- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.36-2.44
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ピリッポスが、ホメロスがアルキノオスやメネラオスの宮殿の贅沢な装飾を描いている点を挙げてアレクサンドロスの質素・武勇主義を問い詰めるが、アレクサンドロスはホメロスが人物の性格に応じて描写を使い分けていると弁護し、生活規範の教育者としての詩人を称える。
οὔκουν οὐδὲ Ἀθηναίους οὕτως, ἔφη, ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας1 τῆς περὶ τὴν πόλιν καὶ τὰ ἱερὰ ὅσον τῶν ἔργων ἃ ἔπραξαν οἱ πρότερον· τὸν γὰρ ἀκινάκην τὸν Μαρδονίου πολὺ σεμνότερον καὶ κρεῖττον ἀνάθημα ἔχουσιν καὶ τὰς Λακώνων ἀσπίδας τῶν ἐν Πύλῳ ποτὲ ἁλόντων ἢ τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τὸ Ὀλύμπιον ἀπὸ πλειόνων ἢ μυρίων ταλάντων.
「だからこそ私はアテナイ人についても」と彼は言いました。「昔の人々が成し遂げた偉業ほどには、都や神殿に費やした出費や贅沢のゆえに称賛することはないのです。実際、彼らにとってはマルドニオスの短剣や、かつてピュロスで捕虜となったスパルタ人たちの盾の方が、アクロポリスのプロピュライアや一万タラントン以上をかけたオリュンピア神殿よりも、はるかに尊く優れた奉納品なのですから」 「それなら」
Οὐκοῦν, ἦ δʼ ὃς ὁ Φίλιππος, ἐνταῦθα τὸν Ὅμηρον οὐκ ἂν ἔχοις ἐπαινεῖν.2 τὰ γὰρ τοῦ Ἀλκίνου βασίλεια, ἀνδρὸς Ἕλληνος καὶ νησιώτου, διεκόσμησεν οὐ μόνον κήποις καὶ φυτοῖς καὶ ὕδασιν, ὡς ἥδιστα ἐνοικεῖν, ἀλλὰ καὶ ἀγάλμασι χρυσοῖς. ἔτι δὲ μᾶλλον τὴν τοῦ Μενελάου οἴκησιν, καὶ ταῦτα ἀπὸ στρατείας ἥκοντος, ἆρʼ οὐ Περσικήν τινα καὶ Μηδικὴν ἐξηγεῖται, σχεδόν τε οὐ πολὺ ἀποδέουσαν Σεμιράμιδος ἢ Δαρείου τε καὶ Ξέρξου τῶν βασιλείων;
とピリッポスは言いました。「その点においては、お前はホメロスを褒めることはできないだろう。というのも、ギリシア人にして島民であるアルキノオスの王宮を、詩人は極めて心地よく暮らせるように庭園や果樹や水流によってだけでなく、黄金の像によっても飾ったからだ。さらにはメネラオスの館など、それも遠征から戻ったばかりの者の館を、詩人はペルシアやメディア風のものとして、セミラミスやダレイオスやクセルクセスの王宮とほとんど大差ないものとして叙述しているではないか。
φησὶ γοῦν, "ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. "
現に詩人はこう言っている。
τοῖς γὰρ Τρωικοῖς σκύλοις ἐχρῆν μᾶλλον λάμπειν αὐτὸ ἢ τούτοις κατά γε τὴν σὴν διάνοιαν. καὶ ὁ Ἀλέξανδρος ἐπισχών, Οὐκ ἔγωγε, εἶπε, τὸν Ὅμηρον ἐάσειν μοι δοκῶ ἀναπολόγητον· ἴσως γὰρ πρὸς τὸν τοῦ Μενελάου τρόπον ἐποίησε τὰ βασίλεια, ὅν φησι μόνον εἶναι τῶν Ἀχαιῶν μαλθακὸν αἰχμητήν.
