← ディオン・クリュソストモス

弁論集

§33.1-33.7

見世物の弁論術への批判と病を治す真の医師

弁論者は、聴衆が華麗な弁論術や都市への賛辞を求めて自らのもとに集まっているのかと問いかけ、万物を語ると豪語する智者や見世物の医師と、真実を語り病を断つ真の医者とを対比する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§33.1

ἐγὼ θαυμάζω τί ποτʼ ἐστὶ τὸ ὑμέτερον καὶ τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε,1 πότερον εὐφώνους οἴεσθε εἶναι καὶ φθέγγεσθαι ἥδιον τῶν ἄλλων, ἔπειτα ὥσπερ ὀρνέων ποθεῖτε ἀκούειν μελῳδούντων ὑμῖν ἢ δύναμιν ἄλλην ἔχειν ἔν τε ὀνόμασι καὶ διανοήμασι δριμυτέρας τινὸς πειθοῦς καὶ τῷ ὄντι δεινῆς, ἣν καλεῖτε ῥητορικήν, ἔν τε ἀγοραῖς καὶ περὶ τὸ βῆμα δυναστεύουσαν, ἤ τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι2 καὶ δημόσιον ὕμνον τῆς πόλεως, περί τε Περσέως καὶ Ἡρακλέους καὶ τοῦ Ἀπόλλωνος τῆς τριαίνης καὶ περὶ χρησμῶν τῶν γενομένων, καὶ ὥς ἐστε Ἕλληνες καὶ Ἀργεῖοι καὶ ἔτι βελτίους, καὶ ἀρχηγοὺς ἔχετε ἥρωας καὶ ἡμιθέους, μᾶλλον δὲ Τιτᾶνας·

私は、いったいあなたがたの意図は何であり、何を期待して、あるいは何を望んで、そのような者たちがあなたがたと対話することを求めているのかと不思議に思っています。あなたがたは、彼らが美声であり他の者たちよりも甘美に声を出すと考えて、小鳥たちの歌声を聴きたがるかのようにあなたがたに歌ってくれるのを切望しているのでしょうか。それとも、言葉においても思想においても、鋭敏でまさに恐るべき或る説得の力――広場や演壇周辺で威を振るい、あなたがたが弁論術と呼ぶもの――を持っていると考えているのでしょうか。あるいは、自分たち自身についての何らかの称賛や、ペルセウスやヘラクレスやアポロの三叉矛について、また下された神託について、さらにはあなたがたがいかにギリシア人でありアルゴス人でありそれ以上のものであるか、そしていかに英雄たちや半神たち、さらにはティタンたちを祖先としてもっているかという、この都市の公の賛歌を聞くことになると思ってのことでしょうか。

§33.2

ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατʼ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπʼ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθʼ Ὅμηρον.ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως.

さらに思うに、この国土について、そこにある山々について、そしていかにすべての河川の中で最も恵み深く最も美しいか、またホメロスが言うようにそこから水を飲む者たちがいかに富裕で幸福であるかという、このキュドノス川についての称賛を聞くためでしょうか。これらは真実であり、あなたがたは詩人たちの韻文によっても、また称賛することをまさに自らの専業としている他の者たちによっても、これらを絶えず聞かされていますが、これには何か大きな準備と力が必要なのです。

§33.3

τί οὖν ἡμᾶς ἐλπίζετε ἐρεῖν; ἢ τί μάλιστα ἀκοῦσαι σπεύδετε παρὰ ἀνδρῶν οὐκ εὐτραπέλων οὐδὲ πρὸς χάριν ὁμιλεῖν εἰδότων οὐδὲ αἱμύλων οὐδὲ ὑπὸ τρυφῆς ἰόντων ἐπὶ τοὺς λόγους; ὅτι μὲν γὰρ οὐ χρήματα ἐλπίζοντες παρʼ ἡμῶν οὐδὲ ἄλλο τι δῶρον καὶ πάνυ ἐπίσταμαι. φέρε οὖν ἔγωγε εἴπω τὴν ἐμαυτοῦ ὑπόνοιαν.

