- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.15-12.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は自身の外見や無知を率直に告げた上で、かつて訪れたドナウ川流域の緊迫した戦陣の様子を描写し、自らが危険を恐れたのではなく神への誓願ゆえにこの場へ戻ったと明かし、異国の報告と目の前のゼウス神への賛美のどちらを語るべきかを聴衆に問いかける。
ὅμως δὲ προλέγω ὑμῖν ὅτι ἐσπουδάκατε ἀνδρὸς ἀκοῦσαι τοσοῦτον πλῆθος ὄντες οὔτε καλοῦ τὸ εἶδος οὔτε ἰσχυροῦ, τῇ τε ἡλικίᾳ παρηκμακότος ἤδη, μαθητὴν δὲ οὐδένα ἔχοντος, τέχνην δὲ ἢ ἐπιστήμην οὐδεμίαν ὑπισχνουμένου σχεδὸν οὔτε τῶν σεμνῶν οὔτε τῶν ἐλαττόνων, οὔτε μαντικὴν οὔτε σοφιστικήν ἀλλʼ οὐδὲ ῥητορικήν τινα ἢ κολακευτικὴν δύναμιν, οὐδὲ δεινοῦ ξυγγράφειν οὐδὲ ἔργον τι ἔχοντος ἄξιον ἐπαίνου καὶ σπουδῆς, ἀλλʼ ἢ μόνον κομῶντος·1 "εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον, "δραστέον τοῦτο καὶ πειρατέον ὅπως ἂν ᾖ δυνατὸν ἡμῖν.
それにもかかわらず、これほどの大群衆でありながら諸君が熱心に聞こうとしている相手は、容姿が美しいわけでも頑強でもなく、年齢的にもとうに盛りを過ぎ、弟子も一人もおらず、重々しいものも劣ったものも含めていかなる技術も知識もほとんど約束せず、予言術もソフィストの術も持ち合わせず、それどころか雄弁術やへつらいの能力もまったくなく、著作の筆力に長じているわけでも称賛や真面目な関心に値する業績があるわけでもなく、ただ長い髪を伸ばしているだけの男であるということを、私は諸君にあらかじめ申し上げておきます。 「だが、もし諸君にこの方がより好ましく優れていると思われるならば」、このことを実行に移し、我々に可能な限り試みねばなりません。
οὐ μέντοι λόγων ἀκούσεσθε ὁποίων ἄλλου τινὸς τῶν νῦν, ἀλλὰ πολὺ φαυλοτέρων καὶ ἀτοπωτέρων, ὁποίους δὴ καὶ ὁρᾶτε. χρὴ δὲ ἐᾶν ὑμᾶς ἔμβραχυ, ὅ,τι ἂν ἐπίῃ μοι, τούτῳ ἕπεσθαι,2 καὶ μὴ ἀγανακτεῖν, ἐὰν φαίνωμαι πλανώμενος ἐν τοῖς λόγοις, ὥσπερ ἀμέλει καὶ τὸν ἄλλον χρόνον ἔζηκα ἀλώμενος, ἀλλὰ συγγνώμην ἔχειν, ἅτε ἀκούοντας3 ἀνδρὸς ἰδιώτου καὶ ἀδολέσχου. καὶ γὰρ δὴ τυγχάνω μακράν τινα ὁδὸν τὰ νῦν πεπορευμένος, εὐθὺ τοῦ Ἴστρου καὶ τῆς Γετῶν χώρας ἢ Μυσῶν, ὥς φησιν Ὅμηρος κατὰ τὴν νῦν ἐπίκλησιν τοῦ ἔθνους.
もっとも、諸君が耳にされるのは、今日の人々の誰かの話のようなものではなく、諸君が実際にご覧になっているとおり、はるかに見劣りし風変わりな話でしょう。諸君としては、要するに私の心に浮かんだ何にであれ私が従うままにし、私が議論において彷徨っているように見えたとしても憤慨したりせず――実際、これまで生きてきた間ずっと彷徨い歩いていたのと同じように――、素人にして無駄話をする男の話を聞くのだからと寛容の心を持ってくださるべきです。というのも、私はまさに今、遥かなる旅路を辿ってイストロス川、そしてゲタイ人、あるいはホメロスが現在その民族に与えられている呼び名に従って呼ぶところのミュソイ人の地へと直行してきたところだからです。
ἦλθον δὲ οὐ χρημάτων ἔμπορος οὐδὲ τῶν πρὸς ὑπηρεσίαν τοῦ στρατοπέδου σκευοφορῶν ἢ βοηλατῶν, οὐδὲ πρεσβείαν ἐπρέσβευον συμμαχικὴν ἤ τινα εὔφημον, τῶν ἀπὸ γλώττης μόνον συνευχομένων, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχον ἔγχος, οὐ μὴν οὐδὲ ἄλλο ὅπλον οὐθέν.
