- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.1-13.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
僭主によって追放刑を宣告された著者は、世間が追放を重苦しい不幸と見なす理由をオデュッセウスや悲劇の描写、亡命者の闘争から省みる一方、アポロンがクロイソスに逃亡を恥じるなと命じた神託を想起する。
ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δίʼ ἃ πολλοῖς καὶ σχεδὸν πᾶσιν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγένειαν, ταύτης ἐνεχθείσης ἐπʼ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον·1 ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπʼ αὐτῶν ἀποθνήσκουσιν ἑτέρους προστιθέναι πλείους ἀπʼ οὐδεμιᾶς αἰτίας·
私が追放されることになった時、それは決して悪人ではなく、当時の権力者や支配者たちと極めて近しい間柄にあり、まさにそのゆえに——あの者たちとの親交や血縁ゆえに、多くの人々、いやほとんど万人に幸福な者と思われていた、まさにその理由によって——命を落とした人物とのいわゆる友情のゆえであり、私がその人物の友であり助言者であるという名目で、この告発が私に向けられたのであった。というのも、スキタイ人たちの間で行われる、王の埋葬のさいに酒の給仕人や料理人や側室を共に葬る慣習のように、僭主たちによって殺される者たちに、何らの理由もないままさらに多数の者を巻き添えにするのが、僭主たちの習わしだからである。
τότε δʼ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερον πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι δύνασθαι ῥᾳδίως.
ともかくその当時、追放されることが決定したとき、私は、世間一般の評判の通りに追放という事態が真に辛く不幸なことであるのか、それともおよそこのような事柄はすべて、神殿における女たちの占いに関して言われるのと同じような別種の性質を帯びているのではないかと思案した。彼女たちは土塊や石を持ち上げ、それによって自分が尋ねている事柄について占うのであるが、ある女たちにはそれが軽くなり、ある女たちには容易に動かすこともできないほど重くなると言われている。
μὴ ἄρα καὶ τὸ φεύγειν2 καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δʼ ἐλαφρά τε καὶ εὔκολα· ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δὲ οἶμαι πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην.
あるいは、追放されることも、貧しくなることも、さらには老いも病気も、およそそのようなことすべては、ある者たちには重苦しく辛いものに見え、ある者たちには軽くたやすいものに見えるのではなかろうか。あちらの神殿ではおそらく事柄自体の違いに応じて神慮が重さを軽くしているのだろうが、こちらにおいては、それらを経験する者の力と心構えによるのだと私は考える。
καὶ δὴ ἀνεμιμνησκόμην Ὀδυσσέως τε παρʼ Ὁμήρῳ κατοδυρομένου πολλάκις αὑτόν, ἀνδρὸς ἥρωος οὐδαμῶς τε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος· τέλος δέ, ὥς φησιν ὁ ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοι παραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν ὁ τῆς πατρίδος πόθος τε καὶ ἔρως·
そして私は、ホメロスの作中で、英雄であり耐え忍ぶ力に決して欠けていなかったにもかかわらず、しばしば自らを嘆き悲しみ、故郷への思慕のゆえに海辺で幾度となく情けない言葉を吐いて嘆いていたオデュッセウスのことを思い出していた。詩人が言うように、しまいには彼は、たとえ直ちに命を落とすことになろうとも、自らの大地から立ち上る煙を見たいと切望し、以前の数々の功績も、彼を不死にしてやると約束するほどに彼を重んじてくれたまことに美しく善き女神も、彼を慰めることはできず、これらすべてに故郷への思慕と情熱が打ち勝ったのであった。
