- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:55.15-55.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、ホメロスがパンダロスやアシオス、アンティノオスらの悪徳やその象徴的な死を描き、ネストールらの思慮を対比させたことを論じ、ソクラテスもまた相手に合わせて身近な例証を使い分けたと結論づける。
ὅταν δὲ περὶ τοῦ Πανδάρου, ὡς συνέχεε τὰς σπονδάς, ἐλπίσας δῶρα παρὰ Ἀλεξάνδρου τοῦ Πριάμου, καὶ οὔτε ἀπέκτεινε τὸν Μενέλεων βαλών, καίτοι τοξότης ἱκανὸς εἶναι δοκῶν, καὶ παραβὰς τὰ ὅρκια τοὺς Τρῶας ἀθυμοτέρους ἐποίησε πρὸς τὸν πόλεμον μεμνημένους ἀεὶ τῆς ἐπιορκίας· νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·1 καὶ ὃν τρόπον ἀπέθανεν οὐ μετὰ πολὺ τὴν γλῶτταν ἀποτμηθείς, πρὶν ἢ καὶ λόγῳ φῆσαι τὸν Ἀλέξανδρον αὐτῷ χάριν εἰδέναι· ταῦτα διεξιὼν οὕτως ἐπιμελῶς ὑπὲρ ἄλλου του δοκεῖ λέγειν ἢ δωροδοκίας καὶ ἀσεβείας καὶ τὸ ξύμπαν ἀφροσύνης; ὃς καὶ τοῖς βέλεσι κατηρᾶτο καὶ ἠπείλει διακλάσειν αὐτὰ καὶ κατακαύσειν, ὡς φοβουμένων αὐτὸν τῶν βελῶν.
また、パンダロスについて、彼がプリアモスの子アレクサンドロスからの贈り物を期待して誓約を破綻させ、優れた弓手と目されていたにもかかわらず矢を射てメネラオスを討ち漏らし、誓いを破ってトロイア軍が「今や我らは信実な誓約を偽って戦っている、ゆえに何事も好転することはない」と常にその偽誓を思い出して戦争に対してより気落ちするようにさせたこと、そして彼が、アレクサンドロスが口先だけでも感謝していると言うより前に、間もなく舌を切り落とされて命を落としたその様を語るとき、これらをかくも入念に詳述して、収賄と不敬、そして総じて無分別以外の何かについて論じていると見えるでしょうか。このパンダロスは、矢が自分を恐れるかのように、矢を呪い、へし折って焼き尽くすと脅しさえした男です。
ὅταν δὲ περὶ Ἀσίου τοῦ Ὑρτάκου, ὅτι τοῦ στρατηγοῦ κελεύσαντος ἔξω τῆς τάφρου καταλιπεῖν τοὺς ἵππους μόνος οὐχ ὑπήκουσεν, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος·2
また、ヒュルタコスの子アシオスについて、将軍が塹壕の外に馬を残すよう命じたのに、ただ一人従わず、「愚かにも、疾き船団に向かって自らの馬もろとも近づいた」
εἰς τοσαύτην δυσχωρίαν τάφρου τε καὶ τείχους καὶ νεῶν εἰσελαύνων, ὅπου γε μηδὲ τοῖς πεζοῖς συνήνεγκε καταληφθεῖσιν ὑπὸ τῶν ἐναντίων, ἀλλὰ ὀλίγης ἐκβοηθείας γενομένης διεφθάρησαν οἱ πλείους· ὁ δὲ ὑπὸ τῶν ἵππων ἐπαιρόμενος καὶ τῷ κάλλει τοῦ δίφρου ᾤετο μὲν ὑπὲρ τὸ τεῖχος ἐλάσειν, ἕτοιμος δὲ ἦν ἐμβαλὼν εἰς τὴν θάλατταν ἀπὸ τοῦ ἅρματος μάχεσθαι· ἆρ’ οὖν οὐ περὶ ἀπειθείας καὶ ἀλαζονείας τότε λέγειν φαίνεται;
ことについて語るとき――塹壕と城壁と船団のこれほどの難所へと車を乗り入れ、そこでは歩兵にとっても敵に捕捉されては何の利もなく、わずかな救援が出ただけで大半が打ち破られたというのに、かの男は馬に気勢を上げ、戦車の美しさに気をよくして城壁を越えて駆けることができると思い込み、海に突入してでも戦車の上から戦おうとする構えでした――彼がそのとき不服従と傲慢について語っているように見えないでしょうか。
πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα κελεύοντα εὐλαβηθῆναι καὶ μὴ διαβαίνειν τὴν τάφρον, ἅμα μὲν τὸ πρᾶγμα ἐπιδεικνύντα ὡς ἐπικίνδυνον, ἅμα δὲ τὸν οἰωνὸν τὸν γενόμενον αὐτοῖς· ἄλλως μὲν γὰρ οὐδένα ᾤετο ἀνέξεσθαι αὐτοῦ λέγοντος, σὺν δὲ τῷ οἰωνῷ τάχ’ ἂν πεῖσαι τὸν Ἕκτορα· ἢ τὸν Νέστορα τοὺς περὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα λοιδορουμένους παύοντα τῆς ὀργῆς καὶ προλέγοντα φανερῶς τὰ συμβησόμενα αὐτοῖς ἀπὸ τῆς στάσεως, ὕστερον δὲ ἐπιπλήττοντα τῷ Ἀγαμέμνονι ὡς ἁμαρτόντι καὶ ἀναγκάζοντα δεῖσθαι τοῦ Ἀχιλλέως· ἢ τὸν Ὀδυσσέα ἐπανορθούμενον τὸ ἁμάρτημα τοῦ Ἀγαμέμνονος, δι᾽ οὗ πεῖραν βουλόμενος λαβεῖν τοῦ στρατοῦ, πῶς φέροιεν τὴν τοῦ πολέμου τριβήν, ὀλίγου φυγεῖν αὐτοὺς ἐποίησεν· οὐ περὶ φρονήσεως καὶ στρατηγίας καὶ μαντικῆς, πρὸς δὲ τούτοις καιροῦ καὶ ἀκαιρίας ἔοικεν ὑποτίθεσθαι;3
さらに、これらに対して、ポリュダマスが塹壕を越えるべからずと警戒を促し、事態がいかに危険であるかを示すとともに彼らに現れた鳥占の兆しを示したこと(というのも、そうでなければ彼が語っても誰も容れぬであろうが、兆しを添えればヘクトールを説得できるかもしれないと考えたからです)、あるいはネストールがアガメムノンとアキレウスの一行が罵り合うのをその怒りから引き留め、内紛から彼らに何が生じるかを公然と予告し、後には過ちを犯した者としてアガメムノンを詰問しアキレウスに請い求めるよう強いたこと、あるいはオデュッセウスがアガメムノンの過ちを正したこと――この過ちによって〔アガメムノンは〕軍勢が戦争の労苦にどれほど耐えているかを試そうとしてあやうく彼らを逃走させそうになったのです――を対置するとき、彼が思慮、将道、予言術、さらには時宜と時宜を失することについて教えを垂れているように見えないでしょうか。
ἐν δὲ τῇ Ὀδυσσείᾳ τὰ μὲν ἄλλ’ ἐῶ, ἑνὸς δὲ μόνου μνησθήσομαι, τοῦ Ἀντινόου. τοῦτον γὰρ ἀλαζονίστατον πεποίηκε τῶν μνηστήρων καὶ ἀκολαστότατον· ὃς πρῶτον μὲν κατεφρόνει τοῦ Ὀδυσσέως, ὅτι ἐκεῖνος μὲν ἐν ῥάκεσιν ἦν, αὐτὸς δὲ ἐν πολυτελεῖ ἐσθῆτι καὶ ἔπινεν ἐκ χρυσῶν ποτηρίων καὶ τούτων οὐχ αὑτοῦ καὶ ἐδείπνει πολυτελῶς οὐκ ἐκ τῶν πατρῴων, ἀλλὰ παρασιτῶν ἐπ’ οἰκίας ἀδεσπότου· καὶ ἔφη μὲν τῆς Πηνελόπης ἐρᾶν, ἐμίγνυτο δὲ ταῖς δούλαις ταῖς τοῦ Ὀδυσσέως καὶ τἄλλα ἦν ἀκόλαστος, οὐχ ὡς ἔνιοι τῶν νῦν·
『オデュッセイア』においては、他の例は省くとして、アンティノオスただ一人に言及することにしましょう。ホメロスはこの男を求婚者たちの中で最も傲慢で、最も放縦な者として描きました。彼はまずオデュッセウスを侮蔑しました。彼自身は贅沢な衣をまとい、黄金の杯から(それも自分のものではない杯から)酒を飲み、父祖の財産からではなく主人のいない屋敷に寄食して贅沢に会食していたのに対し、オデュッセウスは襤褸をまとっていたからです。また彼はペネロペを愛していると言いながら、オデュッセウスの女奴隷たちと交わり、他の点でも今日の幾人かの人々とは違って放縦でした。
