- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:31.133-31.139
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はレプティネスの法とロドス島の慣習を比較し、全市民に等しく適用され自発的に法制化された前者よりも、将軍一人の恣意に委ねられ他人に与えるために像を奪う後者の慣行の方がはるかに悪質であると論じ、成文化すら恥じるような悪習を実行し続ける矛盾を糾弾する。
καὶ μὴν ὅ γε νόμος δεινὸν ἐδόκει ποιεῖν ἀφαιρούμενος τοῦ δήμου τὴν ἐξουσίαν, ὥστε μηδὲ τὸ λοιπὸν ἐξεῖναι ψηφίσασθαι τὴν δωρεὰν ταύτην. καὶ πόσῳ κρεῖττον τὴν ἀρχὴν1 κωλῦσαί τι διδόναι τὸν δῆμον, εἰ μὴ συνέφερε τῇ πόλει, ἢ καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι;2
さらに、かの法律は民衆から権限を奪い、今後二度とこの賜与を決議できないようにしたことで、過酷なことをしているように思われました。しかし、もし都市にとって有益でないのなら、民衆が何かを与えるのをそもそも禁止する方が、恩恵を与える権限を残しておきながら、それらを奪う権限を一人の者に委ねるよりも、どれほど勝っていることでしょうか。
καὶ μὴν εἰ δοκεῖ δυσχερὲς τὸ ἀφαιρεῖσθαί τινος ἐξουσίας τὴν πόλιν, καὶ ὑμεῖς ἀφαιρεῖσθε τὴν ἐξουσίαν τοῦ φυλάττειν βέβαια τὰ δοθέντα τοῖς λαβοῦσιν. ὅτῳ γὰρ ἂν ὑμεῖς δῶτε τὴν τιμήν, οὐκέτʼ ἔστʼ ἐφʼ ὑμῖν τὸ ἐᾶν ἔχειν αὐτόν· ἀλλʼ εἷς ἀνὴρ ἀεὶ τούτου κύριος, ὁ στρατηγῶν. καίτοι χεῖρόν ἐστι τὸ ἔθει μὴ ἐφʼ ὑμῖν εἶναι τοῦ κατὰ νόμον κεκωλυμένου. οἱ μὲν γὰρ οὐκ ἀφῄρηνται τὴν ἐξουσίαν τούτου τρόπον τινά, ὃ πράττειν ἑαυτοὺς νόμῳ κεκωλύκασιν, ἀλλʼ ἀπέστησαν ἑκόντες διὰ τὸ συμφέρον.
さらにまた、もし都市からある権限を奪うことが受け入れ難いと思われるならば、あなた方もまた、受け取った者たちに対して与えられたものを確実なものとして保つ権限を奪われているのです。というのも、あなた方が誰に栄誉を与えようとも、その者にそれを保持させておくことはもはやあなた方の手中にはなく、一人の男、すなわち将軍を務める者が常にこれを差配する権限を握っているからです。それに、慣習によってあなた方の手中にないことは、法律によって禁じられていることよりも悪いのです。なぜなら、前者の人々は、法によって自分たちに禁じたことを行う権限を、ある意味で奪われたのではなく、国益のために進んで自ら手放したからです。
ἐπὶ δὲ τοῦ ἔθους οὐδὲ τοῦτο ἔστιν εἰπεῖν ὅτι αὑτούς, εἴπερ ἄρα, ἀφῄρηνται τοῦθʼ ὑπὲρ οὗ μήτε ἔκριναν μήτε ἐβουλεύσαντο. καὶ μὴν ἐκεῖ γε παραμυθίαν τινὰ ἔσχον τὸ τοῦ πράγματος ἴσον καὶ κοινόν, ἁπάντων ὁμοίως ἀφαιρουμένων τὰς ἀτελείας, παρʼ ὑμῖν δὲ ὃς ἂν τύχῃ τῆς εἰκόνος ἀφῄρηται καὶ πολλάκις ὁ βελτίων. ἔτι δὲ ἐκεῖ μὲν οὐχ ἵνα ἄλλος λάβῃ, τὸν ἔχοντα ἀφῃρεῖτο ὁ νόμος· παρʼ ὑμῖν δὲ τούτου χάριν γίγνεται, ὃ τῷ παντὶ λυπρότερόν ἐστι τοῦ μόνον ἀποστερεῖσθαι.
