← ディオン・クリュソストモス

弁論集

§32.49-32.53

芸能への狂乱の浅ましさと愚者の宴席

話者は芸能への狂乱のために命を落とす人々の浅ましさをハエの死に喩えて弾劾し、他都市と比しても異常な狂態を批判する。さらに、思慮ある者と愚者の日常行動、とりわけ宴席での節度と無秩序の差をケンタウロスの狂宴に喩えて対比する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§32.49

οὐ γὰρ ἡδόμενοι τοσοῦτον ὅσον οἰόμενοι καὶ βουλόμενοι προΐενται σφᾶς αὐτούς. τοσαύτη δʼ ἐστὶ δυστυχία τῶν ταλαιπώρων, ὥστε ἀνδρεῖον ἡγοῦνται τὸ πάντων ἀνανδρότατον καὶ σεμνὸν τὸ αἴσχιστον. ἑλοίμην γὰρ ἂν ἔγωγε λῃστεύων ἀποθανεῖν ἢ διὰ τοιαύτην αἰτίαν. τὸ μὲν γάρ ἐστιν ἀνδρὸς πονηροῦ θάνατος, τὸ δὲ ἀνδραπόδου δυστυχοῦς. κἀκεῖνος μὲν ἀδικηθεὶς ἴσως ἐπὶ τοῦτο ἦλθεν, ὑπὲρ τοὺς νόμους ἀμύνασθαι πειρώμενος, καὶ τάχα τι καὶ γενναῖον ἐδύνατο πρᾶξαι μὴ τοιούτου τυχὼν δαίμονος· ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος.1 ἔστι δὲ ὁ τοιοῦτος μυίας θάνατος. καὶ γὰρ ἐκείναις ὅ, τι ἂν γευσαμέναις γλυκὺ φανῇ, πρὸς τούτῳ διαφθείρονται. τί οὖν τοῦτο λαμπρόν, ὦ κακοδαίμονες;

というのも、彼らは楽しんでいるからというよりも、そう思い込み、そう望むがゆえに自らを投げ出しているからである。そしてこの哀れな者たちの不運たるや、あらゆる中で最も臆病な行いを勇敢であると考え、最も恥ずべき行いを崇高であるとみなすほどである。私ならば強盗を働いて死ぬほうを選ぶだろう、このような理由で死ぬよりは。前者は悪しき男の死であるが、後者は不運な奴隷の死であるからだ。そして前者は、おそらく不正を被ったことでこの道に入り、法を越えて報復を試みたのであり、もしこのような不運に見舞われなかったならば、何か高貴なことを成し遂げ得たかもしれない。しかし後者は、ただ叫び声と愚行によって、不吉な響き、悪しき抑揚、調子外れの節回し、くだらない戯言、恥知らずな振る舞いや破滅的な狂態のために、不名誉にも滅び去っていくのである。このような死はハエの死である。というのも、ハエもまた、味わって甘いと思えたものに取り付いて身を滅ぼすからである。では、これのいったい何が輝かしいというのか、不運な者たちよ。

§32.50

ὑπὲρ μὲν γὰρ δικαιοσύνης καὶ ἀρετῆς καὶ πατρῴων γερῶν καὶ νόμων καὶ χρηστοῦ βασιλέως, εἰ δέοι, πονεῖν καὶ ἀποθνῄσκειν ἀγαθῆς ἐστι καὶ οὐ φιλοζῴου ψυχῆς· ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης;2 καὶ τούτους μὲν ἐάσωμεν, ἀλλʼ ἐν αὐτῇ τῇ θέᾳ τὰ γιγνόμενα οὐκ αἰσχρὰ καὶ μεστὰ πάσης ὕβρεως, τὸ ἀνατετάσθαι καὶ ἀποβλέπειν, μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας,3 καθάπερ οἶμαι διὰ τῶν ὤτων τὴν εὐδαιμονίαν δεχομένους, σωτῆρα καὶ θεὸν καλοῦντας ἄνθρωπον ἄθλιον; πόσον τινὰ γέλωτα τοὺς θεοὺς ὑμῶν καταγελᾶν οἴεσθε, ὅταν πάλιν ἐκείνους προσκυνοῦντες ταὐτὰ προσφέρησθε καὶ διὰ τῶν αὐτῶν ἀναγκάζησθε τιμᾶν τὸ δαιμόνιον; ἀλλʼ ἔστιν εὐγνώμων ὁ θεός, ὡς θεός, οἶμαι, καὶ φέρει πρᾴως τὴν τῶν πολλῶν ἄνοιαν.

