- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:4.1-4.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は、至高の権力者アレクサンドロスと無一物の哲学者ディオゲネスの有名な会見について語り始めるにあたり、名誉を極限まで渇望したアレクサンドロスが、なぜ自足と不屈の気概を誇るディオゲネスを意識し、会談を望むに至ったのか、その内面的な動機を詳述する。
φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν.1 ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενος οὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν.
人々が語るところによれば、かつてアレクサンドロスは、まったく暇のない身でありながら、大いに暇を愉しんでいたディオゲネスに出会ったという。というのも、一方はマケドニア人および他の多くの民の王であり、他方はシノペからの追放者だったからである。この出来事を多くの人々が語り、書き記しているが、彼らがアレクサンドロスを劣らず賛美し称賛するのは、これほど多くの民を統治し、当時の最大の権力を持ちながらも、分別があり耐え忍ぶ力のある貧しい男との交わりを侮らなかったからである。
οἱ γὰρ ἄνθρωποι χαίρουσι φύσει πάντες τιμωμένην ὁρῶντες φρόνησιν ὑπὸ τῆς μεγίστης ἐξουσίας τε καὶ δυνάμεως, ὥστε οὐ μόνον τἀληθῆ διηγοῦνται περὶ τῶν τοιούτων, ἀλλὰ καὶ αὐτοὶ πλάττουσιν ὑπερβάλλοντες, προσέτι καὶ τἄλλα ἀφαιρούμενοι τῶν φρονίμων, οἷον χρήματα καὶ τιμὰς καὶ τὴν τοῦ σώματος δύναμιν, ὅπως διὰ μόνην δόξωσι τιμᾶσθαι τὴν ξύνεσιν.
なぜなら、人間は誰しも、最大の権力と力によって思慮が尊ばれるのを見るのを生まれつき喜ぶため、こうしたことについて真実を語るだけでなく、誇張して自ら作り話さえし、さらに思慮ある者たちから富や名誉、肉体の力といった他のあらゆるものを剥ぎ取って、もっぱら知力のみによって尊ばれているように見せかけようとするからである。
ὡς δὲ εἰκὸς ἐκείνοις γενέσθαι τὴν ξυνουσίαν, εἴποιμʼ ἄν, ἐπειδὴ καὶ τυγχάνομεν σχολὴν ἄγοντες ἀπὸ τῶν ἄλλων πραγμάτων.
彼らの出会いがどのようなものであったと思われるか、私たちもちょうど他の仕事から離れて暇を得ていることでもあるし、語ってみることにしよう。
ἦν μὲν γάρ, ὥς φασιν, ὁ Ἀλέξανδρος ἀνθρώπων φιλοτιμότατος καὶ μάλιστα δόξης ἐραστὴς καὶ τοῦ καταλιπεῖν ὡς μέγιστον αὑτοῦ ὄνομα ἐν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, καὶ ἐπεθύμει γε τιμᾶσθαι σχεδὸν οὐχ ὑπὸ τῶν ἀνθρώπων μόνον πανταχοῦ, ἀλλʼ εἴ πως δυνατὸν ἦν, ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἐν τοῖς ὄρεσι θηρίων.
伝えられるところによれば、アレクサンドロスは人間の中で最も名誉を重んじ、誰よりも名声を渇望し、すべてのギリシア人と異民族の間に自らの名をできる限り偉大に残すことを望んでおり、いわば至る所で人間に限らず、もし可能であるならば、鳥たちや山々の野獣にさえ尊ばれることを熱望していた。
τῶν μὲν οὖν ἄλλων πάντων κατεφρόνει καὶ οὐδένα ᾤετο ἀξιόμαχον αὑτῷ περὶ τούτου τοῦ πράγματος, οὔτε τὸν Πέρσην οὔτε τὸν Σκύθην οὔτε τὸν Ἰνδὸν οὔτε ἐν τοῖς Ἕλλησιν οὐδένα οὔτε ἄνδρα οὔτε πόλιν.
