- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:29.17-29.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は美貌と勇気・節制の両立の難しさを神話の英雄たちを例に論じ、若き死を遂げたメラコマスを神々に愛された英雄たちに比肩するものとして、過度な哀悼を排し徳の修練を継承するよう聴衆に促す。
καίτοι αὐτῷ τούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν1 ἀνδρεία καὶ σωφροσύνη· κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους,2 ὅταν τις περιβόητος ᾖ τὸ εἶδος, ἡδίονος δ’ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ ἄν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν δοκεῖ πρᾶξαι λαμπρόν·
しかしながら、勇気と節制は、この美そのものに伴うことが最も困難な二つのものなのです。なぜなら美は、人間を何よりも思い上がらせ、姿かたちが世に名高いときには他の評判など必要としないかのように、また怠惰のほうが心地よいことから、放縦へと誘惑するからです。昔の最も美しい者たちを初めから振り返ってみるなら、その大半は勇気や徳の業を何一つ示さなかったことがわかるでしょう。例えばガニュメデスは、少年のうちに人間のあいだを去って姿を消したために、輝かしい業績を何もなさなかったように思われます。
περὶ δὲ Ἀδώνιδος ἢ Ἰασίωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ3 περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ᾽ ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν· οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγεσία.
また、アドニスやイアシオン、あるいは美貌ゆえに過分の名声を得た同類の人々については、その美しさ以外のことは何一つ耳にしません。際立って美しい者たちのうちで勇敢であったと言えるのはテセウスとアキレウスだけですが、彼らにも節制は全く備わっていませんでした。というのも、〔そうでなければ〕彼らの一方がヘレネを暴力で奪い去ることも、他方があの争った理由となった事柄ゆえにトロイアで内輪もめを起こすこともなかったはずだからです。ヒッポリュトスには節制は備わっていましたが、勇気があったかどうかは定かではありません。狩猟は勇気の真の証拠とはならないからです。
ἀλλ’ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τις αὐτὸν ὠλοφύρατο· νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τις, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν· τοσαῦται συμφοραὶ καταλαμβάνουσιν.
しかし、人間のあらゆる善きものを獲得したこの人は、その最期についても祝福されるに値するでしょう。というのも、もし人間にとって最も長い時間が最善であるなら、人はその点において彼を嘆き悲しんだことでしょう。しかし実際には、人間には短い一生しか与えられておらず、あまりにも多くの災難が襲いかかるために、もっと早く死んでいたほうがはるかに良かったという人々が数多く見出されるのです。
ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον· τούς τε Βοιωτοὺς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ’ οἵδε μὲν δι’ ἀφροσύνην ἀπώλοντο· τοὺς δὲ ἄλλους, οὓς εἶπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο.
さらに昔の最も傑出した者たちについて聞くところでは、彼らのうち誰一人として人生を長く全うした者はいませんでした。パトロクロスやアンティロコス、さらにはサルペドン、メムノン、アキレウス、ヒッポリュトスがそうです。また、ホメロスがオリオンに次いで最も巨大で最も美しい者となったと述べているボイオティアのオートスとエピアルテス、そしてオリオン自身もそうです。しかし彼らは愚行ゆえに滅びました。これに対して私が挙げた他の者たちは、神々の子や子孫として挙げたのです。それゆえ、もし人間にとってこれが善きことであると定めていなかったなら、神々が自分たちの子や最も愛した者たちに早すぎる死を与えることはなかったでしょう。
ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος4 τῶν ἀγαθῶν τινος· ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’ αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς.
それゆえ皆さん、あなたがたはこのことを考慮して、彼を至福の者とみなすべきであり、また自分自身も、もし誰かが早く死ぬことになったとしても善きものの何かを享受できずに終わるかのように思って、このことのために労苦や名誉への志を少しも緩めるべきではありません。名誉ある名声を得た者は、善きものに満ち足りて去っていくのです。それどころか、若い者たちは彼の空けた座が自分たちに残されていると考え、年長者たちは自らの業にふさわしく、熱心に鍛錬し、労苦に励みなさい。そして、それらのことについて、称賛と良き名声を目指して生き、徳の修練者である者たちにふさわしい自負を持ちなさい。
τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν· οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ’ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.
世を去った彼を涙ではなく記憶によって称えなさい。この〔涙による〕称え方は高貴な者たちが高貴な者たちに対して行うのにふさわしくないからですし、アカイア人たちの涙で砂浜と武具が濡れたとホメロスが歌っているのを私は賞賛しないからです。ホメロスは嘆きの誇張を示すことで、むしろ詩的な快楽に従ったのです。あなたがたは自制して耐えなさい。
- 29.17χαλεπωτάτω ἐστὸν
主語である ἀνδρεία καὶ σωφροσύνη(勇気と節制)の2要素を受け、述語形容詞 χαλεπωτάτω および繋辞動詞 ἐστὸν が厳密に双数形(dual)で呼応している。古典アッティカ散文では複数形に解消されることが多いが、ここでは対をなす徳の概念を強調するために双数構文が採用されている。
- 29.17ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους
接続詞 ὡς(あるいは ὡς ἄν)に対格分詞 δεομένους が後続する構文。先行する主節の目的語 ἀνθρώπους を意味上の主語とし、「他の名声を必要としていないかのように(という口実/思惑のもとで)」という主観的理由・心理的動機を表している。
- 29.18οὐδὲν ὅτι μὴ
οὐδὲν ἄλλο ὅτι μὴ から ἄλλο が省略された慣用表現で、「〜のほかには何一つ…ない(nothing except)」を意味する。直後の περὶ τοῦ κάλλους を限定する。
- 29.21ἀνόνητος ἐσόμενος
欠如の形容詞 ἀνόνητος(ἀν- + ὀνίνημι、「〜の益を得ない、享受できない」)が属格 τῶν ἀγαθῶν τινος を伴い、「〜の何かを享受できずに終わるかのように」を表す。統語上は前の対格不定詞構文(λογιζομένους ὑμᾶς ... ἐφίεσθαι)の中で対格となるべきところ、条件節(εἴ τινι συμπέσοι τελευτῆσαι)の意味上の主語 τινι に引かれ、また ὡς に続く分詞句として破格(anacoluthon)により主格単数男性形で現れている。