正義のため、徳のため、先祖伝来の栄誉と法のため、そして優れた王のために、必要とあらば苦難に耐え死ぬことは、善にして命に執着しない魂のなすことである。だが、卑賤な人間の屑にして生きるに値しない竪琴弾きの女のために首を吊るなど、どれほどの恥辱であろうか。この者たちのことは措くとしても、観覧そのものの場で起きていること、身を乗り出して見つめ、魂をほとんど唇の上に宿らせて、私の思うに耳を通して幸福を受け取っているかのように、哀れな人間にすぎない者を救い主や神と呼ぶことは、恥ずべきことであり、あらゆる傲慢に満ちているではないか。諸君が再び神々を拝礼する際に同じ態度を取り、まったく同じものを通じて神霊を崇めることを余儀なくされるとき、神々が諸君をどれほどの嘲笑をもってお笑いになっていると諸君は思うのか。しかし神は神らしく情け深く、私の思うに、大衆の愚かさを寛大に受け止めておられるのだ。

§32.51

τοιγαροῦν ὡς παισὶν ὑμῖν παιδαγωγοὺς δέδωκε τοὺς φρονιμωτέρους τῆς πόλεως, μεθʼ ὧν καὶ θεωρεῖτε καὶ τἄλλα ἄμεινον πράττετε. ἐπεὶ πῶς ἂν ἀπείχεσθε ἀλλήλων; καίτοι ποίους τινὰς ἂν ὑμεῖς ἡγοῖσθε ἀνθρώπους, οἷς ἐλευθερία μὴ συμφέρει; νὴ Δία, τὸ γὰρ πρᾶγμά ἐστι φύσει τοιοῦτον. οὐ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν ᾅδουσι καὶ νὴ Δία αὐλοῦσι καὶ τρέχουσι καὶ πάνθʼ ὅσα γίγνεται παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις τισίν; ἀλλʼ οὐδαμοῦ τοιοῦτος ἔρως ἐστὶ τοῦ πράγματος οὐδὲ οἶστρος.

それゆえ神は、諸君を子供のように扱い、都市のより思慮ある者たちを諸君の養育係として与えたもうたのであり、諸君はその者たちとともに観覧し、他のこともより良く行っているのである。さもなければ、諸君はいかにして互いに手出しを慎むことができただろうか。それにしても、自由であることが益にならない人間を、諸君はどのような者たちであるとみなすだろうか。「ゼウスにかけて、その事柄が本性上そのようなものなのだ」と諸君は言うかもしれない。では他の都市でも歌い、ゼウスにかけて笛を吹き、走り、諸君の許で行われているすべてのことが他のある人々の許でも行われているのではないのか。しかし、その事柄に対するこれほどの愛着も狂乱も、どこにも存在しない。

§32.52

ἐπεὶ καὶ τῶν ἄλλων εὑρήσομεν τὰ πλεῖστα ταὐτὰ πράττοντας τοῖς ἀνοήτοις τοὺς σώφρονας, οἷον ἐσθίοντας, βαδίζοντας, παίζοντας, θεωροῦντας·