『誉れあるメネラオスの高き屋根をいただく館には、 太陽か月の輝きが満ちていた、 黄金と琥珀、銀、そして象牙の輝きが』 お前の考えに従えば、その館はそれらによってではなく、むしろトロイアの戦利品によって輝くべきだったはずだ」するとアレクサンドロスは少し間を置いて言いました。「私としては、ホメロスを弁明のないまま見捨てるつもりはありません。おそらく詩人は、アカイア勢の中で唯一『軟弱な槍使い』であると〔ホメロスが〕述べているメネラオスの性格に合わせて、その王宮を描いたのでしょう。
σχεδὸν γὰρ οὖν ἔοικεν οὐδὲ τῶν ἄλλων οὐδὲν μάτην ὁ ποιητὴς οὗτος λέγειν, ἀλλὰ καὶ στολὴν καὶ οἴκησιν καὶ δίαιταν πρὸς τὸ τῶν ἀνθρώπων ἦθος πολλάκις ἀπεικάζει.
というのも、この詩人は他のいかなることも無駄には語らないように思われ、衣装も住居も日々の暮らしぶりも、人々の性格に合わせて描写することがしばしばあるからです。
διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις διʼ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθʼ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου. πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς. ""
だからこそ、パイエケス人たちの王宮を通年の果樹園や果実、絶え間なき泉で飾ったのであり、美しく情の深い女神として島でひとり離れて暮らしているだけに、カリュプソーの住まいについてはなおのことそうしたのです。実際、詩人はその島について、そこで焚かれる最上の香料によって際立ってかぐわしく、よく茂る樹木によって木陰が多く、洞窟の周りには見事に熟れて房の重みでたわむ葡萄の木が巡り、その前にはセロリなどの入り混じった柔らかな草原が広がり、土地が傾斜しておらず平坦であるために、中央からは澄んだ透明な水が四方に流れ出る四つの泉があると述べています。これらはすべて並外れて官能的で心地よいものであり、思うに女神の気質にかなっているのです。
οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλʼ ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην. λέγει γὰρ οὕτως· "ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι· θύραι δʼ εὐεργέες εἰσὶ δίκλιδες· οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. "
もっとも、オデュッセウスの館については決してこれらに似せてはおらず、思慮深く用心深い男にふさわしく、まさにその防衛のために整えられたものとして描いています。現にこう述べています。 『建物は次から次へと連なり、前庭は 石壁と胸壁とで守られ、頑丈な両開きの扉が 備わっている。
δεῖ δὲ τοῦ ποιητοῦ τὰ μὲν ὡς συμβουλεύοντος καὶ παραινοῦντος ἀποδέχεσθαι, τὰ δὲ ὡς ἐξηγουμένου μόνον, πολλὰ δὲ ὡς ὀνειδίζοντος καὶ καταγελῶντος. ἔοικέ γε μὴν καὶ τὰ περὶ κοίτην καὶ τὴν καθʼ ἡμέραν δίαιταν ἱκανὸς εἶναι παιδεύειν Ὅμηρος ἡρωικήν τινα καὶ βασιλικὴν τῷ ὄντι παίδευσιν, ὡς μαθόντα παρʼ ἐκείνου Λυκοῦργον νομοθετῆσαι3 τοῖς Σπαρτιάταις.
いかなる男も力づくで破ることはできまい』 詩人の言葉はあるものは助言し勧告するものとして受け入れ、あるものは単なる叙述として、また多くは非難し嘲笑するものとして受け入れねばなりません。もっとも、寝所や日々の暮らしぶりに関しても、ホメロスは真に英雄的かつ王者にふさわしい教育を施すに足る存在であるように思われ、リュクルゴスが彼から学んでスパルタ人たちに立法したほどです」
- 2.36ζηλῶ τῆς δαπάνης καὶ πολυτελείας
動詞 ζηλόω が称賛・羨望の対象(Ἀθηναίους:対格)に加え、その原因・理由を表す属格 τῆς δαπάνης を取っている構文。後ろの ὅσον τῶν ἔργων もこの原因の属格構文と呼応している。
- 2.37οὐκ ἂν ἔχοις ἐπαινεῖν
ἔχω に不定詞(ἐπαινεῖν)が後続し、潜在の ἄν を伴って「〜することはできないだろう」(= οὐκ ἂν δύναιο ἐπαινεῖν)という能力・可能性を表す慣用表現。
- 2.44ὡς μαθόντα παρʼ ἐκείνου Λυκοῦργον νομοθετῆσαι
ὡς に分詞 μαθόντα(Λυκοῦργον を修飾する対格)と対格不定詞構文(Λυκοῦργον νομοθετῆσαι)が組み合わさった表現。ここでの ὡς は結果(= ὥστε)を表し、「リュクルゴスがホメロスから学んだ上で立法したほどに」の意。
