奇異なことではありません、王でありながら他者にも発言権を与え、その老齢ゆえに信頼される助言者を持ち、自分自身がすべての事柄の主権者であったとしても。ではなぜブリーセーイスに関する事柄では、最善の人物たるネストールに従わずにそのように振る舞ったのですか。 ディオ:多くの私人が支配者たちや法律に従わず、不法に多くのことを行い、そのことゆえに責任を問われるのと同じことだ。彼らも役所へ連行されて、各自が値すると見なされる刑罰を科されるのではないか。

§56.12

Πάνυ γε. — Δ. Τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τίμημα ἐπάγων ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι,1 κατηγορίαν χαλεπωτάτην, ἅτε δεινὸς ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν·

対話者:まったくその通りです。 ディオ:ではどうだ。アガメムノンは当時従わなかったことで、後になってネストールから責任を追及されたとは思わないか。〔ネストール〕が同盟者の中で最も分別ある者たちの前であの行為について彼を告発し、受けるべきか支払うべきかの刑罰を課したとき、彼は雄弁な弁論家として、事態を以前から重く受け止めていると述べて、最も厳しい告発を行ったのだ。

§56.13

ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθ’ ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμασσας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦν φραζώμεσθα.

「神の子よ、かの時より、アキレウスが怒っている時に、そなたが小屋から娘ブリーセーイスを奪い去って立ち去った時から、決して我らの意向に従ったのではない。実に私はあれほど熱心に引き留めたのだ。だがそなたは自らの高慢な心に従い、不死の神々すら尊んだ最も優れた男を辱めた。その名誉の賜物を奪って手元に置いているのだから。だが今からでも我らは思案しよう」

§56.14

καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν, ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων2 τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως καὶ τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών·

そしてゼウスにかけて、言葉で責任を追及しただけでなく、その過ちに対してあらゆるものの中で最も重い償いを課したのだ。というのも、アキレウスに懇願し、彼を説得するためにあらゆる手を尽くすよう命じているからだ。そしてアガメムノンは、法廷で有罪となった者たちのように、傲慢な行為の代わりに支払うことができると称する財産をまず対抗評価として提示し、他の多くのものとともに、ブリーセーイスに関しては生贄を捧げて、彼女を連れ去ったものの決して触れなかったという誓いを立てることを引き受ける。

§56.15

ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις· τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν· ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν,3 ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.

そして単に天幕から天幕へと移動させただけの代償として、多額の黄金、馬、三脚釜、大釜、女たち、町々を与えることを約束する。そして最後には、それだけでは十分でないかのように、三人の娘のうち彼が望む者を妻として与えると言う。これはいまだかつて誰一人として受けるよう判決を下されたことのないことだが、一人の女中、それも捕虜であり何ら害も受けていない女の代償として、結納金なしで莫大な持参金をつけて自らの娘を嫁がせるというのだ。それにしても、私人間の裁判でこの裁判より厳しく裁かれたものを我々は知らない。

§56.16

ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ’ οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ’ ἄλλον δέ τινα ἴωμεν. — Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιοῦτόν τι βούλεσθαι λέγειν.

神々に誓って、アガメムノンがギリシア人を無責任に支配していたと君は思うか、それとも自分が行ったあらゆることについてきわめて厳格に責任を問われていたと思うか。では、このことについての話は、昨日十分に語られたことでもあるし、ここまでに留めて、別の話に移ろうではないか。 対話者:神々に誓って、どうかそうしないでください。どうか同じ事柄についてあなたが持っていることをすべて語ってみてください。私は今やっとその議論の主旨を理解し始めたところなのですから。あなたは支配や王権、あるいはそのようなことについて語ろうとされているのだと思いますので。

構文注3 件
  1. 56.12τίμημα ἐπάγων ὅ, τι χρὴ παθεῖν ἢ ἀποτῖσαι

    アテナイ法廷の量刑評価裁判における定型句「受けるべき刑罰(身体刑など)か支払うべき罰金(財産刑)か」を踏まえた司法比喩。分詞 ἐπάγων は「科す、提案する」の意で、ネストールが原告としてアガメムノンに対する求刑を行っている構図を示している。

  2. 56.14καὶ ὃς ὑποτιμᾶται χρημάτων

    καὶ ὅς は「そして彼は」を意味する関係代名詞の指示的用法(主語はアガメムノン)。動詞 ὑποτιμᾶται はアテナイの訴訟手続きにおいて、被告が原告の求刑に対して「対抗評価(減刑案)」を申し立てる中動態の術語。属格 χρημάτων は申し立ての対象となる実質・内容を表す属格。

  3. 56.15ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν

    関係代名詞 ὅπερ は後続する不定詞句(συνοικίσαι τὴν θυγατέρα...)を先取りする同格的関係詞であり、同時に παθεῖν の目的語として機能している。動詞 κατεκρίθη は能動態構文 κατακρίνω τινός τι(人に〜の刑を科す)の受動態で、主語 οὐδείς に対し不定詞 παθεῖν が補語として結合している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:56.9-56.16