← ディオン・クリュソストモス

弁論集

§43.7-43.12

告発者の意図への反論とソクラテスの前例

弁論者は法廷活動から退いている理由と自身を排除しようとする告発者たちの意図を述べ、不当に処刑されたソクラテスを引き合いに出しながら、自分に向けられた悪意ある架空の罪状を列挙して市民たちの前で堂々と弁明する決意を示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§43.7

ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε δι’ οὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες,1 ὅμοιος τῷ πρότερον, οἷος οὐκ ἔσται· πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μηδὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον ἢ συναλγοῦντα. καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον.2 ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς ὑμετέρας μετέλαβον.

私はそれ以外の訴訟では一度も弁論したことがなく、したがって誰に対しても何ら厄介な存在ではありません。しかし、彼らがそうするのは、一部の者たちが祈り求めるような、かつてと同様の好機(もっともそんな時代は二度と来ないでしょうが、万が一にも訪れたとして)が到来した折に、私が民衆のもとに居合わせず、誣告を受ける人々が取りなしをしてくれる者や共に苦しんでくれる者を持てないようにするためなのです。なぜなら、たとえそのような人々が今より多くいようと、現に多いとしても、私以上に発言する者は誰もいないからです。私は諸君に対して誰にも負けない直言の権利を持っております。というのも、私自身の幸福は諸君に譲り渡し、諸君の不幸は自ら分かち合ってきたからです。

§43.8

καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετ’ ἔχθρας τινῶν· ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν· οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους.3 οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα· ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δήμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ’ αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν.

そして今、私は旅立たねばなりません。以前のように誰もが私を愛し称賛してくれる心安らかな旅立ちではなく、一部の者たちの敵意を伴う旅立ちです。とはいえ、私自身は何の害も被っていません。彼らが私の牛や馬を奪い去ったことなど一度もないのですから。しかしながら、私は現状の事態を怪しんではおりません。というのも、私がしばしば言及するかのソクラテスも、三十人寡頭政の際には民衆のためにあらゆる手を尽くし、不正には一切加担せず、それどころかサラミスのレオンを捕縛するために三十人から遣わされたときにも従わず、寡頭支配者たちを公然と罵倒して、彼らは頑健で数の多い牛を引き継いでおきながら、数を減らし弱らせてしまう悪しき牛飼いに似ていると言い放ちました。

§43.9

ἀλλ’ ὅμως ὑπὸ τοῦ δήμου, δι’ ὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια· σχεδὸν αὐτὰ τἀναντία οἷς ἐποίει Σωκράτης.

それにもかかわらず、彼が自らの身を危険に晒してまで尽くしたその民衆が、のちに繁栄を取り戻した時、ソクラテスはある中傷者たちに誣告され、その民衆によって処刑されたのです。告発者はメレトスという名の、卑劣な中傷者でした。彼曰く、「ソクラテスは若者を腐敗させ、都市が崇める神々を敬わず、別の新しい神霊を導入して不正を働いている」と。これはソクラテスが実際に行っていたこととほぼ正反対のことでした。

§43.10

ἐτίμα τε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἢ ἀκόλαστος ἢ τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπ’ ἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων ἢ καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρ’ ἡμῖν.

なぜなら、彼は誰よりも神々を崇敬し、アポロンとアルテミスのために讃歌を作曲したほどであり、若者が堕落するのを防いだだけでなく、年長者たちに対しても、貪欲であったり放埒であったり、あるいは都市の公務を金儲けの種にして金銭と引き換えに罪人を放免したり、他人を誣告したり、租税の口実や兵士の徴募を口実に哀れな島民たちから略奪を働くような者がいれば――ちょうど今私たちの間でも一部の者が行っているように――彼らを非難し面責したからです。

§43.11

διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους. ἡ δ᾽ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τις, ὡς ἔοικεν· Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτ’ ἐν θυσίαις μήτ’ ἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγεμόνα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχὼν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα· συμπράττων δὲ καὶ νῦν ἅπαντα· τῷ τυραννήσαντι τοῦ ἔθνους, καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπ’ αὐτῷ κατασκευάζειν·

彼らはこのゆえにソクラテスを憎み、若者を腐敗させていると言い立てたのです。そして私に対する告発状は、どうやら人知れず企てられたもので、これより大規模で、ほぼ立派な(?)ものであります。「ディオンは不正を働いている。生贄においても讃歌においても神々を敬わず、祖伝の祭礼を破滅に追い込み、悪しき総督を唆して民衆を苦しめ、できる限り多くの者を追放し、一部の者を殺害に追い込んだ。高齢ゆえに逃れることも祖国を捨てることにも耐えられない彼らに、自ら死を選ぶほかない状況を作り出したからである。また今もなお、この属州を圧政で支配した者に全面的に協力し、彼が有利に戦い、力ずくで諸都市と民主政を手中に収めるよう、自分にできる限りの手はずを整えている。

§43.12

διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸς ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν, ἅ αἰσχύνομαι καθ̓ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος,4 ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.

さらに彼自身が告発者として立ち塞がり、自らの言葉と舌をもって市民たちや地域住民に対して不法を働き、民衆をも腐敗させ、恥ずかしくて一々口にできないような数々の悪行を行っている。そして若者にとっても年長者にとっても、怠惰と贅沢と不実の悪しき手本となっている。また、かつて行われた悪行を誰からも追及されず、憎悪と陰謀を忘れさせるために、民衆を買収している」。さあ、プルサの市民諸君、私はこれらに対して弁明いたしましょう。そして諸君がそれを聞いたうえでそう望むなら、私に有罪票を投じるがよいでしょう。実際、アテナイ人たちもソクラテスの言論を聞いたうえで、有罪票を投じたのですから。

構文注4 件
  1. 43.7ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες

    文頭の ἀλλ’ ἵνα は主節動詞(「彼らはこれを行っている」等)を省略した楕円構文であり、前段落末尾の「彼らが私の滞在を重荷に思っている」理由・目的に接続する。文脈上、対立者たちが弁論者を追放・中傷しようとする真の狙い(万一の危機の際に民衆を助ける者がいなくなること)を暴く目的節。

  2. 43.7οὐδεὶς ἐμοῦ φήσει μᾶλλον

    φήσει は φημί の未来形。「誰も私以上に(民衆のために、あるいは率直に)語ることはないだろう」の意。前後の παρρησία(直言)の文脈と連動し、民衆の弁護者としての発言力を示す。

  3. 43.8οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους

    ホメロス『イリアス』第1巻154行(アキレウスのトロイア人に対する発言)の直接引用。弁論者はこの叙事詩の成句を引くことで、告発者たちが自分に個人的な実害(財産の強奪など)を与えたわけではないことを皮肉かつ格調高く表現している。

  4. 43.11Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν... δεκάζων δὲ τὸ πλῆθος

    ソクラテスに対する告発状(Ἀδικεῖ Σωκράτης...)を模した架空の告発文の構文。主動詞 Ἀδικεῖ に続き、分詞句(μὴ τιμῶν, καταλύων, ἀναπείσας, συμπράττων, διαφθείρων, παρανομῶν, παρέχων, δεκάζων)が μέν... δέ や καί で結ばれながら延々と並列され、告発理由(犯罪事実)の重畳をパロディ的に構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:43.7-43.12