なぜなら、他の事柄においても、思慮ある人々が愚かな者たちとほとんど同じことをしているのを我々は見出すからである。

§32.53

ἡ γὰρ φύσις ἀναγκάζει πολλῶν ὁμοίων δεῖσθαι· διαφέρουσι μέντοι περὶ ταῦτα πάντα· αὐτίκα ἑστιώμενοι πρῶτον οἱ μὲν οὔτε ἀμαθῶς οὔτε ἀπρεπῶς διάγουσιν, ἀλλʼ εὐσχημόνως ἅμα καὶ προσηνῶς, εὐωχίας, οὐ παροινίας, ἄρχοντες, φιλοφρονούμενοι τοὺς συνόντας, οὐ θρασυνόμενοι πρὸς αὐτούς· οἱ δὲ ἀπηνῶς καὶ ἀκολάστως, μετὰ βοῆς καὶ ἀταξίας ὀργιζόμενοι καὶ γελῶντες, πλεονεκτοῦντες ἀλλήλους, οὐ παρακαλοῦντες, τελευτῶντες ἀπίασι κακόν τι τοῖς συμπόταις δόντες ἢ παρʼ ἐκείνων λαβόντες· οἵαν ποτὲ γενέσθαι φασὶ Κενταύρων συνουσίαν.

たとえば、食べること、歩くこと、遊ぶこと、観覧することなどにおいて。本性が多くの同様のものを必要とすることを強いるからである。しかし彼らは、これらすべてのことにおいて異なっている。たとえばまず宴席において、前者は無教養にも不作法にも過ごさず、品位を保ちつつ温和に過ごし、酒乱ではなく祝宴を主導し、同席者に親愛の情を示し、傲慢に振る舞ったりはしない。これに対して後者は、無情かつ放縦に、叫び声と混乱を伴って怒ったり笑ったりし、互いを歓待するのではなく互いから掠め取り、最後には同席者に危害を加えるか彼らから危害を加えられて立ち去る。かつてケンタウロスたちの宴がそうであったと人々が語るように。

構文注3 件
  1. 32.49ὁδὶ δὲ κραυγῇ μόνον καὶ ἀνοίᾳ διὰ δυστυχῆ φθόγγον καὶ κακὴν ἔγκλισιν καὶ τὰς ἐκμελεῖς καμπὰς καὶ λήρους καὶ κυνισμοὺς καὶ ὀλέθρους ἀκλεῶς ἀπολλύμενος.

    前の文の κἀκεῖνος μὲν...(強盗として死ぬ者)に対応する対比節(ὁδὶ δὲ...)であるが、主動詞が置かれず、現在分詞 ἀπολλύμενος で文が終わっている。構文的には述語動詞 ἐστί の省略による周延形(periphrastic construction)と取るか、あるいは口語的な対比による破格構文(anakolouthon)として解釈できる。

  2. 32.50ὑπὲρ δὲ τῆς ψαλτρίας ἀπάγχεσθαι, καθάρματος ἀγεννοῦς καὶ ζῆν οὐκ ἀξίου, πόσης αἰσχύνης;

    前文の ἀγαθῆς ἐστι ... ψυχῆς(性質・所属の属格)の構造を引き継ぎ、主語的不定詞 ἀπάγχεσθαι に対する述語として πόσης αἰσχύνης [ἐστίν] と述語属格が置かれた反語的疑問文である。「どれほどの恥辱の印(または恥ずべきこと)であろうか」の意。

  3. 32.50μόνον οὐκ ἐπὶ τοῖς χείλεσι τὰς ψυχὰς ἔχοντας

    μόνον οὐ(あるいは μόνον οὐκ)は成句副詞として「ほとんど〜」「〜せんばかりに」を意味し、直後の前置詞句 ἐπὶ τοῖς χείλεσι を修飾している。「魂が唇の上にある」とは、息を呑んで極度に熱中している状態、あるいは魂が口から抜け出さんばかりの恍惚状態を表す慣用表現である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.49-32.53