- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.39-33.44
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はタルソス市民特有の鼻息の悪習を去勢者やフェニキア人に比して激しく糾弾し、もし遠くから聞けば放埒な蛮族と見なされるだろうと警告する。そして聴衆の反発を予想しつつも、痛みを伴う治療を施す医者に自らを擬して、悪弊の糾弾を一切緩めないと宣言する。
ὁ δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων;οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δʼ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε ἢ τυμπανίζοντες, μηδὲν ὑμῖν ἐδόκει τοῦτʼ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν ἢ νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκούειν μὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; ἢ δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος;1
では、このような音は誰のものでしょうか。女男のものではありませんか。去勢された者たちのものではありませんか。もっとも、彼らでさえ常に誰に対しても出すわけではなく、彼ら特有の合言葉のようなものです。さあ、もしあなたがた全員が帯を締め上げて歩き回り、あるいはタンバリンを打ち鳴らしていたとしたら、これは何らひどいことではないとあなたがたには思われたでしょうか。もしあなたがたの都市に、他の都市のように高い城塞、あるいはそれどころか見下ろす山があり、そこへ登った者が個々の物音を明瞭に聞き取ることはできなくとも、全体の喧騒を聞き取れるとしたら、どのような音が立ち上ってくるとあなたがたは思われますか。調和においてと同様、より優勢な音が支配するのは明白ではありませんか。
εἰ δὲ ἐκ τῆς ἀκοῆς δέοι τεκμαίρεσθαι περὶ τῶν ἀνθρώπων, ὥσπερ Ὅμηρός φησι προσιόντα τὸν Ὀδυσσέα τῇ αὑτοῦ οἰκίᾳ μὴ περιμεῖναι θεάσασθαι τοὺς μνηστῆρας ἑστιωμένους, ἀλλʼ εὐθὺς εἰπεῖν πρὸς τὸν Εὔμαιον, ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε,2 "γιγνώσκειν ὅτι πολλοὶ ἐν αὐτῇ δαῖτα τίθενται·"
もし人について耳から推し量るべきだとすれば、それはちょうど、ホメロスが語るように、オデュッセウスが自らの館に近づいた際、求婚者たちが宴をしているのを目にするまで待つことなく、竪琴の調べが耳に届くや否や直ちにエウマイオスに向かって、「この中に多くの者が宴を設けているのが分かる」と言ったのと同じです。
καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖν ὅτι ποιμένων τινῶν ἐστιν ἡ χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις ἢ μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας ἢ Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν ἢ εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς.
また、キュクロプスたちの島から羊の鳴き声や彼ら自身の声を聞き、放牧しているのだろうからこの地は羊飼いたちのものだと察したのと同じです。さあ、もし誰かが遠くから響いてくる音によってあなたがたを推し量ったなら、どのような人間であり何をしていると思うでしょうか。あなたがたの言うようにアルゴス人の植民者と言うでしょうか、それともむしろかのアラドス人のそれと言うでしょうか。そしてギリシア人と言うでしょうか、それともフェニキア人のうちでも最も放埒な者たちと言うでしょうか。私としては、分別ある人にとっては、セイレンたちのそばを船で通りかかったときよりも、このような都市において耳に蝋を塗りたくることのほうがふさわしいと思います。なぜなら、前者の場合にあったのは死の危険ですが、後者の場合にあるのは放埒と侮辱、極度の堕落だからです。
καὶ πρόσεστιν οὐδεμία τέρψις οὐδʼ ἱστορία δήπου. πρότερον μὲν οὖν ἡ παραίνεσις τῶν ἀμεινόνων ἐκράτει, νῦν δʼ, ὡς ἔοικε, τῶν χειρόνων. θαυμάσαι δʼ ἄν τις τὴν αἰτίαν τοῦ ζηλοῦν αὐτὸ τοὺς πλείους ἐνθάδε καὶ συνηθέστερον ἀεὶ γίγνεσθαι προβαῖνον. ὥσπερ Ἰωνική τις ἐκράτησεν ἁρμονία καὶ Δώριος καὶ Φρύγιος ἄλλη καὶ Λύδιος· οὕτως νῦν ἡ τῶν Ἀραδίων κρατεῖ μουσική, καὶ τὰ Φοινίκων ὑμῖν κρούματα ἀρέσκει, καὶ τὸν ῥυθμὸν τοῦτον ἐξαιρέτως ἠγαπήκατε, ὥσπερ ἕτεροι τὸν σπονδεῖον·
そこには何の歓びも、言うまでもなく知見もありません。かつてはより優れた者たちの勧告が優勢でしたが、今はどうやら、より劣った者たちのそれが優勢のようです。ここで大半の者がそれを真似し、事態が進むにつれてますますそれが日常的になっている理由には、人は不思議に思うことでしょう。ちょうどイオニアの調式やドーリスの調式、また別のフリュギアやリュディアの調式が広まったように、今やアラドス人の音楽が支配し、フェニキア人の弾奏があなたがたのお気に召し、他の人々がスポンデイオス長歩格を愛好したように、あなたがたはこのリズムを格別に愛好しているのです。
ἢ καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶν — ἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανα — νῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ3 στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες.