しかし慣習の場合には、自分たちがそれについて判断も下さず議決も行わなかった事柄を、(仮にそうだとしても)自分たち自身から奪ったのだ、とさえ言うことはできません。さらにあちらでは、万人が等しく免税特権を奪われるという、事の公平さと普遍性において、ある種の慰めがありました。しかしあなた方のもとでは、たまたま選ばれた者が像を奪われ、往々にしてより優れた者が奪われるのです。その上あちらでは、法律は誰か他の者が受け取るために所持者から奪ったのではありませんでした。しかしあなた方のもとでは、このことのために行われており、これは単に剥奪されることよりもはるかに痛ましいことなのです。
εἰ τοίνυν ἐφʼ ὧν μάλιστα ἀναγκαῖόν ἐστιν, ἐπὶ τούτων βούλοιτό τις ἰδεῖν, τίνας ἀδικεῖ τοῦτο τὸ ἔθος καὶ τίνας ἔμελλε λυπήσειν ἐκεῖνος ὁ νόμος, ἀφελὼν3 τοὺς μὴ μόνον ἔχοντας ἀτέλειαν, ἀλλὰ καὶ τῆς εἰκόνος τετυχηκότας, οὕτω σκοπείτω τοὺς λοιποὺς ἑκατέρων. οὗτοι μὲν γὰρ τρόπον τινὰ οὐδὲ ἔπασχον οὐδέν· ὃ γὰρ εἰλήφεσαν ἐν προσθήκης μέρει, τοῦτο ἀπώλλυον, τῆς μείζονος δωρεᾶς αὐτοῖς τηρουμένης· ἐπὶ δὲ τῶν ἄλλων ἴσος ἂν γένοιτο ὁ λόγος. ἀλλʼ ἔστι μὲν δῆλον καὶ αὐτόθεν οἶμαι τὸ πρᾶγμα· ὅσῳ γὰρ τὸ τῆς εἰκόνος μεῖζον ἢ τὸ τῆς ἀτελείας, τοσούτῳ κρείττονες οἱ τούτου τυχόντες· ἔτι δʼ ἂν οὕτω γένοιτό γε ὁ λόγος φανερώτερος·
そこで、最も切実な事例において、この慣習が誰を不当に扱い、かの法律が誰を悲しませることになったのかを見たいと望む者がいるならば、免税特権を持つだけでなく像をも授かった者たちを除外した上で、それぞれの残りの者たちを観察してみるがよいでしょう。というのも、この者たちはある意味で何の損害も受けなかったからです。なぜなら、付け足しとして受け取っていたものを失ったにすぎず、より大きな賜与は彼らのために保たれていたからです。しかし、それ以外の者たちについては、議論は同等となるでしょう。しかし、事はそれ自体から見ても明白であると私は思います。なぜなら、像の価値が免税特権の価値より大きい分だけ、これを得た者たちの方が優れているからです。そしてさらに、次のようにすれば議論はより一層明瞭になるでしょう。
ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες· ἡ δὲ εἰκὼν τὸ σεμνὸν μόνον ἔχει καὶ τὸ τῆς τιμῆς. ὅσῳ δὴ πάντες εἴποιμεν ἂν κρείττους τοὺς προῖκα καὶ δόξης μᾶλλον ἕνεκεν αἱρουμένους εὖ τινας ποιεῖν τῶν ἐπʼ ἀργυρίῳ καὶ διὰ κέρδος, τοσούτῳ φαίην ἂν ἔγωγε οὐ μόνον ἀμείνους ἀνθρώπους ἀδικεῖν τοῦτο τὸ ἔθος, ἀλλὰ καὶ ὑπὸ βελτιόνων ὑμᾶς κωλύειν εὖ πάσχειν ἤπερ ἐκείνους ὁ νόμος.
