- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.60-32.64
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はアレクサンドリア人の狂乱的な音楽愛好を批判し、ネロの悪癖に倣うのではなく現皇帝の理性に倣うべきだと促す。現代の音楽家が伝統を破壊して聴衆を野蛮にしていると難じ、オルペウスに魅せられた動物たちが人間の姿に変えられたという寓話を語り始める。
ἆρά γε μή1 Λακεδαιμονίους μιμεῖσθε; φασὶ γοῦν αὐτοὺς τὸ ἀρχαῖον πρὸς αὐλὸν πολεμεῖν· ὑμεῖς δὲ πρὸς κιθάραν αὐτὸ δρᾶτε. ἢ βούλεσθε, ἐπειδὴ τοῖς βασιλεῦσι τοὺς δήμους κἀγὼ παρέβαλον, Νέρωνι φαίνεσθαι τὴν αὐτὴν ἔχοντες νόσον; ἀλλʼ οὐδʼ ἐκεῖνον ὤνησεν ἡ λίαν ἐμπειρία περὶ τοῦτο καὶ σπουδή. καὶ πόσῳ κρεῖττον μιμεῖσθαι τὸν νῦν ἄρχοντα παιδείᾳ καὶ λόγῳ προσέχοντα; οὐκ ἀποθήσεσθε τὴν αἰσχρὰν ταύτην καὶ ἄμετρον φιλοτιμίαν; οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες2 καὶ ταῦτα ἐν ἀνθρώποις, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲν μέγα οὐδὲ θαυμαστὸν ἔχουσιν;
まさか諸君はスパルタ人を模倣しているのではあるまいね。彼らは昔、笛の音に合わせて戦ったと言われている。しかし諸君はそれを竪琴に合わせて行っているのだ。それとも、私が先ほど民衆を君主たちになぞらえたのだから、諸君はネロと同じ病を患っているように見られたいとでも言うのか。しかし彼にとっても、このことに関する過度の熟達と熱狂は何の益にもならなかった。そして、教養と言論に心を配る現皇帝に倣うほうが、どれほど優れていることか。諸君はこの恥ずべき度外れた野心を捨て去らないのか。言っても許されるなら、何ら偉大でも驚くべきものでもない者たちの中にいながら、他者を嘲弄することを慎まないのか。
εἰ γὰρ Ἰσμηνίας ηὔλει παρʼ ὑμῖν ἢ Τιμόθεος ᾖδεν ὁ παλαιὸς ἢ Ἀρίων, ὑφʼ οὗ λέγουσιν ᾅδοντος ἐν τῷ πελάγει τοὺς δελφῖνας ἀφικέσθαι πρὸς τὴν ναῦν, καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι,3 πῶς ἂν διέκεισθε; τούτων μὲν γάρ ἐστιν οὐδεὶς Ἀμφίων οὐδὲ Ὀρφεύς· ὁ μὲν γὰρ υἱὸς ἦν Μούσης, οἱ δὲ ἐκ τῆς Ἀμουσίας αὐτῆς γεγόνασι· διαθρύψαντες γὰρ καὶ κατάξαντες τὸ σεμνὸν τοῦ μέλους καὶ πάντα τρόπον λωβησάμενοι τὴν ἀρχαίαν μουσικήν — τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; — ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ἔοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.
もし諸君のもとでイスメニアースが笛を吹くか、古のティモテオスや、あるいは海上で歌うことによってイルカたちが船へと集まり、その後に海へ落ちた彼をある奇遇によって受け止めて救ったと言われるあのアリオンが歌ったとしたら、諸君はいったいどうなっていたことであろうか。というのも、今の演奏者たちの中にはアムピオンもオルペウスも一人もいないからである。後者はムーサの息子であったが、彼らは「無教養」そのものから生まれたのだ。なぜなら彼らは、旋律の尊厳を軟弱にし打ち砕き、古の音楽をあらゆる流儀で損ない――いったい彼らのうちの誰が、完成された歌や高貴なリズムを語ることができようか――かえって、悪質で奇を衒う料理人のように、女たちの歌や踊り手たちの伴奏や、さえずりの酒乱じみた狂躁を混ぜ合わせ、無知で卑しい聴衆を動揺させているのである。それゆえ、諸君自身の間でも、彼らへの熱狂は白鳥やサヨナキドリにちなんで名づけられることはなく、どうやら諸君の例えによれば、クンクン鳴く声や犬の遠吠えに似せられているのである。なるほど哲学者がそのように呼ばれることは知っていたが、キュニコス的なキタラ弾きが現れたのは諸君のもとだけである。さてアムピオンは、言い伝えによれば、旋律によって都市を築き防壁を巡らしたが、彼らは覆し崩壊させている。さらにオルペウスは、歌によって野獣を馴らし音楽を解するものとしたが、彼らは人間である諸君を、野蛮で無教養なものにしてしまった。
ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι πάντων θηρίων.
