← ディオン・クリュソストモス

弁論集

§31.153-31.159

彫像転用の欺瞞とギリシアの誇りの最後の守護者

弁者はロドス人が既存の彫像の銘を削って新任のローマ人らにあてがう行為を、人形の使い捨てや役者の早変わりに譬えて激しく非難し、全ギリシアが没落した今こそロドスが最後の名誉の担い手として自重すべきであると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31.153

τότε μὲν γὰρ ἠλέγχετʼ ἂν ἡ τῆς ὕλης ἀσθένεια, νυνὶ δὲ ἡ κακία τῆς πόλεως. τοιγαροῦν ὁμοίως δίδοτε τοὺς ἀνδριάντας, ὥσπερ οἱ τὰς κόρας ταύτας ὠνούμενοι τοῖς παισίν. καὶ γὰρ ἐκεῖνοι διδόασιν οὕτως, ὥστε μηδὲν λυπεῖσθαι μετʼ ὀλίγον συντριβέντων.1 ἆρα ἀγνοεῖτε τὴν προσοῦσαν αἰσχύνην τῷ πράγματι καὶ πόσον γέλωτα ὄφλετε δημοσίᾳ ψευδόμενοι, καὶ ταῦτα φανερῶς οὕτως;

というのも、その場合であれば素材の脆弱さが責められるにすぎないでしょうが、現今では都市の悪徳が責められているからです。それゆえあなた方は、子供たちのためにあの人形を買い与える人々と同じように彫像を与えているのです。彼らもまた、少し経って壊れても全く痛痒を感じないような仕方で与えているのですから。この事態に伴う恥辱と、公然と嘘をつき、それもこれほど明白に行うことによってどれほどの物笑いの種を自ら招いているか、あなた方は気づいていないのでしょうか。

§31.154

ἐν γοῦν τοῖς ψηφίσμασι γράφετε, στῆσαι δὲ εἰκόνα τοῦ δεῖνος. πῶς, εἴποι τις ἂν ὑμῖν, ἄνδρες Ῥόδιοι, στῆσαι γράφετε τὴν ἑστῶσαν, ἐὰν οὕτω τύχῃ, πρὸ πεντακοσίων ἐτῶν;εἶτα τῶν μὲν γυναικῶν τὰς ὑποβαλλομένας παιδία πονηρὰς κρίνετε καὶ δεινόν τι ποιεῖν ἡγεῖσθε καταψευδομένας· αὐτοὶ δὲ οὐκ αἰσχύνεσθε τοῦτο ποιοῦντες ἐπὶ τῶν εἰκόνων, καὶ τοὺς ἀνδριάντας, ὧν οὐκ εἰσί, τούτων εἶναι λέγοντες, καὶ ταῦτα οὐκ ὄντες ἀνήκοοι τῶν κατὰ τῆς πόλεως σκωμμάτων;

現にあなた方は決議録の中で「某の彫像を建てること」と書かれます。ロドスの人々よ、誰かがあなた方にこう言うかもしれません。「どうして、場合によっては五百年も前から建っているものを『建てる』と書くのか」と。その上、他人の子を我が子と偽る女たちを恥知らずと判定し、偽りを言うことで恐ろしい不正を行っていると見なす一方で、自分たち自身は彫像に関してこれと同じことを行い、彫像が本来属していない人々のものだと称しながら、それも都市に対する数々の嘲笑を知らないわけでもないのに、恥じることすらないのでしょうか。

§31.155

φασὶ γοῦν πολλοὶ τοὺς Ῥοδίων ἀνδριάντας ὁμοίους εἶναι τοῖς ὑποκριταῖς. ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα2 καὶ μικροῦ δεῖν ὑποκρινομένους ἑστάναι. τὸν γὰρ αὐτὸν νῦν μὲν εἶναι Ἕλληνα, νῦν δὲ Ῥωμαῖον, πάλιν δʼ, ἂν οὕτω τύχῃ, Μακεδόνα ἢ Πέρσην· καὶ ταῦτʼ ἐπʼ ἐνίων οὕτως ὥστε τὸν ἰδόντα εὐθὺς εἰδέναι. καὶ γὰρ ἐσθὴς καὶ ὑπόδεσις καὶ τοιαῦθʼ ἕτερα τὸ ψεῦσμα ἐλέγχει.