τελευτῶν δὲ ἐπεχείρει τοξεύειν, ἄπειρος ὢν τοξικῆς καὶ τὰς χεῖρας οὕτως ὑπὸ τρυφῆς διεφθαρμένος, ὡς μὴ δύνασθαι ἅπτεσθαι τῆς νευρᾶς, εἰ μή τις ἐπιχρίσειε στέαρ, καὶ ταῦτα τοῦ Ὀδυσσέως ὁρῶντος καὶ τῆς ἐρωμένης παρούσης, ἐν ἀνθρώποις τοσούτοις, μηδ’ ἐπιτεῖναι δυνάμενος τὸ τόξον μηδὲ ὅπως στήσει τοὺς πελέκεις ὁ Τηλέμαχος ξυνιείς. ὅμως δὲ τοῦτον καὶ ἀποθανόντα ἐποίησεν οὐκ εἰκῇ πληγέντα διὰ τοῦ λαιμοῦ, οὐχ ὅπου ἔτυχεν, ὥσπερ ἀμέλει τὸν Πάνδαρον διὰ τῆς γλώττης. καὶ γὰρ εἰ τύχῃ τινὶ συμβαίνει τὰ τοιαῦτα, ὅμως ἐπὶ πολλῶν ἔστιν εἰπεῖν ὅτι τοῦτον μὲν τὸν ἄνθρωπον διὰ τῆς γαστρὸς δεῖ πληγέντα ἀποθανεῖν, τοῦτον δὲ διὰ τῶν αἰδοίων, τοῦτον δὲ διὰ τοῦ στόματος.
最後には、弓術の心得もなく、贅沢のために手がひどく衰えていて獣脂を塗りつけでもしなければ弦に触れることさえできない有様で、しかもオデュッセウスが見ており、愛する女が居合わせ、これほど多くの人々がいる前で弓を引こうと企てたのです。弓を張ることすらできず、テレマコスが斧をどのように立てるのかさえ理解していませんでした。それにもかかわらず、ホメロスはこの男が死ぬ際にも、あてずっぽうではなく、たまたま当たった場所でもなく、喉を貫かれて死ぬように描きました。ちょうどパンダロスが舌を貫かれたのとまったく同様です。なぜなら、たとえそのようなことが何らかの偶然によって起きるにせよ、多くの者について「この人間は腹を貫かれて死ぬのがふさわしく、この者は恥部を、この者は口を貫かれて死ぬのがふさわしい」と言えるからです。
μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν;4 οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλ’ Ἀνύτῳ μὲν διαλεγόμενος βυρσέων ἐμέμνητο καὶ σκυτοτόμων. εἰ δὲ Λυσικλεῖ διαλέγοιτο, ἀμνίων καὶ κωδίων· Λύκωνι δὲ δικῶν καὶ συκοφαντημάτων, Μένωνι δὲ τῷ Θετταλῷ περὶ ἐραστῶν καὶ ἐρωμένων.
では、ホメロスが何かをあてずっぽうに語っているとあなた方には思えるでしょうか。したがって、ソクラテスも言論や比喩の例を無差別に用いたのではなく、アニュトスと対話するときには皮鞣し職人や靴職人に言及し、もしリュシクレスと対話するなら子羊や羊皮に、リュコンに対しては訴訟や密告に、テッサリア人メノンに対しては愛する者と愛される者について論じたのです。
- 55.15νῦν δ’ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·
『イーリアス』第7巻351–352行のアンテノールの発言の引用。文法的には直前の μεμνημένους の内容を直接話法として挿入した形をとっている。
- 55.17ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος·
『イーリアス』第12巻112–113行の引用。ὅτι 節の中で、散文の文脈にヘクサメトロスの詩句がそのままはめ込まれている。
- 55.19πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα... ἔοικεν ὑποτίθεσθαι;
長大な構文の骨格を示す注。分詞 παρατιθείς の主語はホメロスであり、その目的語として Πολυδάμαντα、τὸν Νέστορα、τὸν Ὀδυσσέα が並列されている。文全体の主動詞・主節は末尾の ἔοικεν ὑποτίθεσθαι である。
- 55.22μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν;
μὴ+直説法現在による疑問文。否定的な返答(「まさかあてずっぽうに言っているとは思われないだろう」)を期待・誘導する修辞的疑問文である。