免税特権はそれを受けた者たちをより裕福にし、金銭に熱心な者たちがとりわけこれを切望します。これに対し、像は尊厳と栄誉のみを持ちます。それゆえ、無償で、むしろ名誉のために誰かに恩恵を施すことを選ぶ者たちの方が、金銭や利益のためにそうする者たちよりも優れていると万人が言うであろうのと同程度に、この慣習はより優れた人々を不当に扱うだけでなく、かの法律が彼らにしたことよりも、あなた方がより優れた人々から恩恵を受けることを妨げている、と私は申しましょう。
ἀλλʼ ἔγωγε ἀπορῶ τί δήποτε οὐχὶ καὶ νόμον τίθεσθε ἐπὶ τούτῳ καθʼ ὃν ἔσται τὸ λοιπόν, εἴπερ ὑμῖν ἀρέσκει. νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει4 νόμος τοιοῦτος ἐν τῇ πόλει κείμενος. εἶτα ὃ γράφειν αἰσχρὸν ἡγεῖσθε, τοῦτο ποιεῖν οὐκ αἰσχρόν ἐστι; καὶ πόσῳ κρεῖττον μὴ χρῆσθαί τισι τῶν φαύλως γεγραμμένων ἢ ποιεῖν; ἢ ποτέρους ἂν εἴποιτε βελτίους, τοὺς οὕτως ἔχοντας πρὸς τὰ ἄτοπα, ὥστε ἀπέχεσθαι καὶ δεδομένων, ἢ τοὺς οὐ συγκεχωρημένα πράττοντας;
しかし私としては、もし気に入っているのなら、今後はそれに従うような法律をなぜこの事案について定めないのか、全く解せません。「ゼウスにかけて、そのような法律が都市に定められて置かれることは少なからぬ恥辱だからだ」と仰るのでしょう。それでは、書くことが恥ずかしいとみなすことを、実際に行うことは恥ずかしくないのでしょうか。そして、悪法として書かれたものをいくつか実行しないことは、行うことよりもどれほど勝っているでしょうか。あるいは、不当な事案に対して、許されていることでさえ控えるほど自制的な人々と、許されていないことを行う人々のうち、どちらがより優れているとあなた方は言われるでしょうか。
- 31.133τὴν ἀρχὴν
対格の副詞的用法で、「そもそも」「端緒から」(in the first place, at all)を意味し、動詞 κωλῦσαι を修飾している。
- 31.133καταλιπόντα τὸ χαρίζεσθαι τὸ ἀφαιρεῖσθαι ταῦτα ἐφʼ ἑνὶ ποιήσασθαι
比較の ἢ の後に続く不定詞節の構造。ποιήσασθαι は κρεῖττον にかかる不定詞で、分詞 καταλιπόντα はその意味上の主語(一般の人・法制定者)を表す対格。τὸ ἀφαιρεῖσθαι ταῦτα が ποιήσασθαι の直接目的語であり、ἐφʼ ἑνὶ は「一人の手中(支配下)に」を意味する。
- 31.137ἀφελὼν
アオリスト分詞(ἀφαιρέω)の副詞的用法。「(考慮や計算から)除外して、差し引いて」の意。主節の命令法 σκοπείτω に先行する前提条件・付帯状況を示している。
- 31.139νὴ Δίʼ, αἰσχύνην γὰρ οὐ μικρὰν ἔχει
弁論術における想定反論(hypophora)の導入句。対話相手(ロドス市民)が抱くであろう反論「ゼウスにかけて、成文化しないのは法律として置くことが恥辱だからだ」を先回りして提示し、直後の εἶτα... でその矛盾を突く構成となっている。