実際、多くの人々がロドス人の彫像は俳優に似ていると言っています。俳優たちの一人ひとりが時によって異なる役で登場するように、あなた方の彫像も時によって異なる顔(仮面)を身につけ、ほとんど演じているかのように立っているからです。同じ彫像が今はギリシア人、今はローマ人、またある時はマケドニア人やペルシア人になり、しかも一部の彫像においては、見た者が即座にそれと知るほどだからです。衣服や履物やその種の他の特徴が、その嘘を暴き出してしまうからです。

§31.156

καὶ μυρία ἐῶ τῶν γιγνομένων, οἷον τὸ πολλάκις ἀνδρὸς σφόδρα γέροντος εἰκόνι νέου τινὸς τὸ ὄνομα ἐπιγράφειν, θαυμαστήν τινα οἶμαι δωρεὰν εὑρηκότων ὑμῶν, εἰ μετά γε τῆς τιμῆς καὶ τὴν ἡλικίαν δίδοτε· καὶ πάλιν ἀθλητοῦ τινος ἀνδριάντα ἑστάναι, ὡς ὄντα ἀνθρώπου παντελῶς ἀσθενοῦς καὶ μετρίου τὸ σῶμα. τὸ μὲν γὰρ ἱππεύοντα τὸν δεῖνα ὁρᾶσθαι παρʼ ὑμῖν ἢ πολεμίῳ συνεστῶτα ἢ στράτευμα ἐκτάσσοντα ἄνθρωπον οὐδεπώποτε τῆς γῆς ἁψάμενον τοῖς αὑτοῦ ποσὶν καὶ ἀπὸ τῶν ὤμων καταβάντα τῶν φερόντων οὐδὲν ἴσως ἄτοπον· ἀλλʼ ὁ δεῖνά γε ἕστηκε πυκτεύων παρʼ ὑμῖν.

さらに私は、起きている無数の奇妙な事柄、たとえば極めて老齢の男の像に若者の名を銘記するようなことについては語らずにおきましょう。あなた方は、名誉とともに若ささえ与えることができるなら、何とも驚くべき贈り物を見出したものだと思います。あるいはまた、ある運動選手の彫像が、完全に虚弱で小柄な体の人物のものであるかのように立っているようなこともです。というのも、自らの足で地面を踏んだこともなく、担ぎ手の肩から降りたこともない男が、あなた方のもとで馬に跨る姿や敵と対峙する姿、あるいは軍勢を整列させる姿で見られることには、おそらく何も不都合はないでしょうが、某があなた方のもとでボクサーとして立っているのですから。

§31.157

καὶ λέγω ταῦτα μὰ τὸν Δία οὐκ ἀπεχθάνεσθαι βουλόμενος ὑμῖν οὐδὲ διασύρων τὴν πόλιν, ἀλλʼ ὅπως μηδὲν ἀνάξιον ἑαυτῆς μηδὲ ἀλλότριον τῆς ἄλλης εὐκοσμίας καὶ τῆς πολιτείας φαίνηται ποιοῦσα. καί μοι δοκεῖ τις ἂν εἰκότως προαχθῆναι διὰ τὴν πρὸς ἅπαντας εὔνοιαν τοὺς Ἕλληνας, οὐ μόνον διὰ τὴν πρὸς ὑμᾶς, εἴ τι ἄρα ἐνθάδε ἔχοι μὴ καλῶς, εἰπεῖν καὶ μηνῦσαι. πρότερον μὲν γὰρ ἐκ πολλῶν συνειστήκει τὸ κοινὸν ἀξίωμα καὶ πολλοὶ τὴν Ἑλλάδα ηὖξον, ὑμεῖς, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Θηβαῖοι, χρόνον τινὰ Κορίνθιοι, τὸ παλαιὸν Ἀργεῖοι. νυνὶ δὲ τὸ μὲν τῶν ἄλλων οὐθέν ἐστιν.

そして私は、誓ってゼウスにかけて、あなた方に憎まれようとして、あるいは都市を貶めようとしてこう言っているのではありません。都市が自らに相応しからぬことや、他の美風や国制にそぐわないことを行っているように見えないようにするためです。そして誰であっても、あなた方に対する好意だけでなくすべてのギリシア人に対する好意ゆえに、もし当地において何らかの不都合があるならば、それを語り告発するよう促されるのは当然であると私は思います。以前であれば、共通の威信は多くの都市から成り立っており、多くの都市がギリシアを盛り立てていました。あなた方、アテナイ人、ラケダイモン人、テーバイ人、一時はコリントス人、古くはアルゴス人たちです。しかし今や、他の都市の威信は無に等しいのです。

§31.158

οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνῄρηνται καὶ ἀπολώλασιν, οἱ δὲ ἀσχημονοῦσι πράττοντες οἷα ἀκούετε καὶ πάντα τρόπον τὴν παλαιὰν δόξαν ἀφανίζοντες, οἰόμενοι τρυφᾶν οἱ ἀνόητοι καὶ κέρδος ἀριθμοῦντες τὸ μηθένα κωλύειν αὐτοὺς ἁμαρτάνοντας. λοιποὶ δὲ ὑμεῖς ἐστε· καὶ γὰρ μόνοις ὑμῖν ὑπάρχει τὸ δοκεῖν ὄντως τινὰς γεγονέναι καὶ μὴ τελέως καταπεφρονῆσθαι. διὰ μὲν γὰρ τοὺς οὕτω χρωμένους ταῖς ἑαυτῶν πατρίσιν, ὡς ἀληθεύοντες ἔνιοι λέγουσιν, οὐθὲν ἐκώλυε πάλαι Φρυγῶν πάντας ἢ Θρᾳκῶν ἀτιμοτέρους γεγονέναι τοὺς Ἕλληνας.

