← ディオン・クリュソストモス

弁論集

§4.85-4.94

守護神の擬人化と財を偏愛する霊の姿

ディオゲネスは、職人が自然の事物を人の姿に写すのと同様に、言論において三つの生き方の守護神を擬人化して描き出すことを提案し、まず第一に金銭を偏愛する守護神の陰鬱で貪欲な姿形と性格を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.85

φέρε οὖν καθάπερ οἱ κομψοὶ τῶν δημιουργῶν ἐπὶ πάντα ἔμβραχυ φέρουσι τὴν αὑτῶν ἐπίνοιαν καὶ τέχνην, οὐ μόνον τὰς τῶν θεῶν ἀπομιμούμενοι φύσεις ἀνθρωπίνοις εἴδεσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον, ποταμούς τε ἐνίοτε γράφοντες ἀνδράσιν ὁμοίους καὶ κρήνας ἔν τισι γυναικείοις εἴδεσι, νήσους τε καὶ πόλεις καὶ τὰ ἄλλα μικροῦ δεῖν ξύμπαντα, ὁποῖον καὶ Ὅμηρος ἐτόλμησεν ἐπιδεῖξαι Σκάμανδρον φθεγγόμενον ὑπὸ τῇ δίνῃ, κἀκεῖνοι φωνὰς μὲν οὐκ ἔχουσι προσθεῖναι τοῖς εἰδώλοις, εἴδη δὲ οἰκεῖα καὶ σημεῖα ἀπὸ τῆς φύσεως, οἷον τοὺς ποταμοὺς κατακειμένους γυμνοὺς τὸ πλέον, γένειον πολὺ καθεικότας, μυρίκην ἢ κάλαμον ἐστεφανωμένους·

さあ、巧みな職人たちが自らの構想と技術をほぼ万物に及ぼし、神々の本性を人間の姿に模倣するだけでなく、他の個々のものも模倣し、時には川を男に似せて描き、泉を女の姿に描き、島や都市、その他ほとんどすべてのものを描くように、そしてホメロスも渦巻の下で声を上げるスカマンドロス川をあえて描き出したように、また彼らは偶像に声を付け加えることはできないものの、自然から相応しい姿や徴を与え、たとえば川であれば多くは裸で横たわり、豊かな髭を垂らし、ギョリュウや葦の冠を戴いているように描く。

§4.87

οὐκοῦν καὶ ἡμεῖς μὴ χείρους μηδὲ φαυλότεροι περὶ τοὺς λόγους φανῶμεν ἢ ἐκεῖνοι περὶ τὰς αὑτῶν τέχνας, τῷ πλάττειν καὶ ἀφομοιοῦν τοὺς τρόπους τοῦ τριπλοῦ δαίμονος τῶν τριῶν βίων, τὴν ἐναντίαν ἕξιν καὶ ἀντίστροφον ἐπιδεικνύμενοι τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς.1

それなら我々も、これら三つの生き方に対応する三重の守護神の性格を言葉で形づくり似姿を与えることにおいて、彼らの技術と比べ、言論に関して劣った者、拙い者として現れないようにしようではないか。いわゆる観相学者たちの経験や占いとは正反対の、裏返しのあり方を示しながら。

§4.88

οἱ μὲν γὰρ ἀπὸ τῆς μορφῆς καὶ τοῦ εἴδους τὸ ἦθος γιγνώσκουσι καὶ ἀπαγγέλλουσιν, ἡμεῖς δὲ ἀπὸ τῶν ἠθῶν καὶ τῶν ἔργων χαρακτῆρα καὶ μορφὴν ἀξίαν ἐκείνων σπάσωμεν, εἰ ἄρα μᾶλλον ἅψασθαι δυνησόμεθα τῶν πολλῶν καὶ φαυλοτέρων·

というのも、彼らは形貌や容姿から性格を認識して告げるが、我々はもし大衆や劣った者たちの心をより強く捉えることができるのなら、性格や行為からそれにふさわしい特徴と形貌を導き出そうとするからである。

§4.89

πρὸς τὸ ἀποδεῖξαι τὴν τῶν βίων ἀτοπίαν οὐδὲν ἄσχημον ὂν οὐδὲ νεμεσητὸν2 καὶ ποιηταῖς παραβαλλομένους καὶ χειροτέχναις καὶ καθαρταῖς, εἰ δέοι, σπεύδειν πανταχόθεν εἰκόνας καὶ παραδείγματα πορίζοντας, ἄν πως ἰσχύσωμεν ἀποτρέψαι κακίας καὶ ἀπάτης καὶ πονηρῶν ἐπιθυμιῶν, εἰς ἀρετῆς δὲ φιλίαν προαγαγεῖν καὶ ἔρωτα ζωῆς ἀμείνονος·

