- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.54-2.62
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスはホメロスこそが王の最善の教育者であると論じ、王が親しむべき勇壮な歌や武芸を伴う舞踊、および神への祈りのあり方を説く。
ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, "ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, " ὡς τῶν ἄλλων ταύταις συνεπομένων. οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν1 μήτʼ αὐλούντων μήτε κιθαριζόντων μήτε ᾀδόντων ἀνειμένα μέλη καὶ τρυφερά, μηδὲ αὖ λόγων διεφθορότων κακοὺς ζήλους παραδέχεσθαι, πρὸς ἡδονὴν τῶν ἀμαθεστάτων γεγονότας, ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖν ὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάς τε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρου τε καὶ ἀμέτρου, ὀρχήσεις τε πρὸς τούτοις ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτων τε ὀξεῖς καὶ παρανόμους ῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας.
「ですから父上、私にとってホメロスは極めて十分な訓育者であり、この詩人に意を注ごうと努める者こそ、最も幸運で最善の王なのです。現に詩人自身が、最も王にふさわしい二つの徳として勇気と正義を明白に提示しており、 『双方を兼ね、良き王にして勇武の槍手』 と述べている箇所では、他の諸徳がこれらに伴うものとしているからです。しかし王自身は勇壮と尊厳の点において他者より優れていなければならないばかりでなく、他者が笛を吹き、あるいは竪琴を爪弾き、あるいは弛緩した柔弱な調べを歌うのを一切耳にすべきでなく、また最も無知な者たちの歓心を買うために作られた退廃した言辞の悪しき模倣も受け入れるべきではないと私は思います。むしろそのようなものはすべて、第一に、何よりもまず自らの魂から、次いで君臨する都市から可能な限り遠くへ追放し放逐すべきであり、節度のない哄笑や、韻文・散文を問わず嘲笑を伴うそのような哄笑の作り手たち、さらには不謹慎な舞踊や放縦な踊りにおける女たちの遊女まがいの身振り、また笛の甲高く無秩序な節回し、無風流な転調によって崩れた調べ、多弦・多音の楽器の雑多な響きも同様に退けるべきなのです。
μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐδὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλʼ ἀμήχανον φόβον καὶ θόρυβον, οἷον ὅ τε Ἄρης αὐτὸς ἤγειρεν, "ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, "ὅ τε Ἀχιλλεὺς ὅτε φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἅρμασι καὶ ὅπλοις·
王が歌い、また受け入れる唯一の歌は、エニュアリオスに相応しい極めて力強く響き渡るものであり、聞く者に快楽や怠惰をもたらすのではなく、まさに軍神アレス自身が 『高き砦の上からトロイア勢に鋭く号令しつつ』 呼び起こしたような、あるいはアキレウスが姿を見せる前にただ声を張り上げただけでトロイア勢を潰走させ、彼ら自身の戦車と武具の周りで十二人の男たちの破滅の原因となった時に引き起こしたような、抗い難い恐れと動揺をもたらすものでなければなりません。
καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον,2 οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖς Ἀχαιοῖς τὸν παιᾶνα ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, "νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο."
そしてこの歌に次いでムーサたちによって作られた勝利の歌、例えばアキレウス自らが先導してアカイア勢にパイアンを歌わせつつ、ヘクトルを船へと運ぶ際に命じたような歌を受け入れるべきです。 『さあ、アカイアの若武者たちよ、パイアンを歌いながら 反りのある船へと戻ろう、この男を引いて行こう。
ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις· "ἄγετʼ, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δʼ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς· οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ. "
我らは大いなる誉れを勝ち得た、気高きヘクトルを討ち取ったのだ、 市中でトロイア人らが神のように祈りを捧げていたあの男を』 さらに、スパルタの行進歌のように、リュクルゴスの国制とその習俗に極めて相応しい励ましの歌もまた受け入れるべきだと私は思います。 『進め、勇士を育むスパルタの、 市民たる父たちの息子たちよ、 左手には盾の縁を前に構え、 槍を雄々しく振るい、 命を惜しむことなく戦え。 命を惜しむはスパルタの習いではない』
χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ· ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι· τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, "Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ. "
そしてこれらに応じた、調子を乱さず奔放でもない、できる限り力強く節度のある舞踊や合唱隊を、定まったリズムのうちに導き入れるべきです。また武装舞踊、すなわち神々への初穂の捧げ物であると同時に戦闘の訓練となる舞踊を導入すべきであり、詩人もメリオネスがそれに通じていると述べています。現にトロイア軍のある男がこう言う場面を詩人は描いています。
ἢ σὺ οἴει ἄλλην τινὰ ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος;
『メリオネスよ、いかにそなたが踊り手であろうとも、 もし私がそなたを射止めていたら、我が投げ槍はたちまちそなたを永遠に止めていたであろうに』 アカイア勢の最精鋭に数えられるモロスの子が、武装舞踊、すなわちクレタ人の間で古くから行われてきた、容易に身を躱して矢や槍の投擲から身を守るための鋭敏で軽快な動きであるクーレースの舞踊以外の何を知っていたと父上はお考えでしょうか。
τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων, "ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέη τʼ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δʼ ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δʼ εὐμενὴς ἔλθοις μοι, κεχαρισμένης δʼ εὐχωλῆς ἐπακούειν· Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, ὦ Δεύνυσε, δέχεσθαι.3"
さらにこれに付随して、王は一般の人々と同じような祈願を祈るべきではなく、またイオニアの詩人アナクレオンのように神々に呼びかけて祈るべきでもありません。 『主よ、あなたとともに、荒々しいエロスと 青く澄んだ瞳のニュンペーたち、 紫の衣をまとうアプロディテが戯れ、 あなたは高き峰々を行き巡る。 私はあなたの膝にすがって乞い願う、願わくは好意をもって 私のもとへ訪れ、喜ばしき祈りを聞き届けて下さらんことを。 そしてクレオブロスにとって良き助言者となり、 我が愛を受け入れるよう導いて下され、おおディオニュソスよ』」
- 2.55οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν
οἶμαι δεῖν に後続する不定詞構文(διαφέρειν, ἀκούειν, παραδέχεσθαι, ἐκβαλεῖν, ἀποπέμψαι)。否定詞 μηδέ は、義務を表す非人称動詞 δεῖν の支配下にあるため οὐδέ ではなく μή 系列が選ばれている。
- 2.58καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον
前出の μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται に続く対格目的語。ᾠδήν が先行詞として共通に了解されており、「この歌(軍神に相応しい歌)に続いてムーサたちによって作られた勝利の歌」を並列して導いている。
- 2.62Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, ὦ Δεύνυσε, δέχεσθαι
引用されたアナクレオンの詩句末尾の δέχεσθαι は、直前の命令法 γενεῦ(γίνου)と並列する命令的不定詞、あるいは上文の γουνοῦμαι(「私は懇願する」)に直接従属する不定詞のいずれかとして解釈できる。文脈上はクレオブロスが語り手の愛を受け入れるようディオニュソスに働きかけを乞う使役的・懇願的帰結を表す。