あるいは、白鳥がその翼によって美妙な調べを奏でると言われるように、鼻によって音楽に長けた人間の種族が現れ、美声の鳥の如く道端でも酒宴の席でも互いを楽しませ合っているのでしょうか。竪琴も笛もまったく必要とせず――それらは昔のものであり、まだ粗削りで無骨な音楽の楽器にすぎず――今やバルビトンよりも優れ、より心地よい別のやり方が花開いているというわけです。それなら時が経てば、私たちは少年や乙女たちを入念に訓練した上で、この旋律に合わせて合唱隊を編成することになるでしょう。
ἀλλʼ ὅτι μὲν ἄχθεσθε ἀκούοντες σαφῶς οἶδα, καὶ προεῖπον ὅτι τοὺς λόγους ἀποδέξεσθε οὐχ ἡδέως. ὑμεῖς δʼ ἴσως με περὶ ἄστρων καὶ γῆς ἐδοκεῖτε διαλέξεσθαι. καὶ τινὲς μὲν ὑμῶν ὀργίζονται καί φασί με ὑβρίζειν τὴν πόλιν, τοὺς δὲ ταῦτα ποιοῦντας οὐκ αἰτιῶνται· τινὲς δὲ ἴσως καταγελῶσιν, εἰ περὶ μηδενὸς κρείττονος εὗρον εἰπεῖν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς ἰατροὺς ἔσθʼ ὅτε ἁπτομένους ὧν οὐκ ἂν ἤθελον, οὐχὶ τῶν καλλίστων τοῦ σώματος, καὶ πολλοὺς οἶδα τῶν θεραπευομένων ἀγανακτοῦντας, ὅταν ἅπτηται τοῦ πεπονθότος. ὁ δὲ πολλάκις ἀμύττει τοῦτο καὶ τέμνει βοῶντος.4 οὔκουν ἀνήσω περὶ τούτου λέγων, πρὶν ἂν σφόδρα δηχθῆτε. καίτοι πάνυ ἀσθενοῦς φαρμάκου τυγχάνετε τοῦ λόγου τούτου καὶ πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν.5
しかし、あなたがたがこれを聞いて苛立っていることは私にもはっきりと分かっており、この話を決して快くは受け入れないだろうと前もって申し上げておきました。あなたがたは、おそらく私が星や大地について論じるものと思っていたのでしょう。そして、あなたがたのうちのある者は怒り、私が都市を侮辱していると言いながら、実際にこのようなことを行っている者たちを非難しようとはしません。またある者は、私がもっと立派な論題を見つけられなかったのかと嘲笑っているかもしれません。しかし私が見るに、医者たちも時には望みもしない場所、身体の決して美しいとは言えない部分に触れることがあり、治療を受ける者の多くが、患部に触れられると憤慨するのも私は知っています。しかし医者は、患者が叫び声をあげていても、しばしばそこを引っ掻き、切開するのです。したがって私は、あなたがたが激しく刺し貫かれるまでは、このことについて語るのをやめはしないでしょう。もっともあなたがたは、この言論というきわめて弱い薬、当然受けるべき程度よりもはるかに軽いものを受けているにすぎないのですが。
- 33.39τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος
ἢ δῆλον ὅτι... に続く絶対属格構文。主節動詞相当の句(ここでは「音が立ち上ること」)が省略されており、「調和においてと同様、より優勢な音(多数を占める音)が支配して[その音が立ち上る]のは明白ではないか」という帰結・説明を表す。
- 33.40ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε
περιφέρω はここでは「(音が)耳を取り囲む、耳に届く」の意(『オデュッセイア』第17歌261–262行の言及)。接続詞 ὡς は時を表す接続詞(「〜するや否や」)として直説法アオリストとともに用いられ、竪琴の音が響いてきた瞬間にオデュッセウスが状況を悟ったことを示す。
- 33.43ὑπὸ τῷ μέλει τούτῳ
前置詞 ὑπό に与格が後続し、音楽・旋律の伴奏・合わせる調子を表す(「この旋律に合わせて/この調べのもとで」)。χοροὺς ἱστάναι(合唱隊を組織する・躍らせる)の伴奏音楽を指定する慣用的用法。
- 33.44βοῶντος
主語が明示されない独立属格分詞(現在能動態属格男性単数)。直前の文で複数対格(πολλοὺς... τῶν θεραπευομένων)および単数属格(τοῦ πεπονθότος)として言及された「治療を受ける患者」を意味上の主語として補い、「患者が叫び声をあげている最中でも」と解釈する。
- 33.44πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν
比較級+ἤ+κατά+対格の構文で、「〜の資格・値打ちに釣り合う以上に/不釣り合いなほどに」という比例的比較を表す。ここでは言論という薬が市民たちの悪行にふさわしい厳しい処罰・治療に比べて「遥かに軽微である/生ぬるい」ことを述べている。
