← ディオン・クリュソストモス

弁論集

§2.18-2.27

王における弁論術の必要性と徳ある実践

アレクサンドロスは、ホメロスやヘシオドスの詩句、およびトロイアでのオデュッセウスらの言論を引いて王における弁論術の必要性を論じ、王にとって真に必要なのは詩作や過度の理論的哲学ではなく、善行と徳ある行動、そして最高峰の詩文の受容であると結論づける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.18

οὐδὲν μέντοι ἄτοπον, εἶπεν, ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἴην παρεχούσης τῆς φύσεως· ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ.1 σὺ γοῦν ἀντιγράφειν πολλάκις ἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις.

「しかし父上」と彼は言いました。「もし天性が許すなら、私が優れた詩人であっても何も不都合はありません。なにしろ王には弁論術もまた必要となるでしょうから。現にあなたもしばしば、極めて巧みな弁論家であり詐術師であるデモステネスや、アテナイで国政を担う他の者たちに文書で反論し、言葉で対抗せざるをえなくなっておられます」

§2.19

καὶ ἐβουλόμην γε, εἶπεν ὁ Φίλιππος παίζων, παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος. ἀλλὰ πῶς Ὅμηρον οἴει διανοεῖσθαι περὶ ῥητορικῆς; δοκεῖ μοι, ἔφη, τὸ πρᾶγμα θαυμάζειν, ὦ πάτερ. οὐ γὰρ ἄν τῷ τε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα (φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.)"

するとピリッポスは冗談交じりに言いました。「デモステネスのあの弁舌の腕前と引き換えになるなら、アテナイ人にアンピポリスを明け渡してもよいとすら思っていたほどだ。だが、ホメロスは弁論術についてどう考えていたとお前は思っているのか」「父上、詩人はこの術を讃美しているように私には思われます」と彼は言いました。「そうでなければ、アキレウスに言葉の師としてポイニクスをあてがうはずがありません(現に詩人は彼が父から『言葉を語る者、行いをなす者となるように』と遣わされたと述べています)。

§2.20

τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδην καὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε συνέσει καὶ τῇ πειθοῖ. φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως, "τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· "

また詩人は、他の英雄たちのうち最も優れた王たる者たち、すなわちディオメデスやオデュッセウスやネストルが、このような能力について同様に熱心であるように描きました。なかんずくネストルは理解力と説得力において抜きん出ており、現に詩人は詩の冒頭で、 『その舌からは蜜よりも甘い声が流れた』 と述べています。

§2.21

ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἷος ὅ τʼ Αἴας καὶ ὁ Ἀχιλλεύς, ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας.2 καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ.

その結果、アガメムノンさえも、アイアスやアキレウスのような若者たちよりむしろ、このような老人が十人自分の相談役としていてほしいと、そうすればトロイアはより速やかに陥落するであろうと考えて祈ったほどです。さらに詩人は、言論に関する必要の重大さを別の箇所でも明らかにしました。

§2.22

τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι πράγμασιν.

すなわち、戦争の長期化と包囲作戦の困難さ、さらには思うに降りかかった疫病と、アガメムノンとアキレウス両王の不和のためにギリシア勢がすでに遠征に疲れ果てていたところへ、その上ある扇動家が彼らに逆らって立ち上がり民会を混乱させたため、群衆は船へと殺到し、直ちに乗船して逃げ去ろうと望みました。誰も彼らを押しとどめることができず、アガメムノンすら現状の事態にどう対処すべきかわからなかったときのことです。

§2.23

οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δʼ ἄν τις ἐπιδείξειε καὶ ἕτερα.

そこでまさにこの場において、ただオデュッセウスのみが彼らを呼び戻して思いとどまらせることができ、最後にはネストルとともに演説して彼らを留まるよう説得しました。ですから、この偉業は明らかに弁論家たちの手柄となったのです。同様の例は他にも数多く示すことができるでしょう。

§2.24

φαίνεται δʼ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον; ἐν οἶς φησι περὶ Καλλιόπης, "ἢ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων. "

また、哲学と真の弁論術の双方が王にふさわしいと考える点では、ホメロスだけでなくヘシオドスも同じ考えを抱いているように見受けられます。彼はカリオペについて次のように述べている箇所があります。 『なぜなら彼女は敬意を受けるべき王たちにも付き従うからだ、偉大なるゼウスの娘たちが、ゼウスに養われたる王たちのうちで生まれるのを見守り、敬うその者に』。

§2.25

ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφʼ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους·

それゆえ父上、韻文詩を作ることや、それによって大いに名声を博しておられると言われるあなたの書簡のような散文を著すことは、まだ若くて余暇があるうちに——あなたもテーバイで言論の修練を積まれたと言われているように——行うのでない限り、王たちにとって決して不可欠なことではありません。

§2.26

οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον3 αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως· τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις·

また、哲学に極限まで厳密に取り組む必要もなく、ただ作意なく純朴に、行為そのものによって情け深く穏やかで正義に満ちた、さらには気高く勇敢な人柄を示し、何よりも神々の本性に最も近い『善行を施すこと』を喜びとするべきです。もっとも、機会があるときには哲学から発する議論を喜んで聞くべきであり、それらが自らの生き方に相反するものではなく調和するものとして現れるからです。

§2.27

τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν.

そして、あらゆる詩ではなく、最も美しく最も壮麗な詩、すなわちホメロスの詩とヘシオドスの同様の作品だけがそうであると私たちが知っているような詩、あるいは他に誰かが有益なことを語っている詩に心を引かれ、注意を向けるべきなのです」

構文注3 件
  1. 2.18ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ

    非人称動詞 δεῖ(ここでは希求法 δέοι + ἄν)が「必要とする人」を与格(τῷ βασιλεῖ)で、「必要とされるもの」を属格(ῥητορικῆς)で取る構文。不定詞を伴う場合(通常 δεῖ τινα ποιεῖν)とは異なり、「必要とされるもの」を属格で取る構文では、古典期アッティカ散文でも「人」に与格を用いる(δεῖ τινι τινός)のが標準的である(対格 δεῖ τινα τινός は韻文に限られる)。

  2. 2.21ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας

    接続詞 ὡς に後続する ἄν を伴った属格独立構文(ἁλούσης τῆς Τροίας)。主語アガメムノンの主観的判断・期待(「もし相談役がいれば、トロイアはより速く陥落したであろうに」)を表し、反実仮想・潜在の帰結節(ἄν + 直説法過去/希求法)に相当する内容が属格分詞構文に転換されたもの。

  3. 2.26οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον

    不定詞 ἅπτεσθαι は先行する οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν(王たちにとって不可欠ではない)という述語構造を引き継ぎ、主語(王)に呼応する後続の分詞群(ἐνδεικνύμενον, χαίροντα, ἀκούοντα)が意味上の主語を表す対格単数男性へと格変化(構文交替)している。理論的学問への過度の没頭を否定し、人格的実践(ἀπλάστως δὲ καὶ ἁπλῶς)へと力点を移す構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.18-2.27