- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:25.1-25.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
対話者は知者のみが幸福であるという命題についてディオーゲネスに問い、守護霊(ダイモーン)の定義を求められる。ダイモーンを外部から人を動かす力とみなしたことで、リュクルゴス、ペイシストラトス、テミストクレスといった歴史的な政治指導者が都市のダイモーンに比定される。
Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος ὁ σοφός. — Δ. Λέγουσι γάρ. — Ἆρ’ οὖν ἀληθῆ σοι δοκοῦσι λέγειν; — Δ. Ἔμοιγε. — Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν αὐτῶν;1 — Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ὅ,τι νομίζεις τὸν δαίμονα εἶναι. — Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθ’ ὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττῃ. — Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, ὃ δαίμονα καλεῖς, ἢ ἔξωθεν ἄρχον τι καὶ κύριον τοῦ ἀνθρώπου; —
〔人々は〕哲学者たちが、賢者のみが幸福であると語っていると言います。— ディオーゲネス:実際、そう語っているな。— では、彼らは真実を語っていると思われますか。— ディオーゲネス:私にはそう思える。— では、なぜ私にも彼らの真意を説明してくださらなかったのですか。— ディオーゲネス:もし君がまず、守護霊(ダイモーン)とは何であると考えているかを私に言ってくれるなら、説明しよう。— 私としては、各人を支配しているものであり、それに従って人間の各々が、自由人も奴隷も同様に、また富者も貧者も王も私人も、生き、かつ自らの行う限りのことを行っているものだと考えます。— ディオーゲネス:君がダイモーンと呼ぶこの各人を支配するものは、人間そのものの内にあると考えているのか、それとも外部にあって人間を支配し統御する何ものかだと考えているのか。 —
Ἔγωγε.2 — Δ. Ἆρά γε ἄνθρωπον ἕτερον; ἔστι γάρ που ἄνθρωπος ὁ μὲν ἑνός τινος κρατῶν, ὁ δὲ πολλῶν, καὶ ἄγων ὅπῃ τε καὶ ὅπως αὐτὸς βούλεται ἤτοι πειθοῖ ἢ βίᾳ ἢ καὶ ἀμφοτέροις. λέγω δὲ οὐδὲν ἄγνωστον, ἀλλὰ τούς τε δημαγωγούς, οἷς πάντα πείθονται αἱ πόλεις καὶ ὅπως ἂν ἐκεῖνοι ἐξηγῶνται καὶ συμβουλεύωσιν, οὕτω πράττουσιν, ἐάν τε πολεμεῖν συμβουλεύωσιν ἐάν τε εἰρήνην ἄγειν ἐάν τε τείχη οἰκοδομεῖσθαι ἐάν τε τριήρεις κατασκευάζεσθαι ἐάν τε θυσίας θύειν ἐάν τε ἐκβάλλειν τινὰς αὐτῶν ἢ χρήματα ἀφαιρεῖσθαι ἢ καὶ ἀποσφάττειν· καὶ τοὺς βασιλέας καὶ τοὺς τυράννους, ὁμοίως δὲ καὶ τοὺς δεσπότας τῶν οἰκετῶν, ὅσοι ἀργύριον καταβαλόντες ἢ ἄλλῳ τῳ τρόπῳ κέκτηνταί τινα·
(外部にあるものだと)私は思います。— ディオーゲネス:では、別の人間ということか。というのも、ある者は一人の人間を支配し、ある者は多くの人間を支配し、説得によってであれ、暴力によってであれ、あるいはその双方によってであれ、自らが望む方向へ、望むように人々を導く人間が現にどこかにいるからだ。私は何も知られていないことを言っているのではなく、民衆指導者たちのことを言っているのだ。諸国家は彼らに全面的に従っており、彼らが教え勧めるとおりに行動している。彼らが戦争を勧めようと、平和を保つよう勧めようと、城壁を建設するよう勧めようと、三段櫂船を建造するよう勧めようと、犠牲を捧げるよう勧めようと、市民のある者を追放したり、財産を奪ったり、あるいは処刑したりするよう勧めようと、そうするのである。また、王たちや僭主たち、同様に召使いたちの主人たち、すなわち金銭を支払って、あるいは他の何らかの方法で誰かを所有している者たちのことも言っているのだ。
ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς3 ʽἐκείνου γὰρ κελεύσαντος ἔτι νῦν μαστιγοῦνται Λακεδαιμόνιοι καὶ θυραυλοῦσι καὶ γυμνητεύουσι καὶ ἄλλα πολλὰ καὶ χαλεπὰ δόξαντα ἂν ἑτέροις ἀνέχονται’ καὶ Πεισίστρατον Ἀθηναίων τῶν πρότερον. οἶσθα γὰρ δήπου ὅτι Πεισιστράτου προστατοῦντος καὶ ἄρχοντος εἰς μὲν τὴν πόλιν οὐ κατῄεσαν ὁ δῆμος, ἐν δὲ τῇ χώρᾳ διατρίβοντες γεωργοὶ ἐγίγνοντο· καὶ τὴν Ἀττικήν, πρότερον ψιλὴν καὶ ἄδενδρον οὖσαν, ἐλαίαις κατεφύτευσαν, Πεισιστράτου προστάξαντος· καὶ τἄλλα ὅπως ἐκεῖνος ἐβούλετο, οὕτως ἔπραττον.