πάλιν δʼ αὖ παρʼ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην3 ὑπὲρ τοῦ ἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν· ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει; καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον·τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθʼ ἡμέραν βίου; κἀκεῖνον οὕτως λέγοντα· ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ, πρὸς δὲ τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμους πολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρός τε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων,4 εἰ καὶ δέοι τελευτᾶν μαχομένους ἐν τῇ αὑτῶν γῇ· σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός. ἐπεὶ δὲ ἐνεθυμήθην ὅτι Κροίσῳ τῷ Λυδῶν βασιλεῖ συνεβούλευσεν ὁ Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας·
さらにまた、後代の別の詩人の作中で、エレクトラが兄の身の上を悲痛に尋ね、その追放を憐れんで「どこの地で哀れな兄は哀れな逃亡の日々を送っているのか」とおよそそのように問い、相手も同様に哀れを誘って「一箇所の都市を住まいと定めず、流離い果てている」と答え、彼女が重ねて「日々の糧に事欠いているのではないか」と問うと、相手が「あるにはあるが、追放された男のことゆえ、乏しいものだ」と語る場面を思い出した。これらに加えて、追放された者たちが故国へ帰還するために、自らを追放した民衆や僭主に対して己の力を越えて企てた幾多の壮図や戦った数々の戦争、彼らが自らの土地で戦って死ぬことになろうともそれを大いに価値あることとみなしていたことをも思い出し、これらすべてが私を打ちのめし、身に起きた出来事を恐ろしく重苦しいものとみなすよう私に迫ったのであった。しかし、リュディアの王クロイソスに対し、ある事態が生じたさいに自ら支配権を捨てて逃亡し、もし人々に卑怯者と思われるとしても、そのことで恥じ入ることは何もないとアポロンが助言し、およそ次のように神託を下したことを思い起こした。
"ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον φεύγειν μηδὲ μένειν5 μηδʼ αἰδεῖσθαι κακὸς εἶναι, "δῆλον ὅτι τὴν αἰδῶ νῦν ἀντὶ τῆς αἰσχύνης ὀνομάζων, ὥσπερ ἔθος ἐστὶ τοῖς ποιηταῖς, καὶ τὸ κακὸν εἶναι ἀντὶ τῆς δόξης τῆς παρὰ τοῖς πολλοῖς·
「だが、ラバがメディア人たちの王となる時が来たら、その時こそ、柔らかな足のリュディア人よ、小石多きヘルモス河のほとりを逃げ去り、とどまることなく、臆病者であることを恥じるな。」 ここで神が、詩人たちの慣行に従って、「羞恥」の代わりに「慎み(あいどーす)」と呼び、「臆病者であること」を世間一般の世評の意味で用いているのは明らかである。
- 13.1ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον
対格分詞 ὄντα は、接続詞 ὡς(「〜という口実で」)とともに用いられ、文頭の非人称構文 φεύγειν συνέβη με における不定詞の意味上の主語 με に呼応している。直前の ταύτης ἐνεχθείσης ἐπʼ ἐμὲ τῆς αἰτίας(絶対属格)に示された告発・嫌疑の口実・名目を示す。
- 13.3μὴ ἄρα καὶ τὸ φεύγειν
接続詞 μὴ が ἄρα および直説法現在 φαίνεται と結合し、ためらいを含んだ問いかけや疑念(「あるいは〜なのではあるまいか」「ひょっとして〜なのではないか」)を導入している。恐れや懸念を表す従属節ではなく、主文における慎重な思索の表明である。
- 13.4ἀνεμιμνησκόμην Ὀδυσσέως τε ... τὴν Ἠλέκτραν πυνθανομένην
動詞 ἀνεμιμνησκόμην(「私は思い起こしていた」)は、初め Ὀδυσσέως(属格+分詞)を目的語にとるが、続く並列節では τὴν Ἠλέκτραν(対格+分詞)、さらに τὸν ... ἀποκρινόμενον、そして後段の μυρία ... τολμήματα(対格名詞句)へと支配格を属格から対格へと移行させている。
- 13.6μέγα νομιζόντων
属格複数分詞 νομιζόντων は、前置詞句 ὑπὸ φυγάδων(追放者たちによって)の意味上の主語に意味的に呼応している。直前の主格や対格の構文とは文法的に独立して、先行する動作主(属格)に一致させた構文的破格(意味的一致)である。
- 13.7φεύγειν μηδὲ μένειν
引用された神託の詩句における不定詞 φεύγειν および μένειν、αἰδεῖσθαι は、命令法と同等の機能(命令的不定詞)を果たしている。神託や初期ギリシア詩において命令・布告を表す標準的な用法である。