生き方の奇矯さを示すためには、詩人や職人や、必要とあれば清めの術士たちと自らを比べ、あらゆる場所から似姿や実例を調達することに励み、どうにかして悪徳や欺瞞や邪悪な欲望から人々を遠ざけ、徳への親愛とより善き生への憧憬へと導くことができるなら、いささかも見苦しいことでも責められるべきことでもない。

§4.90

ἢ ὡς εἰώθασιν ἔνιοι τῶν περὶ τὰς τελετὰς καὶ τὰ καθάρσια, μῆνιν Ἑκάτης ἱλασκόμενοί τε καὶ ἐξάντη φάσκοντες ποιήσειν, ἔπειτα οἶμαι φάσματα πολλὰ καὶ ποικίλα πρὸ τῶν καθαρμῶν ἐξηγούμενοι καὶ ἐπιδεικνύντες, ἅ φασιν ἐπιπέμπειν χολουμένην τὴν θεόν.

あるいは、秘儀や清めの儀式に携わる者たちの一部が、ヘカテの怒りを宥め、災厄を払うことができると称し、次いで思うに、女神が怒って送りつけるとされる数々の多様な幻影を、清めの儀式に先立って解き明かし提示してみせるように。

§4.91

εἶεν· ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν3 ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοι κληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος, ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν, πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόν τε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους,4 τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν.

よろしい。まず愛財の守護神は、金や銀、土地、家畜、共同住宅、そしてあらゆる財産の愛好者である。腕の拙くない職人の手にかかれば、見劣りのする卑屈な身なりをし、見るからに陰鬱で曇った表情に形づくられるのではなかろうか。薄汚れて垢じみ、子や親も祖国も愛さず、財産以外のいかなる血縁も認めず、神々についても、多くの巨大な財宝を示してくれたり、親族や身内の死を示して遺産を相続できるようにしてくれたりしない限り、何の役にも立たないものと見なし、祭礼をただの損失で無駄な浪費と考え、笑うことも微笑むこともなく、あらゆる者を疑いの目で見つめ、有害と見なし、誰一人信用せず、貪欲な眼差しをし、自らの財産か他人の財産を計算して常に指を動かしており、その他のことに関しては無感覚で無教養、教育や学問を嘲笑している。ただし計算や契約に関することだけは別である。正当にも盲目と言われも書かれもする富の、さらに盲目な愛人であり、あらゆる所有物に狂奔して何一つ投げ捨てるべきでないと考え、磁石が自らに鉄を引き寄せると言われるようにするだけでなく、銅も鉛も引き寄せ、誰かが砂や石を与えても引き寄せ、いかなる場合もほとんど万事において、持たないことより持つことのほうが有益で優れていると考え、とりわけ貨幣の獲得については狂乱して没頭している。なぜなら貨幣は実に最も速く最も費用をかけずに前進し、昼も夜も歩みを進めて思うに月の運行すら追い越すからである。人々の反感や憎悪や悪口などは少しも考慮せず、さらに他の財産には何らかの外面の飾りや手入れが伴うのに対し、銀の貨幣には富の力が最も凝縮されていると考えているのである。

構文注4 件
  1. 4.87τῆς τῶν λεγομένων φυσιογνωμόνων ἐμπειρίας καὶ μαντικῆς

    形容詞 ἐναντίαν および ἀντίστροφον に導かれる比較・対照を表す属格。「〜とは反対の・裏返しの」の意。観相家たちが外見から内面(性格)を推し量るのに対し、ここでは内面(性格・行為)から外見を導き出すという対比を成している。

  2. 4.89οὐδὲν ἄσχημον ὂν οὐδὲ νεμεσητὸν

    非人称的分詞を用いた絶対対格(accusative absolute)構文。「何ら不都合でも非難されるべきことでもないゆえに/ないとしても」の意で、後続の不定詞 σπεύδειν を伴う主節構造にかかり、その行動の妥当性を弁明する理由・付帯状況を示す。

  3. 4.91ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν

    慣用句 ὅ τι μή(「〜を除いては」「〜でない限りは」)を用いた除外条件節。直前の πλέον οὐδὲν εἶναι(何の役にも立たない、何の価値もない)を限定し、神々が財宝や遺産をもたらす場合以外は一切無価値と見なす極端な功利主義・無神性を表す。

  4. 4.93σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους

    中性単数分詞 προβαῖνον および φθάνον は、先行する τοῦ ἀργυρίου(銀貨・貨幣)から補われる πρόεισι の主語(τὸ ἀργύριον)に一致する(あるいは利息 τόκος の概念を念頭に置いた銀貨の自律的増殖を描く)。昼夜を問わず利息を生み、月利の満期(月の運行)をも先回りして急速に増殖する貨幣の運動を動的に描写している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.85-4.94