ちょうど、君がリュクルゴスをラケダイモン人のダイモーンと呼び(現に彼の命令によって、今なおラケダイモン人は鞭打たれ、野宿し、裸で過ごし、他者には耐えがたく思われるであろう他の多くの過酷な事柄に耐えているのだから)、かつてのアテナイ人のダイモーンとしてペイシストラトスを呼ぶようなものだ。君も承知のとおり、ペイシストラトスが指導者であり支配者であったとき、民衆は都市へと降りて来ず、田舎にとどまって農民となった。そして以前は樹木もなく荒れ地であったアッティカに、ペイシストラトスの命によってオリーブを植樹した。また他の事柄についても、彼が望んだとおりに実行したのだ。
ὕστερον δὲ ἴσως ἄλλους τε φαίη τις ἂν καὶ Θεμιστοκλέα καὶ Περικλέα γενέσθαι ʽοὐ γὰρ ἀνήκοος δήπου τυγχάνεις περὶ τοῖν ἀνδροῖν’ τὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε4 πεζοὺς πρότερον ὄντας καὶ τὴν χώραν καὶ τὴν πόλιν προεμένους τοῖς βαρβάροις καὶ θεῶν ἱερὰ καὶ τάφους προγόνων ἐν ταῖς ναυσὶ ποιήσασθαι πάντα τὰ σφέτερα πράγματα — καὶ ὕστερον τὸν Πειραιᾶ τειχίσαι πλειόνων ἢ ἐνενήκοντα σταδίων καὶ ἄλλα τοιαῦτα προσέταξεν αὐτοῖς, ὧν τὰ μὲν ἐπὶ τοσοῦτον ἔπραττον ἐφ’ ὅσον ἐκεῖνος παρῆν, τὰ δὲ καὶ φυγόντος αὐτοῦ καὶ τελευτήσαντος. καὶ μετὰ ταῦτα ἄλλους τινὰς ἴσως φήσεις δαίμονας γεγονέναι τῶν Ἀθηναίων, οἷον Ἀλκιβιάδην τὸν Κλεινίου καὶ Νικίαν καὶ Κλέωνα καὶ Ὑπέρβολον, τοὺς μέν τινας ἐπιεικεῖς τυχόν, τοὺς δὲ πάνυ πονηρούς τε καὶ χαλεπούς.
その後にはおそらく、他の者たちに加えてテミストクレスやペリクレスが(ダイモーンに)なったと誰かが言うかもしれない(君もまさかこの両名について聞き及んでいないわけではあるまい)。前者のテミストクレスについては、以前は歩兵であったアテナイ人に海戦を行うことを余儀なくさせ、国土も都市も、神々の神殿も先祖の墓も異民族に明け渡させ、自らの財産すべてを船の中へと移させたからであり、後には彼らに九十スタディオン以上のペイライエウスの城壁を築かせ、その他これに類することを命じたからである。アテナイ人はそれらのうち、あるものは彼が居合わせた間だけ行い、あるものは彼が追放され世を去った後にも実行した。そしてこれらに続いて君は、アテナイ人にとって他にも何人かがダイモーンになったと言うかもしれない。例えばクレイニアスの子アルキビアデス、ニキアス、クレオン、ヒュペルボロスなどであり、ある者は穏健であったかもしれず、ある者はまったく邪悪で過酷であった。
- 25.1τὴν διάνοιαν αὐτῶν
αὐτῶν は先行する τοὺς φιλοσόφους を受ける代名詞属格として機能している。「彼ら(哲学者たち)の意図・真意」の意。
- 25.2Ἔγωγε.
直前の二者択一疑問(ἐν αὐτῷ ... ἢ ἔξωθεν...)に対する応答。単なる肯定ではなく、後者の肢(ἔξωθεν ἄρχον τι καὶ κύριον τοῦ ἀνθρώπου εἶναι)を選択して「(外にあるものだと)私は考えます」と答えている。直後のディオーゲネスの発言 Ἆρά γε ἄνθρωπον ἕτερον;(「では別の人間ということか」)からも、話者がダイモーンを外部の主宰者とみなしたことが確認される。
- 25.3ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς
ὡς ἂν εἰ + 希求法(καλοῖς)による仮定・比較構文。「ちょうど…と呼ぶようなものだ」の意。前段で展開された「他者を意のままに動かす指導者」という議論を、歴史上の立法者や支配者の具体例(リュクルゴスやペイシストラトス)へと適用・例示している。
- 25.4τὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε
文頭の τὸν μέν は前文の Θεμιστοκλέα καὶ Περικλέα のうち前者のテミストクレスを指す対格。本来は「〜を(ダイモーンと呼ぶ)」のような主文の動詞構造に連なるはずだが、理由を示す ὅτι 節(ἠνάγκασε ... ποιήσασθαι)が長く続き、ダッシュの後で主動詞 προσέταξεν が直接現れる破格構文(アナコルートン)を形成している。