それでは、あなたがたは私たちが何を語ることを期待しているのでしょうか。あるいは、気の利いた機知もなく、へつらって交わるすべも知らず、甘言も弄さず、贅沢に溺れて弁論に向かうこともないような男たちから、何をことのほか聞こうと急いでいるのでしょうか。あなたがたが私たちから金銭や他の何らかの贈り物を期待しているのではないことは、私も重々承知しています。さあ、私自身の推測を語ることにしましょう。

§33.4

δοκεῖτέ μοι πολλάκις ἀκηκοέναι θείων ἀνθρώπων, οἳ πάντα εἰδέναι φασὶ καὶ περὶ πάντων ἐρεῖν ᾗ διατέτακται καὶ τίνα ἔχει φύσιν, περί τε ἀνθρώπων καὶ δαιμόνων καὶ θεῶν, ἔτι δὲ γῆς καὶ οὐρανοῦ καὶ θαλάττης, καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ περὶ τοῦ σύμπαντος κόσμου, καὶ περὶ φθορᾶς καὶ γενέσεως καὶ μυρίων ἄλλων. ἔπειτʼ οἶμαι προσελθόντες ὑμῶν πυνθάνονται τί βούλεσθε αὐτοὺς εἰπεῖν καὶ περὶ τίνος, κατὰ τὸν Πίνδαρον, Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν ἢ Κάδμον· ὅ, τι δʼ ἂν ἀξιώσητε ὑμεῖς, ἔνθεν ἑλὼν ἄθρουν καὶ πολὺν ἀφήσει τὸν λόγον, ὥσπερ τι ῥεῦμα ἄφθονον ἐν αὐτῷ κατακεκλειμένον.

あなたがたは、あらゆることを知っており、あらゆることについて、それがいかに秩序づけられ、どのような本性を持っているかを語ると公言する神がかりな人々――人間たち、神霊たち、神々について、さらには大地、天、海について、太陽、月、その他の天体について、全宇宙について、生成と消滅、その他無数の事柄について語る人々――の話を幾度となく聞いたことがあるのだと私には思われます。そして思うに、彼らはやって来て、自分たちに何を、何について語ってほしいかを、ピンダロスに従えばイスメノスか、黄金の紡錘をもつメリアか、それともカドモスかと、あなたがたに尋ねるのです。そしてあなたがたが求めるものは何であれ、彼らはそこから端緒を捕らえて、内に閉じ込められていた豊かな奔流のように、一挙に大量の言葉を放ち出すのです。

§33.5

ἔπειθʼ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθʼ ἕκαστον ἢ ἀπιστεῖν ἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων,3 καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας· οὐδὲν ὠφελούμενοι θαυμάζετε ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους4 πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον.

そしてあなたがたはそれを聴きながら、個々の事柄を吟味したり知者に不信を抱いたりすることは下劣で場違いなことだと考え、ただ言葉の力強さと素早さに昂揚し、彼が一息にこれほどのおびただしい言葉を紡ぎ出すのを大いに喜んで、轡を外されて疾走する馬たちを見ている者たちと同じような状態に陥っています。何一つ益を得ていないにもかかわらず驚嘆し、素晴らしい所有物だと言うのです。もっとも、馬に乗って用いているのは、しばしばその主人ではなく、下等な奴隷であることが見受けられますが。