ところで私は、アイソーポスの親類で当地に滞在していたフリュギア人から聞いた別の話を語ることができる。彼はそれをオルペウスと諸君に当てはめて語っていた。その話は諸君の嘲笑よりも突拍子もなく、長いものである。だから聞きたいと思うならよく考え、腹を立てないでほしい。さて彼が言うには、オルペウスは語り伝えられている通りトラキアやマケドニアのあたりで歌を歌っており、そこで動物たちが、思うにあらゆる獣のおびただしい群れをなして彼に近寄ってきたという。
πλεῖστα δὲ ἐν αὐτοῖς εἶναι τούς τε ὄρνιθας καὶ τὰ πρόβατα. τοὺς μὲν γὰρ λέοντας καὶ τὰ τοιαῦτα διὰ τὴν ἀλκὴν καὶ τὴν ἀγριότητα δυσπιστότερα εἶναι, καὶ τὰ μὲν οὐδʼ ὅλως πελάζειν, τὰ δʼ εὐθὺς ἀποχωρεῖν, οὐχ ἡδόμενα τῷ μέλει. τὰ δὲ πτηνὰ καὶ τὰ πρόβατα μᾶλλόν τε προσιέναι καὶ μηκέτʼ ἀπαλλάττεσθαι· τὰ μὲν οἶμαι διὰ τὸ εὔηθες καὶ τὴν φιλανθρωπίαν, τῶν δὲ ὀρνίθων μουσικὸν δήπου τὸ γένος αὐτὸ καὶ φιλῳδόν. ζῶντος μὲν οὖν Ὀρφέως συνέπεσθαι αὐτῷ πανταχόθεν ἀκούοντα ὁμοῦ καὶ νεμόμενα· καὶ γὰρ ἐκεῖνον ἔν τε τοῖς ὄρεσι καὶ περὶ τὰς νάπας τὰ πολλὰ διατρίβειν·ἀποθανόντος δὲ ἐρημωθέντα ὀδύρεσθαι καὶ χαλεπῶς φέρειν· ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον,4 τὰς μέντοι ψυχὰς διαμένειν, οἷαι πρότερον ἦσαν.
そしてそれらの中で最も多かったのは、鳥たちと羊たちであった。ライオンやその類のものは、獰猛さと野蛮さのゆえに警戒心が強く、まったく近づかないものもあれば、旋律を喜ばずすぐに立ち去るものもあったからである。これに対して鳥や羊のほうは、より近づいてきて二度と立ち去らなかった。後者は思うに純朴さと人間への親愛のゆえであり、鳥の種族は周知のようにそれ自体が音楽を愛し歌を好むからである。こうしてオルペウスの生前は、彼らは四方から彼に従い、耳を傾けつつ草を食んでいた。彼もまた山々や谷間で多くの時を過ごしていたからである。しかし彼が死ぬと、見捨てられた彼らは嘆き悲しみ、耐え難く思っていた。そのため彼の母カリオペーが、息子への好意と愛念からゼウスに願い出て、彼らの肉体を人間の姿へと変えさせ、ただし魂は以前のままとどまるようにした、というのである。
- 32.60ἆρά γε μή
ἆρα μή(あるいは強意の小辞 γε を挟んだ ἆρά γε μή)は、否定的な答えを予想・危惧する修辞疑問文を導く(「まさか〜ではあるまいね」)。ここではアレクサンドリア人の軽薄な騒乱をスパルタ人の軍律の笛になぞらえて皮肉っている。
- 32.60οὐ φυλάξεσθε τοὺς ἄλλους σκώπτοντες
οὐ φυλάξεσθε(未来直説法+否定辞による勧告・命令「〜を慎まないのか」)に対し、分詞 σκώπτοντες は補足的に動詞の意味を完了させる用法、あるいは付帯状況・手段として結びついている。「他者を嘲笑することを警戒/自制しないのか」の意味。
- 32.61καὶ μετὰ ταῦτα ἐκπεσόντα αὐτὸν κατὰ τύχην τινὰ ἀναλαβεῖν καὶ σῶσαι
先行する関係節(ὑφʼ οὗ λέγουσιν ...)内の対格不定詞構文。不定詞 ἀναλαβεῖν および σῶσαι の意味上の主語は先行詞の δελφῖνας(対格)であり、ἐκπεσόντα αὐτόν はその不定詞の目的語(海に落ちたアリオン)を表す対格である。
- 32.64ὥστε τὴν μητέρα αὐτοῦ Καλλιόπην διὰ τὴν πρὸς τὸν υἱὸν εὔνοιαν καὶ φιλίαν αἰτησαμένην παρὰ Διὸς τὰ σώματα αὐτῶν μεταβαλεῖν εἰς ἀνθρώπων τύπον
間接話法(ἔφη...)が継続しているため、帰結を導く ὥστε 節も不定詞構文(μεταβαλεῖν)となっている。不定詞 μεταβαλεῖν の主語対格は分詞 αἰτησαμένην(願って得た)を伴う τὴν μητέρα αὐτοῦ Καλλιόπην(「彼の母カリオペー」)であり、使役的に動作主(ゼウスに頼んで変えさせた)となっている。
