- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:27.1-27.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴会と祝祭における人間の多様な振る舞いを対比し、騒乱の中で真に有益な言論を語る者が沈黙せざるを得ない様を描く。また大衆が平穏時には哲学を退け、逆境や悲哀に直面して初めて慰めを求める態度を、健康を軽視して発病後に医者を頼る愚者に譬えて批判する。
Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν1 ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν· οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν.
人間は、宴会においてに劣らず祝祭においても、各自がどのような心根を持っているかが明らかになる。ただし、祝祭のほうがより多様であり、時間もより長くかかるという違いはあるが。さて、宴会には言うまでもなく、ある者たちは飲むことだけを目的にやって来て、他には何もしない。ちょうど喉の渇いた旅人たちが、どこかの泉に着いたときに身をかがめて飲むようなものである。しかし彼らは腹を満たし喉の渇きを癒やすと静かに立ち去り、おかしなことは何一つ行いも語りもしない。だが、ある者たちは多くの不快なことを時に語りも行いもするのである。
οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ ὁ Διόνυσος· ἀλλὰ ἅτε διθύραμβος ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι.
というのも、ニュンペーたちとディオニュソスとは、自らを必要とする者たちを同じようには受け入れないからである。詩人たちが言うように、ディオニュソスはディテュランボスであり雷電と雷鳴のもとに生まれた者であるから、不作法に酒を用いる者たちをまさに火で満たし、実にその多くの者を雷に打たれたかのように錯乱させる。こうして彼らはほとんど狂気じみて多くの悪事を働くのであり、ちょうどホメロスがケンタウロスはペイリトオスの館で酔っ払って悪事を働いたと語る通りである。
ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους· οἱ δὲ ᾅδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον μήτε λαλιᾶς κοινωνεῖν ἀξιοῦντες.
またある者たちは生まれつきのおしゃべりで、同席者たちを格好の聴衆と見なして、無分別で長ったらしい話を繰り広げる。またある者たちは歌ったり調子を外して歌ったりし、ひどく音楽を解さないくせに、争ったり悪口を言い合ったりする者たちよりもむしろ迷惑をかけるほどである。さらに別の者たちは自分は厳格で節度があると称しながら、不興を買ってうんざりさせ、適度の酒も会話も共にしようとしない。
ὃς δ’ ἂν ᾖ πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶν τε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς ὡς οἷόν τε ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷ τε καὶ μέλει τῷ προσήκοντι, τούς τε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις.
しかし、温和な人であり、その人柄が十全に調和している人は、他人の気難しさにも平然と耐え、自分自身もできるかぎり、分別を欠いた合唱隊をふさわしい秩序へと、適切なリズムと旋律によって導き入れ、場にふさわしい話題を提起し、如才なさと説得によって居合わせた者たちを引き寄せ、互いにより調和し親しみ合って交われるようにするのである。
τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα· ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας ἕνεκεν τῶν τε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων· καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ· πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας, ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες· οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾅδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις. ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσχημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθ’ αὑτόν.
宴会のほうはまあこのようなものである。一方、人々は祝祭にもやって来るが、ある者たちはさまざまな見せ物や競技を観覧するために来る。そしてこのうち特に熱中している者たちは、早朝から他に何もしないで過ごす。また多くの者は雑多な売り物を携えて来る市井の群衆であり、ある者たちは自らの技芸や手工業の腕前を披露しようとする。また別の者たちは自らの知恵を誇示し、多くの者は悲劇や叙事詩の詩作品を披露し、多くの者は散文の著作を披露して、休暇のためにやって来てくつろぎたいと願っている者を煩わせる。これらの者たちは、宴会で鼻歌を歌ったり声高に歌ったりする者たちに最もよく似ており、望まなくとも嫌でも耳に入ってしまう。こうした中で、有益でためになる言論を語り、集まり全体をより品位ある優れたものにすることができる者は、騒乱と他の群衆の多さに圧倒されて沈黙を守り、自らの殻に閉じこもるのである。
πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ οἶμαι πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται, πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος· οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν.
というのも、大衆が哲学から出た言論に対して抱く態度は、私が思うに、医師の薬に対する態度とまったく同じだからである。現に人々は、明白な病気に罹り体のどこかに痛みを覚える前には、薬をすぐに求めたり買ったりすることはない。それと同様に、何か辛いことや困難と思われることが身に降りかからない限り、概してこのような言論に進んで耳を傾けようとはしないのである。
αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα ἐκ δανείων πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων.
例えば、世間が幸運と呼ぶような幸運に恵まれている者、たとえば貸付金から多額の富を得ていたり十分な土地を所有していたりし、自身も健康で、子どもや妻も無事であり、戦争も内乱も明白な危険もなしに大きな権力や支配権を握っているような者が、このような言論に近づいたり、哲学から出た言論に与ろうとしたりする姿を、人は容易に見出すことはできないであろう。
εἰ δέ τῳ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἢ ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἢ ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται2 πρὸς τὸ πρᾶγμα καὶ τρόπον τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κἄν τις ἀπολέσας τύχῃ τινὰ τῶν οἰκείων, ἢ γυναῖκα ἢ παῖδα ἢ ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε δέον σκοπεῖν3 ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ·
しかし、もし誰かに人生で何らかの挫折が生じ、富裕から貧困に転落したり、力ある身から病弱で無力な身になったり、あるいは他の何らかの悲哀を抱えたりすると、人々はその事柄に対してどういうわけかより親近感を抱くようになり、ある意味で哲学者たちの言論に耐え、どうにか慰めを求めていると言い出す。また、もし誰かが身内の者、妻や子や兄弟を亡くしたりすると、彼らは哲学者がやって来て慰めてくれることを求め、あたかもその時になって初めて、起こった事態をいかに適度に耐え、残された事柄に耐え抜くことができるかを考察すべきであって、以前にはそうではないかのように振る舞うのである。
ὥσπερ καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι· τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ᾽ ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
これは愚かな者たちが身体に対して抱く態度とほぼ同じである。彼らは普段の時には、いかにして健康でいられるかなどまったく気にかけず、食物や酒や情欲やその他の生活習慣を、できる限り放縦かつ無頓着に楽しんでいる。しかし、空気の変化の折に疲労や熱病に襲われると、そうした者たちを襲いがちな激しい無秩序と重い病気に満ちた状態になってから自分たちを治療するよう命じ、そもそも医師を必要としないようにするにはどうすればよいかということは、端から考慮しないのである。
- 27.1Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν
間接疑問節 ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος の主語となるべき名詞 οἱ ἄνθρωποι が、主節の主語位置に先取り(prolepsis)されて γίγνονται καταφανεῖς と結びついている構文。直訳すると「人間たちは、各人がどのような心を持っているかについて明白になる」となる。
- 27.9οἱ δὲ οἰκειότερόν πως διατίθενται
条件節 εἰ δέ τῳ ξυμβαίη... を受け、帰結節の冒頭に置かれた接続詞 δέ は帰結節の δέ(apodotic δέ)である。また、条件節の単数不定代名詞 τῳ に対し、主節主語が「そのような境遇にある人々」を総称する複数代名詞 οἱ δέ となっており、文法的な数の一致よりも意味上の複数を優先した構文(constructio ad sensum)をとっている。
- 27.9ὡς τότε δέον σκοπεῖν
非人称動詞 δεῖ の分詞中性対格を用いた対格絶対構文(accusative absolute)。接続詞 ὡς を伴うことで、「その時になって初めて〜を考察すべきであるかのように」という当事者の主観的な意図・口実を表している。