§33.6

ἡ μὲν οὖν τοιάδε ἀκρόασις θεωρία τις οὖσα καὶ πομπὴ παραπλήσιον ἔχει τι ταῖς ἐπιδείξεσι τῶν καλουμένων ἰατρῶν, οἳ προκαθίζοντες ἐν τῷ μέσῳ ξυμβολὰς ἄρθρων καὶ ὀστέων συνθέσεις καὶ παραθέσεις καὶ τοιαῦθʼ ἕτερα ἐπεξίασι, πόρους καὶ πνεύματα καὶ διηθήσεις. οἱ δὲ πολλοὶ κεχήνασι καὶ κεκήληνται τῶν παιδίων μᾶλλον. ὁ δʼ ἀληθὴς ἰατρὸς οὐκ ἔστι τοιοῦτος οὐδὲ οὕτως διαλέγεται τοῖς ὄντως δεομένοις· πόθεν; ἀλλὰ προσέταξε τί δεῖ ποιεῖν, καὶ φαγεῖν βουλόμενον ἢ πιεῖν ἐκώλυσε, καὶ λαβὼν ἔτεμεν ἀφεστηκός τι τοῦ σώματος.

さて、このような聴聞は、一種の観覧であり見世物であって、いわゆる医者たちの公開実演と似たところがあります。彼らは中央に座を占め、関節の連結や骨の結合や配置、その他同様の事柄、管や気息や浸透について論じ立てます。そして大衆は子どもたち以上に口を開けて魅了されているのです。しかし、本物の医者はそのような者ではありませんし、本当に治療を必要としている人々にそのように語りかけることもありません。とんでもないことです。むしろ何をなすべきかを命じ、食べたり飲んだりしたいと望む者を制止し、身体の壊死した部分をつかんで切除するのです。

§33.7

ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλʼ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν5 οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθʼ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες.

それゆえ、ちょうど病気の人々が集まり、次いで医者のもとへ押しかけて酒宴を開こうとし、痛飲することを要求したとしても、彼らにとって事態が期待どおりに運ぶことはなく、おそらくはそのもてなしに対して憤慨するであろうのと同様に、そのような人のもとに集まって話をするよう命じる大衆も、まったく同じ目に遭っているように私には思われます。彼らは明らかに真実の言葉を味わったことがなく、それゆえ心地よく快い何かを聞くことができると期待しているのです。

構文注5 件
  1. 33.1τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε

    分詞 προσδοκῶντες と βουλόμενοι は主動詞 ζητεῖτε に対する様態・理由を表し、不定詞 διαλέγεσθαι はその意味上の主語 τοὺς τοιούτους ἀνθρώπους を伴って ζητεῖτε の目的語を構成している(「そのような人々があなたがたに対話することを求めている」)。

  2. 33.1ἤ τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι

    前出の πότερον ... ἢ ... の並列連鎖に続く選言節。分詞 οἰόμενοι は前掲の προσδοκῶντες ἢ βουλόμενοι に並列し、未来不定詞 ἀκούσεσθαι(意味上の主語は οἰόμενοι と同一の二人称複数)を導く。καθʼ αὑτῶν は「自分たち自身についての」(再帰代名詞三人称複数形が二人称複数代名詞相当として用いられている)。

  3. 33.5ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων

    属格絶対構文。意味上の主語(当該の演説者・知者)が明示されず文脈から補われる。χαίρετε の感情の原因を示す副詞句的修飾として機能している。

  4. 33.5τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους

    ἰδεῖν ἔστιν は「見ることが可能である」(ἔστιν = ἔξεστιν)という非人称表現。χρωμένους は分詞構文で、知覚動詞 ἰδεῖν の補語として対格 τοὺς δεσπότας に一致し、「主人たちが馬を用いているのを見る」という意味をなす。与格 τοῖς ἵπποις は動詞 χρῶμαι の目的語。

  5. 33.7ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν ... ταὐτό μοι πεπονθέναι δοκοῦσιν

    ὥσπερ εἰ(「あたかも〜であるかのように」)による反実仮想の条件文(εἰ+直説法未完了過去 ἐπεκώμαζον ... ἠξίουν、帰結節 ἄν+アオリスト直説法 ἀπήντησεν)を直喩として先行させ、後続の主節 ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοί(「大衆も同じ経験をしたように思われる」)に呼応させている。文構造は比喩の前半と主節の照応関係によって支えられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.1-33.7