それゆえ、彼は他のすべての者を軽蔑し、この事柄に関して自分と張り合える者など、ペルシア人もスキタイ人もインド人も、ギリシア人の中のいかなる男も都市も、一人もいないと考えていた。
ᾐσθάνετο γὰρ ὅτι μικροῦ διεφθαρμένοι πάντες εἰσὶ τὰς ψυχὰς ὑπὸ τρυφῆς καὶ ἀργίας καὶ τοῦ κερδαίνειν καὶ ἡδονῆς ἥττονες. περὶ Διογένους δὲ πυνθανόμενος τῶν τε λόγων οὓς ἔλεγεν καὶ τῶν ἔργων ἃ ἔπραττεν, καὶ ὅπως διήνεγκε τὴν φυγήν, ἐνίοτε μὲν κατεφρόνει τῆς τε πενίας τἀνδρὸς καὶ τῆς εὐτελείας, ἅτε νέος ὢν καὶ τραφεὶς ἐν βασιλικῷ τύφῳ, πολλάκις δὲ ἐθαύμαζε καὶ ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον2 καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης, ὅτι τοιοῦτος ὢν πᾶσι τοῖς Ἕλλησι γιγνώσκοιτο καὶ θαυμάζοιτο, καὶ οὐδεὶς ἠδύνατο τῶν ἄλλων οἷος ἐκεῖνος γενέσθαι τῇ φιλοτιμίᾳ·
というのも、彼は彼らのほぼ全員が贅沢と怠惰と利益の追求によって魂を腐敗させ、快楽に屈していることに気づいていたからである。しかしディオゲネスについて、その語る言葉や為す行動、そして追放をいかに耐え抜いたかを聞き及ぶと、彼は若く王者の傲慢の中で育てられたこともあって、時にはその男の貧困と質素さを軽蔑することもあったが、しばしば彼の勇敢さと忍耐強さ、とりわけその名声を賛嘆し羨望した。なぜなら、彼があのような身でありながらすべてのギリシア人に知られ称賛されており、他の誰も名誉心の点において彼のようにはなり得なかったからである。
καὶ ὅτι αὐτῷ μὲν ἔδει τῆς Μακεδόνων φάλαγγος καὶ τοῦ Θετταλῶν ἱππικοῦ καὶ Θρᾳκῶν καὶ Παιόνων καὶ ἄλλων πολλῶν, εἰ μέλλοι βαδίζειν ὅποι βούλοιτο καὶ τυγχάνειν ὧν ἐπιθυμοῖ· ὁ δὲ μόνος ἀπῄει πάνυ ἀσφαλῶς οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτός, ἔνθα αὐτῷ ἐδόκει· καὶ ὅτι αὐτὸς μὲν χρυσίου καὶ ἀργυρίου παμπόλλου ἐδεῖτο, ὥστε ἐπιτελέσαι τι ὧν ἐβούλετο· ἔτι δὲ εἰ μέλλοι πειθομένους ἕξειν Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, θεραπευτέον αὐτῷ τούς τε ἄρχοντας καὶ τὸν ἄλλον ὄχλον λόγοις τε καὶ δώροις πολλάκις· ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐδὲ τὸν τῶν Περσῶν τε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας.
また、自分自身は、行きたい場所へ進み望むものを手に入れようとするなら、マケドニアのファランクス、テッサリアの騎兵、トラキア人、パイオニア人、その他多くの軍勢を必要とするのに、ディオゲネスは昼だけでなく夜であっても、自らが心に決めた場所へ一人でまったく安全に出かけて行ったからであり、自分自身は、欲する事柄のいずれかを成し遂げるために夥しい金銀を必要とし、さらにはマケドニア人や他のギリシア人を従順にしておくためには、しばしば言葉と贈り物によって指導者たちや他の民衆の機嫌を取らねばならなかったのに対し、彼はいかなる人間にもへつらうことなく、すべての人に対して真実を語り、一ドラクマも所有していないのに望むとおりに行動し、企てた事柄で失敗することもなく、自らが最善で最も幸福だと考える生活をただ一人で送り、自らの貧困を引き換えにして〔アレクサンドロス〕の王権やペルシア人・メディア人の富を手に入れようとは決してしなかったからである。
διὰ ταῦτα δὴ δακνόμενος, εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο,3 τυχὸν δέ τι καὶ ὠφεληθήσεσθαι νομίζων ἀπὸ τῆς συνουσίας τἀνδρός, πάλαι μὲν ἐπεθύμει θεάσασθαι τὸν ἄνδρα καὶ συγγενέσθαι αὐτῷ·
このように平然と何煩うこともなく生きながら自分を凌駕し、その上自分に劣らず名高くなる者がいるのではないかという思いに苛まれ、またおそらくはその男との交わりから何らかの有益なものを得られるだろうとも考えて、アレクサンドロスは以前からこの男を目にし、彼と会談することを切望していたのである。
- 4.1οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν
対比的な修飾関係と緩叙法(litotes)の構造。対格分詞 οὐ πάνυ τι σχολάζοντα(まったく暇のない)は不定詞 συμβαλεῖν の意味上の主語 Ἀλέξανδρον に一致し、与格分詞 πολλὴν ἄγοντι σχολήν(大いに暇を過ごしている)は与格目的語 Διογένει に一致する。語根 σχολ- を共有する語句が、極度の多忙と絶対的な閑暇という二人の対照的な立場を交差的に際立たせている。
- 4.7ἐζηλοτύπει τῆς τε ἀνδρείας τοῦτον
感情を表す動詞 ἐζηλοτύπει(羨望した、妬んだ)の格支配。羨望の対象となる人物(ディオゲネス)は対格 τοῦτον で表され、羨望の原因・理由となる特質が属格(τῆς τε ἀνδρείας... καὶ τῆς καρτερίας, καὶ μάλιστα τῆς δόξης)で示されている。
- 4.11εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο
分詞 δακνόμενος(苛まれる、心を痛める)に導かれる間接疑問・懸念を表す節。直説法未来 διοίσει(凌駕するだろう)と希求法未来 ἔσοιτο(名高くなるだろう)が並列されている。過去の時称における間接話法の中で、前者は生々しい思考の直説法が保持され、後者は過去従属節の希求法に移行した構文交替(variatio)を示す。
