← ディオン・クリュソストモス

弁論集

§34.40-34.45

支配者への対応と隣邦マロスとの融和の勧め

弁者はローマ総督に対して実効性のない脅しを慎み、告発に足る不正と忍ぶべき負担とを弁えるよう諭すとともに、隣邦マロスとの土地境界争いにおいても些末な利害を巡る対立を排し、寛大さと和睦の精神をもって臨むことが都市の真の威信につながると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.40

ἐκεῖνο μέντοι καθόλου λέγω, τὴν τοιαύτην ἀνάτασιν μηδαμῶς συμφέρειν, καθʼ ἣν οὐδὲν ποιῆσαι διεγνωκότες εἰς ὑποψίαν ἔρχεσθε τοῖς ἡγεμόσιν· ἀλλʼ ὃν μὲν ἂν κρίνητε ἐξαιρήσεσθαι καὶ δοκῇ τοιαῦτα ἀδικεῖν, ὥστε παραπέμψαι μὴ συμφέρειν, τοῦτον ὡς ἐξελέγξοντες παρασκευάζεσθε, καὶ τὴν γνώμην εὐθὺς ἔχετε ὡς πρὸς ἐχθρὸν καὶ ἐπιβουλεύοντα ὑμῖν. περὶ οὗ δʼ ἂν ἄλλως προνοῆτε μηδὲν ἢ μὴ μεγάλα ἁμαρτάνειν ἢ διʼ ἣν δήποτε αἰτίαν μὴ νομίζητε ἐπιτήδειον εἶναι, τοῦτον μηδὲ ἐρεθίζετε μηδὲ εἰς ὀργὴν κατὰ τῆς πόλεως ἄγετε·

しかしながら私が概して申し上げたいのは、何らの行動も起こす決断をしていないのに支配者たちから疑惑の目を向けられるような、そうした威嚇の姿勢をとることは決して得策ではないということです。むしろ、排除することを決断し、見過ごすことがもはや利益にならないほどの不正を行っていると思われる人物に対しては、その罪状を徹底的に糾弾する備えを固め、直ちに自分たちに悪意を抱く敵に対するかのごとき覚悟を抱くべきです。他方、何の過ちも犯していないか、重大な過ちは犯していないと見なしている者や、いかなる理由であれ告発に値しないと判断する者については、その者を決して刺激せず、都市に対する怒りを抱かせることのないようにすべきなのです。

§34.41

ὥσπερ οἶμαι τὰ βάρη ταῦτʼ, ἂν μὲν σφόδρα πιέζῃ καὶ ἀνέχεσθαι μὴ δυνώμεθα, ζητοῦμεν ὡς τάχιστα ἀπορρῖψαι, μετρίως δὲ ἐνοχλούμενοι καὶ ὁρῶντες ἀνάγκην οὖσαν φέρειν ἢ τοῦτο ἢ μεῖζον ἕτερον, σκοποῦμεν ὡς κουφότατα ἐπέσται. ταῦτά ἐστι σωφρονούσης πόλεως. οὕτως καὶ ἀγαπήσουσιν ὑμᾶς οἱ πλείους καὶ φοβήσεταί τις ἀδικεῖν, καὶ οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν,1 ὁρμῇ τινι καὶ φορᾷ χρώμενον.

それはあたかも、荷物がひどく重く耐えられない場合には可及的速やかに投げ捨てようとするのに対し、適度の重さに煩わされ、これかさもなくば別のさらに重い荷を担ぐほかないと悟る場合には、いかにして最も軽く背負えるかを思案するようなものだと考えます。これこそが分別の備わった都市のあり方です。そうしてこそ大半の支配者たちからも敬愛され、誰しも不正を行うことを恐れるようになり、あなたがたが激情と衝動に任せて動く不当な大衆や分別のない群衆であると見なされることも決してないのです。

§34.42

τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ2 φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλʼ ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλο εἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν.

実際、現在の執政官が今行っていることは、たとえあなたがたが告発することを決断していたとしても、公然と反目し予告する時機がまだ到来していない以上、まったく無分別な行為であったことでしょう。しかし、市民の一人が危急の時に都市のために身を挺し、二代にわたる総督を立て続けに告発して輝かしい名声を得たと見なされたため、一般の人々は自分たちにもそのような行いが必要だと考えているのです。しかしこれは、ある医師が有益な薬の中に致死性の成分を一部調合しているのを見て、その調合の仕方や服用すべき分量も何も知らないまま、それを真似ようとする者のようなものです。したがって、最も重大な事柄をその場しのぎで処理し、望みさえすれば誰にでも都市の指導者になれると考えることは、そのような愚行と大差がないのです。

§34.43

ἐγὼ δʼ ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεις εἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγνωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε, τὸ φέρειν τὰ τοιαῦτα καὶ μὴ φιλονικεῖν, τοῦθʼ, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλως τε πρὸς τοσούτῳ καταδεεστέρους — οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε3 — μηδὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείας καὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντές τε καὶ παριέντες αὐτοῖς ὅ, τι ἂν ᾖ μέτριον. ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί μᾶλλον αἱρουμένους ἢ διαφέρεσθαι πρός τινας, οὕτω καὶ κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν.

