- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.71-2.79
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雄牛の比喩を通じて真の王と暴虐な支配者に対する神の信賞必罰が説かれ、話者のアレクサンドロスに対し父ピリッポスがアリストテレスの教育を称賛する。
τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν,1 δικαίως καὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπʼ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν· θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῷ τεταγμένους.
すなわち、同等の人間たちの中でより優れていると認められつつ支配し、正義にかない自然の理に従って統率権を保つこと、また臣民の群衆を救い、必要なときには彼らに先立って熟慮し先頭に立って戦い、野蛮で無法な僭主たちから彼らを守ること、そして他国の王たちに対しては、もしいるならば、徳を競い合い、可能であるならばどこであれ人間の利益のために支配しようと求めること、さらには、より優れた存在である神々に、思うに良き牧者たちに従うかのごとく従い、より優れより至福なる自然を尊び、神々を自らの主人にして支配者とみなし、最大の第一の王たる神の最も尊き所有物として、まず自分自身を、次いで自らの下に配された者たちを示すべきであるということ。
καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτο μὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθʼ ἡσυχίαν διʼ ἔκπληξιν καὶ φόβον· τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης·
というのも実際、分別ある牧者たちと同様で、荒々しく獰猛になった雄牛が自然に反して放縦に支配し、自らの群れを軽蔑して害をなし、外からの襲撃者には退却して無力な群れを前面に突き出し、危険がないときには傲慢に猛威を振るい、ある時は鋭く威嚇するように咆哮し、ある時は角を突き立てて抵抗しない者を打ち据え、劣る者や戦わない者に対して己の力を誇示し、牛の群れが恐怖と動転ゆえに安らかに草を食むことを許さないようになると、そのときには主人や牛飼いたちが、群れを率いるのに不適格で無益であるとして、この雄牛を排除し処分します。
τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται.
これに対して、従う牝牛たちには温和であり、野獣に対しては勇猛で恐れを知らず、威厳と気品に満ちて群れを守り先導する力を持ち、牧者たちには屈服して従順であるような雄牛は、たとえ体がすでに重くなったとしても、命尽きる老齢までそのままにしておきます。
ὁμοίως δὲ καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅ τε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδʼ ἔχων, ὡς ἔλαττον αὑτοῦ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν,2 ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων.
同様に、神々および神々と人間の共通の父にして守護者である大いなる諸王の王もまた、人間の中で暴虐で不正で無法な支配者となり、その力を敵に対してではなく臣民や友人に対して誇示し、快楽に飽くことを知らず、富に飽くことを知らず、疑い深く、怒れば容赦なく、中傷を信じやすく、言論に耳を貸さず、邪悪で、陰険で、卑屈で、傲慢で、悪人を引き立て、優れた者を妬み、教養を理解せず、自らより劣った所有物と見なして友人を一人も認めず持たないような者があれば、彼を邪魔者として取り除き排除なさいます。それは、思うにファラリスやアポロドロス、その他多くの同類の者たちのように、王たるに値せず、神自身の栄誉と称号に与かる資格もない者として、恥辱と侮蔑をもってなされるのです。
τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος3 ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας·
しかし他方、雄々しく、人間愛に富み、臣民に善意を抱き、徳を重んじ、いかなる善き人にも劣っていると見なされまいと切磋琢磨し、不正な者たちには悔い改めを強い、弱き者を助ける者を、〔神は〕その徳を嘉して、キュロスやメディアのデイオケス、スキタイのイダンテュルソス、レウコン、そしてスパルタの王たちの多くや、かつてのエジプトの王たちの何人かについて聞き及ぶように、大抵の場合は老齢に至るまで導きなさいます。
ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλʼ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα.
そして、もし運命の必然が老齢の前に彼を急き立てるとしても、ちょうど――とアレクサンドロスは言いました――私たちの祖先であり、その徳ゆえにゼウスの子と認められたヘラクレスのように、少なくとも善き記憶と万人の間での永遠の称賛を神は彼に与えられるのです。
ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον.
これを聞いたピリッポスは喜び、「アレクサンドロスよ」と言いました。「私たちがアリストテレスを重んじ、オリュントス地方にある彼の祖国スタゲイラの再建を認めたのは無駄ではなかった。彼がホメロスを解説するにせよ、他のやり方にせよ、支配と王権についてそなたにそのようなことを教えているのなら、彼こそは多くの大いなる賜物に値する人物だ」。
- 2.71τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν
冠詞付き不定詞句 τὸ δεῖν ... ἄρχειν は、直前の箇所の末尾の主節動詞 θείη ἄν(「~と見なす、置く」)の目的語として機能している名詞句 τοῦτο(「このことを」)と同格で、その具体的な教訓の内容を列挙・展開している。
- 2.75ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων ... ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν
関係代名詞節 ὃς ἂν ... ἄρχων は先行詞なしで一般化された条件関係節をなし、後続する主節の指示代名詞 ἐκεῖνον がこれを受けて主動詞 ἐποιήσατο καὶ μετέστησεν の直接目的語となっている(先取り的照応構文)。
- 2.77τῆς ἀρετῆς ἀγάμενος
分詞 ἀγάμενος(動詞 ἄγαμαι「感嘆する、称賛する」)に伴う属格 τῆς ἀρετῆς は、感情の原因・理由を表す属格(「その徳を称賛して」)。修飾対象である神(主語)の心情的動機を示している。
