← ディオン・クリュソストモス

弁論集

§36.29-36.35

宇宙の都市統治と詩人たちの不完全な神認識

語り手は、宇宙が「都市」に比喩されるのはその統一的統治と理性的秩序のゆえであり、最高神の王道政治に基づくものであると説く。さらに、古代の詩人たちが神を「父にして王」と呼んだのは完全な哲学の知解ではなく、秘儀の神殿の扉口でかすかに神性を感知したような不完全な霊感によるものだったと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§36.29

ταῦτα δὲ εἰπὼν πρὸς ἐκεῖνον οὐδὲν ἧττον ὑπεκίνουν καὶ ἀνεφερόμην τρόπον τινὰ ἀναμνησθεὶς Πλάτωνός τε καὶ Ὁμήρου. τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν·1 ἐναντίον γὰρ ἂν ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ἥν, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις·

彼に対してこのように言ったものの、私はプラトンとホメロスを思い起こして、やはりいささか心を奮い立たせ、高揚感を覚えていた。「さて、都市(ポリス)についての話は」と私は言った。「我々の側の者が宇宙を端的に都市であると表明しているのではない、と解されねばなりません。というのも、そのようなことは都市についての定義、すなわち先ほども申しましたように、人間たちの結合組織であるという定義と相反することになるからです。それと同時に、本来の意味で宇宙は生きものであると言っておきながら、そののちに都市であると主張することは、おそらく相応しくもなければ説得力もありません。

§36.30

τὸ γὰρ αὐτὸ πόλιν τε καὶ ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι2 διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν εὐκοσμίαν τῆς διοικήσεως.

というのも、同じものが都市であり同時に生きものであるなどとは、誰も容易には受け入れられないと思われるからです。しかし現今の秩序世界については、万物が植物や死すべき生きもの、不死の生きもの、さらには空気や土や水や火といった多種多様な形へと分かたれ区分されており、にもかかわらずこれらすべてにおいて一つであるものとして生まれつき、一つの魂と力によって統御されているとき、その内部において生起し消滅していくものの夥しさ、さらにはその統治の秩序と整然さのゆえに、人々はこれをある意味で都市になぞらえているのです。

§36.31

ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ ἀνθρώπειον γένος καὶ ἑνὶ λόγῳ περιλαβεῖν πᾶν τὸ λογικόν, κοινωνίας ἀρχὴν καὶ δικαιοσύνης μόνην ταύτην ἰσχυρὰν καὶ ἄλυτον εὑρίσκων. πόλις μὲν γὰρ δὴ κατὰ τοῦτο ἂν εἴη λεγομένη μὰ Δἴ οὐ φαύλων οὐδὲ μικρῶν τυχοῦσα ἡγεμόνων οὐδὲ ὑπὸ τυράννων τε καὶ δήμων καὶ δεκαρχιῶν δὴ καὶ ὀλιγαρχιῶν καί τινων ἄλλων τοιούτων ἀρρωστημάτων διαφορουμένη καὶ στασιάζουσα τὸν ἅπαντα χρόνον, ἀλλὰ τῇ σωφρονεστάτῃ καὶ ἀρίστῃ βασιλείᾳ κεκοσμημένη, τῷ ὄντι βασιλευομένη κατὰ νόμον μετὰ πάσης φιλίας καὶ ὁμονοίας·

そしてこの説は要するに、神的なものと人間という種族を調和させ、唯一のロゴスのもとにすべての理性的存在を包摂することを目指しているのであり、これのみが共同社会と正義の強固にして解きがたい根拠であると見出しているのです。したがってこの点に従って言われる都市とは、誓って言うが、拙劣でも取るに足らない指導者を持つものではなく、僭主や民衆、十人寡頭会や少数派支配、あるいはその種の何らかの病弊によって引き裂かれて絶えず内乱を繰り返すものでもありません。むしろ最も節度ある最善の王制によって秩序づけられ、すべての親愛と調和を伴って、真に法に従って王の治めるところとなっているのです。

§36.32

ὅπερ δὴ ὁ σοφώτατος καὶ πρεσβύτατος ἄρχων καὶ νομοθέτης ἅπασι προστάττει θνητοῖς καὶ ἀθανάτοις, ὁ τοῦ ξύμπαντος ἡγεμὼν οὐρανοῦ καὶ τῆς ὅλης δεσπότης οὐσίας, αὐτὸς οὕτως ἐξηγούμενος καὶ παράδειγμα παρέχων τὴν αὑτοῦ διοίκησιν τῆς εὐδαίμονος καὶ μακαρίας καταστάσεως· ὃν οἱ θεῖοι ποιηταὶ μαθόντες ἐκ Μουσῶν ὑμνοῦσιν ἅμα καὶ ὀνομάζουσι πατέρα θεῶν καὶ ἀνθρώπων.

まさにこれこそ、最も賢明にして最古の統治者にして立法者、すなわち全天の指導者であり全実体の主人である方が、すべての死すべき者と不死の者とに命じておられることであり、彼自身がこのように導き、自らの統治を幸いにして祝福された秩序の手本として提示しておられるのです。神的な詩人たちもムーサたちからこの方を学び、讃美するとともに、神々と人間の父と呼んでいます。

§36.33

κινδυνεύει γὰρ οὖν δὴ τὸ ποιητικὸν γένος οὐ πάνυ ἄστοχον εἶναι τῶν ἱερῶν λόγων οὐδὲ ἄπο στόχου φθέγγεσθαι τὰ τοιαῦτα πολλάκις, οὐ μέντοι οὐδὲ μεμυῆσθαι καθαρῶς κατὰ θεσμὸν καὶ νόμον τῶν μυουμένων οὐδὲ εἰδέναι τοῦ ξύμπαντος πέρι τῆς ἀληθείας σαφὲς οὐδέν, ὡς ἔπος εἰπεῖν· ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ’ ἔνδον παριοῦσιν. ὅθεν δὴ καὶ θεράποντας Μουσῶν αὑτοὺς ὀνομάζουσιν, οὐ μύστας οὐδὲ ἄλλο σεμνὸν ὄνομα.