私はマロス人や他の都市に対する関係について述べて、演説を終えることにいたしましょう。あなたがたも私の話に十分耐えてこられたように思われますから。そこで、これらの人々、すなわちマロス人に対してですが、彼らが道理に合わないことをしたとしても――現に彼らはそうしたのですが――、怒りを捨て、あなたがたに対して当然支払われるべきだと考えていた報復の権利を彼らに免除して、その争いについて決着をつけ、こうした事態に甘んじて争わないこと、これこそが、まさしくその通りであるように、偉大なことであり、あらゆる点において勝れた人間に、とりわけこれほど劣等な者たちを相手にする際にはふさわしいことであると考えてください――というのも、マロス人に対して弱腰であると見なされる恐れなど毛頭ないからです――、あなたがたを煽り立てる者たちに従うのではなく、むしろみずからが公平な裁定者となり、あらゆる敵意や自分たちへの贔屓を捨てて事態を入念に吟味し、争いや何としてでも優位に立とうとする執着から身を引くだけでなく、穏当な範囲であれば何であれ彼らに譲歩し受け入れて解決すべきなのです。私生活においても分別があり、誰かと争うよりは損害を被るほうを選ぶ人々をあなたがたが賞賛するように、公共の場においてもそのような都市が高名を得るのは当然のことだからです。

§34.45

αἱ μὲν οὖν θῖνες καὶ τὸ πρὸς τῇ λίμνῃ χωρίον οὐδενὸς ἄξια. τίς γάρ ἐστιν ἡ τούτων πρόσοδος ἢ λυσιτέλεια; τὸ μέντοι χρηστοὺς φαίνεσθαι καὶ μεγαλόφρονας οὐκ ἔστιν εἰπεῖν ὅσου νομίζεται δικαίως ἄξια. τὸ μὲν γὰρ ἁμιλλᾶσθαι πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ δικαιοσύνης καὶ ἀρετῆς καὶ τὸ φιλίας καὶ ὁμονοίας ἄρχειν καὶ τούτοις περιεῖναι τῶν ἄλλων καὶ κρατεῖν ἡ καλλίστη πασῶν νίκη καὶ ἀσφαλεστάτη. τὸ δʼ ἐξ ἅπαντος τρόπου ζητεῖν μαχομένους ὑπερέχειν ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν.4

実のところ、砂浜や湖畔の土地などは何の価値もありません。それらから何の収入や利益が得られるというのでしょうか。しかし、寛大で度量が大きいと見なされることの価値は、それが当然に値するものとして計り知れないほどです。あらゆる人々を相手に正義と徳において競い合い、親善と和睦を主導し、これらによって他者より卓越して優位に立つことこそが、すべての勝利の中で最も美しく、最も確固たるものだからです。あらゆる手段を尽くして争いによって優位に立とうとすることは、高潔な人間というよりは、むしろ闘鶏の類にふさわしいことなのです。

構文注4 件
  1. 34.41οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν

    οὐ μή に接続法(νομίσωσιν)が後続する二重否定構文で、未来に対する強い否定確信(「決して〜と見なされることはない」)を表す。主語は文脈上、ローマの支配者層を含む世人一般(πλείους / τις)。

  2. 34.42τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ

    ἦν ἄν は直説法過去を用いた反実仮想的表現(「無分別なことであったろう」)で、現在の執政官の振る舞いを非難している。後半の μηδέπω μέντοι καιρὸς ᾖ は接続法現在をとる譲歩・仮定節(あるいは接続法による限定節)で、「まだその時機でないとすれば」という現状の判断を挿入的に対比させている。

  3. 34.44οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε

    οὐκ ἔστι κίνδυνος μή に未来直説法(δόξετε)が続く構文で、恐れを表す表現に伴う接続詞 μή が直説法未来を取ることで、「〜と見なされる恐れなど毛頭ない」という確実な否定の予想を導いている。Μαλλωτῶν は比較の属格(ἀσθενέστεροι に係る)。

  4. 34.45ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν

    述語的属格(所有・特質の属格)構文で、「〜の特質である、〜に属する」を表す。前置された動詞的不定詞句 τὸ δʼ ... ζητεῖν ... ὑπερέχειν(「〜において優位に立とうとすること」)が主語であり、ἀλεκτρυόνων γενναίων(「血統の良い闘鶏」)と ἀνδρῶν(「真の人間」)が比較小辞 ἤπερ で対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.40-34.45