というのも、彼らの一部は完全に滅び去って消滅し、他の者たちはあなた方が耳にされているような恥ずべき振る舞いに及び、あらゆる手段でかつての名声を消し去り、愚かにも自分たちは贅沢を享受していると思い込み、過ちを犯しても誰も自分たちを止めないことを得策と数え上げているからです。残されているのはあなた方だけです。なぜなら、真に何者かであり、完全に軽蔑されているわけではないと見なされうるのは、あなた方だけに存するからです。

§31.159

ὥσπερ οὖν οἰκίας ἠρημωμένης εὐδαίμονος καὶ μεγάλης, ὅταν εἷς ἔτι λοιπὸς ᾖ διάδοχος, ἐν ἐκείνῳ πάντα ἐστί, κἂν οὗτος ἁμαρτάνῃ τι καὶ ἀκούῃ κακῶς, τὴν ὅλην δόξαν ἀφανίζει τῆς οἰκίας καὶ πάντας καταισχύνει τοὺς πρότερον· οὕτως τὰ ὑμέτερα νῦν ἔχει πρὸς τὴν Ἑλλάδα. μὴ γὰρ οἴεσθε πρωτεύειν αὐτῆς, ἄνδρες Ῥόδιοι, μὴ οἴεσθε. τῶν γὰρ ζώντων ἔτι καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι.3 τὰ δὲ ἐκείνης οἴχεται καὶ πάντα τρόπον αἰσχρῶς καὶ ἐλεεινῶς διέφθαρται· καὶ οὐδὲ ἐπινοῆσαι λοιπὸν ἔστι τὴν ὑπεροχὴν καὶ τὴν λαμπρότητα τῶν πόλεων εἴς γε τοὺς ἄνδρας ὁρῶντα.

自らの祖国をそのように扱う者たちのせいで、一部の人々が真実を語っているように、ギリシア人全体がとうの昔にフリュギア人やトラキア人よりも卑しい身分になっていたとしても、何ら妨げはなかったはずだからです。 それゆえ、かつて栄え広大であった家が荒廃し、跡継ぎがただ一人残された場合、すべての期待がその一人にかかっており、もしこの者が何かの過ちを犯して悪評を受けるならば、家全体の名声を消し去り、先代のすべての人々に泥を塗ることになるのと同じように、ギリシアに対するあなた方の現在の立場もまさにそのようなものなのです。ロドスの人々よ、ギリシアの頂点に立っているなどと考えてはなりません、決してそう考えてはなりません。というのも、現在もなお生存し、名誉や不名誉を感じ取ることのできる者たちの中でこそ、第一位であるということがありうるからです。かのギリシアの事物は失われ、あらゆる意味で無惨にも憐れなまでに荒廃してしまったのであり、その人間たちを見る限り、かつての都市の卓越や輝かしさを心に思い描くことすらもはやできないのですから。

構文注3 件
  1. 31.153συντριβέντων

    意味上の主語が明示されない独立属格構文。直前の「あの人形(τὰς κόρας ταύτας)」または子供用の玩具・彫像一般(sc. αὐτῶν)を受けており、「それら(人形)が壊れたとしても」を意味する。

  2. 31.155ὥσπερ γὰρ ἐκείνων ἕκαστον ἄλλοτε ἄλλον εἰσιέναι, καὶ τοὺς ἀνδριάντας ὑμῖν ἄλλοτε ἄλλα λαμβάνειν πρόσωπα

    直前の φασί(人々は言う)に支配された対格不定詞構文が、比較節 ὥσπερ ... καί(〜のように、同様に…も)の双方に及んでいる。ἐκείνων ἕκαστον(彼らの各々が)と τοὺς ἀνδριάντας(彫像が)がそれぞれの不定詞(εἰσιέναι / λαμβάνειν)の対格主語となっている。

  3. 31.159τῶν γὰρ ζώντων ἔτι καὶ τῶν αἰσθανομένων τιμῆς ἢ ἀδοξίας ἔστι πρώτους εἶναι

    τῶν ζώντων ... τῶν αἰσθανομένων は形容詞・序数詞 πρώτους(第一位)にかかる部分属格。非人称動詞 ἔστι(〜することが可能である)に対格不定詞(πρώτους εἶναι)が続き、「今なお生きており名誉や不名誉を感じ取れる者たちの中でこそ、第一位であることが可能なのである」という論理構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.153-31.159