← ディオン・クリュソストモス

弁論集

§37.15-37.21

像の撤去の不当性とシュラクサイの前例

語り手は、アルゴー号の奉納された神聖なコリントスから像が自ら逃げるはずはなく、また歴史的に自由と正義を尊び僭主を憎んできたコリントス人が像を不当に撤去したとも信じがたいと論じ、シュラクサイにおける青銅像の裁判の故事を引き合いに出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37.15

ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν ὁ Ἰάσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, ὃ λέγουσιν Ὀρφέως εἶναι· "Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ’ ἀνέθηκεν Ἰάσων, Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν." ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθεοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς ὁ Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα;1

また船の競技も行われ、アルゴー号が勝利しました。その後、この船は航海することなく、イアソンがここでポセイドンに奉納し、オルペウスの作と言われる銘文を刻みました。 「我は船なるアルゴー、神へとイアソンが奉納せり、イストミアとネメアの松の葉にて冠を得たる〔我〕を。」 神々が競技を司り、半神たちが勝ち敗れ、アルゴー号が休息しているこの地より優れたいかなる場所を、ダイダロス自らが翼で飛んだとしても見出し得たでしょうか、ましてダイダロスの作品などはなおさらではありませんか。

§37.16

ἀλλ’ οὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθ’ ὅλως ἐμέλλησε· καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν2 μήτε κρίσεως προτεθείσης μήθ’ ὅλως αἰτίαν ἔχοντας ἐπενεγκεῖν. καὶ τοῦτο ἐπείσθη τις κατὰ Κορινθίων; ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν. ἢ γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθήνας ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες, πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναῖοι πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου3 καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες δὲ τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες; καὶ γὰρ Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν· ᾧ καὶ διέδειξαν οὐ φιλολάκωνες ὄντες, ἀλλ’ ἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι.

しかし像は逃走したわけでも、試みたわけでも、まったく企てたことさえありません。とすれば、コリントスの人々自身が、裁判にかけることもなく、そもそも申し立てるべき罪状を何ら持たないまま像を追放した、という結論しか残されません。しかしこのようなことを誰がコリントス人に対して信じるでしょうか。彼らの先祖は、全ギリシア人の中でもとりわけ正義を実践した人々ではありませんか。都市国家の僭主政を倒して民主政を打ち立て、アテナイを僭主たちから解放したのも彼らではありませんか。初めはヒッピアスから、後にはクレオメネスから解放し、その後アテナイ人自身がヒッピアスやイサゴラスのような振る舞いに手を染め、ギリシアの覇権的支配を確立しようとしたときには、真っ先にこれに気づき、最も深く憤り、他の者たちに対して自由の先達となり、この志向をアテナイ人に対してだけでなくラケダイモン人に対しても保持したではありませんか。実際、彼らはギリシアの共通の正義のために、テーバイやエリスの都市とともにラケダイモン人に立ち向かいました。これによって彼らは、親スパルタではなく、ただひたすら親ギリシアであり、正義を愛し、自由を愛し、悪を憎み、僭主を憎む者たちであることを示したのです。

§37.18

μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους. ἐν Σαλαμῖνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμῖνι· ὦ ξεῖν̓, εὔυδρόν ποτ’ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ’ ἄμμ’ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους ἱερὰν Ἑλλάδ’ ἱδρυσάμεθα.

というのも彼らはバルバロイを憎むこと甚だしく、テルモピュライにはラケダイモン人が三百人を派遣したまさにその時、自ら四百人を派遣したほどでした。サラミスにおいては抜群の功績を挙げ、勝利の立役者となりました。私はヘロドトスには耳を貸さず、墓標と、サラミスに葬られたコリントス人の戦死者たちに銘文を刻んだシモニデスに耳を傾けます。「見知らぬ人よ、我らはかつて水の豊かなコリントスの都に住まいしが、今はアイアースの島サラミスが我らを抱く。フェニキアの船とペルシア人、メディア人を易々と打ち破り、我らは神聖なるギリシアを建て直せり。」

§37.19

ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον· οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον. ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων. ἦν δ’ ἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον· ἀλλ’ ὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδ’ ἐξήλαυνε.

またシモニデスには、将軍その人のための特別な別の銘文もあります。「これぞその献策によりギリシアが自由の冠を戴きしかのアデイマントスの墓なり。」さらに彼らはシチリアをバルバロイから、シュラクサイを僭主たちから解放しました。コリントスにおいて、いかなる権力も持たないディオニュシオスの姿を見ることは最も美しい光景でありましたが、それにもかかわらず、彼に対してさえ誰も不正を働かず、追放も放逐もしませんでした。

§37.20

τὸ δ’ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; οὐ μὲν οὖν στρόβιλος ἢ πρηστὴρ ἢ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δ’ ἔστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαι — ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι· Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα·4

では、都市の奉納品を誰が覆したのでしょうか。突風や暴風、あるいは雷火が落ちて大地を揺るがし雷撃を浴びせかけたわけでもありません。もしシュラクサイで起こったと言われるような、彫像に対する裁判というものがあるならば――その次第を、話のついでに語ることを私はためらいません。あなた方の植民都市であるシュラクサイの人々において、カルタゴ人やシチリア・イタリアに住む他のバルバロイとの度重なる戦争のなかで、青銅と貨幣が底をつきました。

§37.21

ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας ʽοἱ δὲ πολλοὶ ἦσαν παρ’ αὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ· καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους· οἱ δ’ ἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων —

そこで彼らは、僭主たちの彫像(彼らのもとでは多数が青銅で作られていました)を、どれが鋳潰されるに値し、どれが値しないかを裁く裁判を開いたうえで破砕することを議決しました。そしてこの裁判で生き残ったのは――これもお聞きください――デイノメネスの子ゲロンでした。他のすべての像は粉々に砕かれましたが、ただし年長のディオニュシオスの像のうち、ディオニュソスの姿をまとったものたちは別だったようですが――

構文注4 件
  1. 37.15οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα;

    οὐχ ὅτι は縮約された慣用表現(οὐ λέγω ὅτι の省略)で、「〜は言うまでもなく」「まして〜などはなおさら(あり得ない)」を表す。先行する αὐτὸς ὁ Δαίδαλος(ダイダロス本人ですら)と対比され、ダイダロスの作品ごときが立ち去る場所を見つけられるはずがないという否定の強調を導いている。

  2. 37.16καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν

    非人称動詞 καταλείπεται(〜という結論/可能性が残る)の主語として、対格不定詞構文(意味上の主語 αὐτοὺς τοὺς Κορινθίους + 不定詞 ἐκβαλεῖν + 目的語 αὐτόν)が取られている。前段で像自らの逃走の可能性を消去法で否定したことを受け、「残る唯一の帰結」を提示する論理構造。

  3. 37.17πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου

    属格 Ἱππίου καὶ Ἰσαγόρου は名詞 πρᾶγμα に係り、「ヒッピアスやイサゴラスの(ような)振る舞い/事業」を意味する所有・性質の属格。アテナイ人がかつての僭主たちと同じ覇権的・抑圧的な振る舞いを行おうとしたことを批判的に指している。

  4. 37.20Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ... ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα

    動詞 ἐπιλείπω は「(主語が)尽きる、底をつく」の意で、主語に事物(ὁ χαλκὸς καὶ τὸ νόμισμα)、不足を被る対象に対格(Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους)をとる構文。倒置によって被影響者(シュラクサイ人たち)が文頭に強調されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.15-37.21