というのも、詩人たちの種族は神聖な教えからまったく外れているわけでもなく、しばしばそのような事柄を的外れに口にしているわけでもないように見えますが、とはいえ入門儀礼を受ける者たちの掟や法に従って純粋に秘儀を授けられているわけでもなく、いわば宇宙の真実について明白なことは何一つ知らないのです。彼らはまさに、秘儀の儀礼において扉の外に仕える下僕のようなものであり、前庭を飾り、目に見える場所にある祭壇を整え、その他これに類することを用意するものの、決して内部へと入っていくことはありません。だからこそ彼らは自らをムーサたちの仕え人(テラポーン)と呼び、秘儀参入者(ミュステース)や他の尊厳ある名で呼ぶことはないのです。

§36.34

οὐκοῦν, ὡς ἔφην, τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαί3 τινος, ἤτοι ῥήματος ἐκβοηθέντος ἑνὸς μυστικοῦ ἢ πυρὸς ὑπερφανέντος, καὶ τοῖς ποιηταῖς ἐνίοτε, λέγω δὲ τοῖς πάνυ ἀρχαίοις, φωνή τις ἐκ Μουσῶν ἀφίκετο βραχεῖα καί πού τις ἐπίπνοια θείας φύσεώς τε καὶ ἀληθείας, καθάπερ αὐγὴ πυρὸς ἐξ ἀφανοῦς λάμψαντος· ἃ ἔπασχον ἐκ Μουσῶν καὶ κατείχοντο Ὅμηρός τε καὶ Ἡσίοδος.

したがって、私が言ったように、ある秘儀の入口近くで行き来している者たちが、内部の出来事のある程度を、叫ばれた一つの秘め言葉であれ、高く現れた炎であれ察知するのがもっともであるのと同様に、詩人たち――私が言うのは極めて古代の詩人たちのことですが――にも、時折ムーサたちから短い声が届き、神的な本性と真理の霊感がどこからか、隠れた場所から輝き出た火の閃光のように届いたのです。これこそが、ホメロスやヘシオドスがムーサたちから被り、取り憑かれていたものでした。

§36.35

οἱ δὲ μετ’ ἐκείνους ὕστερον ἐπὶ σκηνὰς καὶ θέατρα τὴν αὑτῶν σοφίαν ἀγαγόντες ἀμύητοι ἀμυήτοις πολλάκις ἐξέφερον ἀτελῆ παραδείγματα ὀργίων· θαυμαζόμενοι δὲ ὑπὸ τῶν πολλῶν ἐπεχείρουν αὐτοὶ τελεῖν τὸν ὄχλον, τῷ ὄντι βακχείων τινὰς σκηνὰς ἀκαλύπτους πηξάμενοι ἔν τισι τραγικαῖς τριόδοις. οὗτοι δ’ οὖν πάντες οἱ ποιηταὶ κατὰ ταὐτὰ τὸν πρῶτον καὶ μέγιστον θεὸν πατέρα καλοῦσι συλλήβδην ἅπαντος τοῦ λογικοῦ γένους καὶ δὴ καὶ βασιλέα.

しかし彼らののちに、後世になって自らの知恵を舞台や劇場へと持ち込んだ者たちは、自ら秘儀を受けてもいないのに、秘儀を受けていない者たちに対して未完成な儀礼の模倣をしばしば公に示しました。そして大衆から賞賛されると、彼ら自身が群衆を秘儀に導こうと企て、実に、悲劇の辻々で、覆いのないバッコス祭の小屋を設営したのです。ともあれ、これらすべての詩人たちは同様に、最初の最も大いなる神を、すべての理性的種族をひっくるめた父、さらには王と呼んでいるのです。

構文注3 件
  1. 36.29ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν

    従属接続詞 ὡς に属格絶対(τῶν ἡμετέρων ... ἀποφαινομένων)が後続し、「我々の側の者たち(哲学者たち)が宇宙を端的に都市であると表明しているのではない、という前提で」という主観的理由または了解事項を表す。τῶν ἡμετέρων は「我々に属する人々(ストア派哲学者たち)」を指す名詞的用法の男性複数属格で、ἀποφαινομένων の意味上の主語。τὸν κόσμον が対格補語 πόλιν を伴う二重対格構造をなしている。

  2. 36.30ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν ... ἁμῃγέπῃ πόλει προσεικάζουσι

    文頭の目的語対格 τὴν νῦν διακόσμησιν が、長い時間従属節(ὁπηνίκα...)および分詞句(ἓν ... πεφυκός, διεπόμενον)によって主動詞 προσεικάζουσι から大きく離隔されている構造(hyperbaton)。文の基本骨格は「しかし、〜であるとき、現今の秩序世界(τὴν νῦν διακόσμησιν)を人々はある意味で都市になぞらえている(πόλει προσεικάζουσι)」である。

  3. 36.34τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαι

    非人称形容詞 εἰκός([ἐστί])が対格不定詞構文(τούς ... ἀναστρεφομένους ... αἰσθάνεσθαι)を支配している。後続の καὶ τοῖς ποιηταῖς ... φωνή τις ... ἀφίκετο と τε ... καί によって呼応し、「秘儀の入口近くを徘徊する者たちが〜を感知するのが自然であるのと同様に、詩人たちにも〜が届いた」という比較・類推の骨格を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.29-36.35