← ディオン・クリュソストモス

弁論集

§20.15-20.20

猟犬の対比と閑暇における愚者の妄想

訓練された猟犬と未熟な猟犬の対比を通じて精神の集中の重要性が説かれ、閑暇の中で愚者が荒唐無稽な妄想に耽る弊害と、その例としてパリス(アレクサンドロス)が絶世の美女ヘレネーを欲するに至った経緯が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§20.15

οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς ἀχθείσας καὶ φιλοπόνους, ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐδ’ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας,1 οὐδ’ εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπό τε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ πλῆθος ἀνθρώπων τε καὶ ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτων — οὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνο πανταχόθεν ἐκλέγει τὸ ἴχνος κἀκείνῳ ἕπεται, μέχρις ἂν εὕρῃ τε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δι’ ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὄρος οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ἢ ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινας δρόμους τοῦ λαγὼ θέοντος καὶ πειρωμένου ἐξαπατᾶν·

私自身も知っているが、犬の中でもよく訓練され勤勉なものは、放たれるや否やすぐに足跡を探し求め、たとえ皆が呼び戻そうとしてもこれを決して見捨てようとはせず、四方八方から多くの叫び声が響き渡ろうと、果実や花々から多くの匂いが入り混じろうと、人間や他の動物の多くの群れが現れ、あるいは馬の足跡、牛の足跡、羊の足跡があろうと――そうしたものの何一つ見ることもなく、そのいずれも感知せず、四方からひたすらあの足跡を選び出してそれに従い、ついに野兎を見つけ出し飛び出させるまで追跡し、その後もどこを通過しようと追い続け、野兎が幾重にも逃げ道を走って騙そうと試みても、平野も山も過度の険路も渓谷も奔流もその犬を阻むことはできない。

§20.16

τὰς δὲ ἀμαθεῖς τε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μηδὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐδὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς.

これに対して、未熟で訓練されていない犬は、獲物の気配を遅く察知し、すぐに諦めてしまい、もしどこか別の場所からざわめきが聞こえ、犬の吠え声であれ、通りがかりの旅人や羊飼いの声であれ届こうものなら、すぐに足跡から顔を上げ、そちらへ駆け出してしまう。これらすべての原因は、私が言ったように、まさに習慣にある。同様にして、魂もまた、自分がなすべき適切であると認められる務めから決して逸れず、身を引かないよう習慣づけられねばならない。そうでなければ、打ち勝つことも、何一つ十分に成し遂げることも容易ではない。

§20.17

ἢ οὐκ ἐν ταῖς ἐρημίαις καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδας τε καὶ πλούτους καὶ ἄλλ’ ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας χρυσοῦ τε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον2 κτώμενοι, οἱ δὲ βασιλεῖς τε καὶ μονάρχους πόλεών τε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, τοὺς μέν τινας ἀποκτιννύντες, τοὺς δὲ ἐλαύνοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες, οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας οἷον ἐγρηγορότες τε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται· οὐ γὰρ ἐθέλει ἡ τυραννὶς ὑπὸ ῥᾳθύμου τε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ τοὐναντίον ὑπὸ δριμείας τε καὶ ἀγρύπνου φροντίδος· δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς ἤδη πολλάκις ἀπήντησαν.

それとも、愚かな人々は、なすべき事柄を何一つ考えないようにするために、孤独と静寂の中でこそ、まさにそこで、自分が親しむことを好む他の多くの奇怪な思いつきを案出し、自らのために僭主の地位や富やその他の驚くべき事柄を空想するのではないだろうか。ある者は突如として計り知れないほどおびただしい量の金銀の財宝を手に入れ、ある者は自らを諸都市や諸民族の王や専制君主に任じ、次いで僭主の地位にまつわる後続の事柄をすべて行い、ある者を処刑し、ある者を追放し、望むがままの乙女や少年や婦人に近づき、最も贅沢な宴会や馳走に預かる。またある者は金を貸し付けたり他の商売を営んだりして、あたかも目覚めていながら夢を見ているかのように、自らのために色とりどりの様々な夢を思い描く。ときに、こうした夢の中から、最も卑俗で奇異な事柄が彼らに現実となって生じることさえある。僭主の地位というものはこうした妄想からは決して生まれない。なぜなら僭主の地位は、怠惰でいわば常に眠りこけている精神によって捉えられることを好まず、むしろ鋭敏で覚醒した配慮によって捉えられるからである。しかし、散財や情痴、そうしたある種の放蕩は、すでに多くの人々にしばしば降りかかってきたのである。

§20.19

οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι3 τίς τε δὴ καὶ παρὰ τίσιν ἡ τοιαύτη γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος ὑπάρξαι γάμος·

たとえば私が思うに、アレクサンドロスがイダ山で牛の群れのあたりで閑暇を過ごしていた際、あらゆる女の中で最も美しい女を妻にすることこそ真に幸福であり祝福された境遇であり、王位も富も戦って万人を制圧することもこの事柄に匹敵する価値はないという思いと欲望が彼に生じ、その後、そのような女とはいったい誰で、誰のもとにいるのか、どこからそのような婚姻が自分にもたらされるのかと考えを巡らせたのはまさにそうしたことであった。

§20.20

καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἣν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων· καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων· ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα.

そして彼は、イリオスの花嫁や乙女たちを、自分は僭主の身分であるからと見下して娶るに値しないと考え、同様にリュディア人やフリュギア人の女たち、レスボスやミュシアの女たちも軽視した。しかし、スパルタにゼウスの娘と呼ばれる者がおり、王にして全ギリシアの王の兄弟であるメネラオスと同居しており、ギリシア人たちの首領や最上の者たちが多くの結納品や贈り物を与えて求婚し競って得ようとしたこと、さらに彼女にはゼウスの息子となったポリュデウケースとカストールという優れた兄弟がいると聞かされるや、彼はこの女が自分の妻となることを切望したのである。

構文注3 件
  1. 20.15οὐδ’ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας

    主動詞 οἶδα(知っている)に支配される対格不定詞に代わる分詞構文で、ἀπολειπούσας は対格の女性複数分詞(τὰς μὲν καλῶς ἀχθείσας に一致)。条件節(εἰ + 希求法)を受け、帰結節の ἄν + 分詞(ἄν ποτε ἀπολειπούσας)は潜在・可能の希求法(οὐκ ἄν ποτε ἀπολείποιεν)に相当する間接話法構文である。否定詞 οὐδέ... οὐκ は否定を二重にして強めている。

  2. 20.17ἀμήχανον ὅσον

    関係代名詞 ὅσον を伴う慣用表現で、ラテン語の immane quantum や mirum quantum と同様、「途方もないほど、計り知れないほど」の意で副詞的あるいは形容詞修飾的に機能し、ここでは πλῆθος(おびただしい量)にかかる。

  3. 20.19οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι

    主動詞 οἶμαι に導かれる対格不定詞構文。主語対格 τὸν Ἀλέξανδρον と述語不定詞 διανοεῖσθαι(考える、思い巡らす)が、中間に挿入された接続詞節(ὡς ἐτύγχανε...)、独立属格句(τοιαύτης ἐννοίας... γενομένης)、および同格の ὡς 節によって大きく離隔(hyperbaton)している。全体の骨格は「οἶμαι τὸν Ἀλέξανδρον ... διανοεῖσθαι(アレクサンドロスが…と考えを巡らせた、と私は思う)」である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:20.15-20.20