- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.15-33.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は贅沢と虚飾に慣れた聴衆が哲学の厳しい言葉を受け入れられないことをイソップ寓話の眼と蜂蜜の例引で戒め、アルキロコスやホメロスの詩句を引き合いに出して、都市の真の価値は外見の壮麗さや富ではなく内的な節度と知恵にあると説く。
ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ1 καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν, "αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν·" ἐπʼ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι· τί δὴ κινεῖτε τὸν τοιοῦτον ἢ τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον; οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους· ἀλλʼ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι.
しかし、贅沢と欺瞞が支配する場所にあって、いかに多くの恐ろしいことや困難なことがあり、すべてが敵や仇敵で満ちているかを見て取り、「みすぼらしい傷で我が身を打ちのめし、見窄らしいぼろ布を肩に掛け、下僕に身をやつし、贅沢にふける者たちの広街の都市へと潜入した」者が、周囲の者たちに何の害も与えず――オデュッセウスが求婚者たちに害を与えるためにそのような姿でやって来たのとは異なり――、それどころか人知れず何か善いことを成し遂げられないかと望んでいるというのに、なぜあなたがたはそのような者を刺激し、あるいはなぜあなたがたに扱いにくく荒々しい者として映るであろう演説者を挑発するのですか。というのも、あなたがたの耳は荒々しく厳しい言葉を受け入れるようには準備されていないからです。柔らかな平坦な土地で育った家畜の蹄が脆いように、追従と偽りの言葉の中で育った耳も同じようにひ弱なのです。
τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος· ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην.
それなら、なぜあなたがたは耐えられないようなことを熱心に聞こうとするのですか。実際、あなたがたはイソップが語った眼の経験と同じような目に遭っているのです。眼は自分たちを最も価値あるものと見なしていながら、口が他のもの、とりわけ最も甘いものである蜂蜜を味わっているのを見ました。そこで眼は憤慨し、人間に不平を言いました。しかし人間が眼に蜂蜜を注ぎ入れると、眼は刺すように痛んで涙を流し、蜂蜜を辛くて不快なものだと見なしたのです。ですから、あなたがたも眼が蜂蜜を求めるように、哲学からの言葉を味わおうと求めてはなりません。さもないと、思うにあなたがたも痛みを覚えて不快になり、おそらくそのようなものは決して哲学ではなく、悪口と害悪にすぎないと言うことになるでしょう。
ἡγεῖσθε μὲν γάρ, ὦ ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρʼ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις ἡ Ταρσὸς τῶν κατὰ Κιλικίαν. ὁ δὲ Ἀρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν· "οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον·" ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν δασύς.
というのも、男たちよ、あなたがたは大きな都市に住み、肥沃な土地を耕作し、生活必需品が自らのもとに極めて豊かに満ちあふれているのを目にし、この川が都市の真ん中を流れており、その上タルソスがキリキア地方の母都市であることから、自らを幸運で恵まれていると考えているからです。しかし、わたしがアポロンに気に入られたと述べたあのアルキロコスは、指揮官について論じてこのように言っています。 「我は大柄な指揮官を好まず、大股に歩く者も、巻き毛を誇る者も、綺麗に髭を剃り落とした者も好まぬ。」 そうではなく、「わしにとって、がに股で、しっかりと立ち、脛毛の濃い男であってほしい」と彼は言うのです。
μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ2 εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος· κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν· ἀλλʼ ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας.
ですから、彼が指揮官について語ったような者を好まず、指揮官の有用性を身体の大きさや髪にあると考えなかった一方で、川や公衆浴場や泉や柱廊、住宅の多さや大きさといったものに目を向けて都市を賞賛することなどあっただろうと思ってはなりません。これらはまさに髪や巻き毛に似ているからです。むしろわたしには、彼ならこれらよりも、岩の上にあろうとも節度をもって治められている小さく慎ましい都市を好んだであろうと思われます。
ἀλλὰ Ἀρχίλοχος μὲν οὕτως εἶπεν, Ὅμηρος δὲ πῶς; οὐχ ὁ μὲν Ὀδυσσεὺς νησιώτης ἦν οὐδὲ τῶν συμμέτρων νήσων· πόθεν; οὐδὲ τῶν ἐγκάρπων, ἀλλʼ ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν.3 ἀλλʼ ὅμως φησὶ τῇ τούτου βουλῇ τε καὶ γνώμῃ καὶ τὴν Τροίαν αἱρεθῆναι, τηλικαύτην πόλιν καὶ τοσούτων ἄρχουσαν, "ὅσσον Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων· " ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖν ὤνησεν αὐτοὺς ἢ τοῦ πλούτου τὸ μέγεθος ἢ τῶν ὑπηκόων ἢ τῶν συμμάχων τὸ πλῆθος ἢ τῶν πεδίων ἢ τῆς Ἴδης τὸ κάλλος ἢ τοῦ Σιμόεντος ἢ τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπʼ αὐτῆς ἐγείρεσθαι, τὴν δʼ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας.
アルキロコスはそのように語りましたが、ホメロスはどうでしょうか。オデュッセウスは島育ちの人間であり、しかも〔その島は〕ほどよい大きさの島ですらなかったではありませんか。それどころか、肥沃な島ですらなく、ホメロスがそれを賞賛しようとして「ヤギの放牧地」と呼んだだけの島でした。それにもかかわらず、彼の計略と思慮によってトロイアが落とされたとホメロスは語っています。あれほど巨大で、「上方に神々の座たるレスボスが内に囲み、背後にはフリュギア、果てしないヘレスポントスが囲むだけの地」を支配し、誰もが黄金に富み、青銅に富むと語り伝えていると彼が言う都市です。それでは、富の大きさも、臣民や同盟者の多さも、平野の美しさも、イダ山の美しさも、あるいはシモエイス川の、また不死のゼウスが生んだ渦巻くクサントス川の美しさも、彼らに何の役に立ったでしょうか。しかもホメロスは、郊外に実に見事な泉があり、一方は温かく極めて心地よい水で、そこから湯気さえ立ち上り、他方は夏でも氷のように冷たく、その結果、夏も冬もトロイアの美しい娘たちが難なく洗濯できた、と語っているにもかかわらずです。
- 33.15ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ
関係代名詞 ὅστις で導かれる節が長大な挿入(ホメロスの引用句や分詞構文)を経て、主節の τί δὴ κινεῖτε τὸν τοιοῦτον において τὸν τοιοῦτον として受け直される破格構文(アナコルートン)。文頭の ὅστις は実質的に τὸν τοιοῦτον の修飾要素として機能している。
- 33.18μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ
動詞 οἴεσθε の支配下にある対格不定詞構文において、μὲν ... δέ による対比がなされている。後半の πόλιν δʼ ἂν ἐπαινέσαι は ἄν と不定詞の組み合わせで、反実仮想または潜在的な帰結(「都市を賞賛したであろうと[思ってはならない]」)を表す。
- 33.19ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν
関係代名詞 ἣν(先行詞はイタケ島)と αἰγίβοτον の二重対格構文。「それを[単に]ヤギの放牧地と呼んだ」の意。θέλων は分詞で目的や意図(「賞賛しようと欲して」)を表す。