しかし私は、利益を求める商人として行ったのでも、軍陣に仕える輜重運搬人や牛追いの一人として行ったのでもなく、同盟のための使節や、口先だけで共に幸福を祈るような儀礼的な使節を務めていたのでもありません。兜も盾もなく身一つで、槍も持たず、実のところ他の武器も何一つ携えていませんでした。
ὥστε ἐθαύμαζον ὅπως με ἠνείχοντο ὁρῶντες. οὔτε γὰρ ἱππεύειν ἐπιστάμενος οὔτε τοξότης ἱκανὸς ὢν οὔθʼ ὁπλίτης, ἀλλʼ οὐδὲ τῶν κούφων καὶ ἀνόπλων ἀκοντιστής ἢ λιθοβόλος, οὐδʼ αὖ τεμεῖν ὕλην ἢ τάφρον ὀρύττειν δυνατὸς οὐδὲ ἀμῆσαι χιλὸν ἐκ πολεμίου λειμῶνος πυκνὰ μεταστρεφόμενος, οὐδὲ ἐγεῖραι σκηνὴν ἢ χάρακα, ὥσπερ ἀμέλει ξυνέπονται τοῖς στρατοπέδοις πολεμικοί τινες ὑπηρέται·
ですから、彼らがいかにして私を見ることに耐えていたのか、私自身不思議に思ったほどです。なぜなら私は馬を駆ることも心得ず、弓兵としても重装歩兵としても役に立たず、それどころか軽装・非武装の投槍兵や投石兵でもなく、ましてや木を伐り倒したり塹壕を掘ったりすることも、敵の牧草地からしきりに振り返り警戒しながら飼料を刈り取ることもできず、天幕や逆茂木を設営することもできなかったからです。もっとも、軍陣にはそうした軍事的な下役たちが付き従うものですが。
πρὸς ἅπαντα δὴ ταῦτα ἀμηχάνως ἔχων ἀφικόμην εἰς ἄνδρας οὐ νωθροὺς οὐδὲ σχολὴν ἄγοντας ἀκροᾶσθαι λόγων, ἀλλὰ μετεώρους καὶ ἀγωνιῶντας καθάπερ ἵππους ἀγωνιστὰς ἐπὶ τῶν ὑσπλήγων, οὐκ ἀνεχομένους τὸν χρόνον, ὑπὸ σπουδῆς δὲ καὶ προθυμίας κόπτοντας τὸ ἔδαφος ταῖς ὁπλαῖς· ἔνθα γε ἦν ὁρᾶν πανταχοῦ μὲν ξίφη, πανταχοῦ δὲ θώρακας, πανταχοῦ δὲ δόρατα, πάντα δὲ ἵππων, πάντα δὲ ὡπλισμένων ἀνδρῶν μεστά·
これらすべてのことに関してまったく無力な身でありながら、私は、怠惰でもなく話を聴く暇など持たぬ男たちのところへ、それどころか発走線の仕切り綱の前に立つ競走馬のように昂揚し闘志に満ち、時が過ぎるのにも耐えかねて、熱気と気迫のあまり蹄で地面を蹴っている者たちのところへ赴いたのです。そこでは至る所に剣があり、至る所に胸当てがあり、至る所に槍があり、至る所が馬で満ち、至る所が武装した兵士たちで満ちていました。
μόνος δὴ ἐν τοσούτοις φαινόμενος ῥᾴθυμος ἀτεχνῶς σφόδρα τε εἰρηνικὸς πολέμου θεατής, τὸ μὲν σῶμα ἐνδεής, τὴν δὲ ἡλικίαν προήκων, οὐ χρυσοῦν σκῆπτρον φέρων οὐδὲ στέμματα ἱερὰ θεοῦ τινος, ἐπὶ λύσει θυγατρὸς ἥκων εἰς τὸ στρατόπεδον ἀναγκαίαν ὁδόν,4 ἀλλʼ ἐπιθυμῶν ἰδεῖν ἄνδρας ἀγωνιζομένους ὑπὲρ ἀρχῆς καὶ δυνάμεως, τοὺς δὲ ὑπὲρ ἐλευθερίας τε καὶ πατρίδος· ἔπειτα οὐ τὸν κίνδυνον ἀποκνήσας, μὴ τοῦτο ἡγησάσθω μηδείς, ἀλλʼ εὐχῆς τινος μνησθεὶς παλαιᾶς δεῦρο ἀπετράπην πρὸς ὑμᾶς, ἀεὶ τὰ θεῖα κρείττω καὶ προυργιαίτερα νομίζων τῶν ἀνθρωπίνων, ἡλίκα ἂν ᾖ.
これほどの人々の中で、ただ一人いかにも呑気で、極めて平和的な戦争の傍観者として現れた私は、肉体は衰え、年齢も重ねており、黄金の笏を掲げることもなく、何らかの神の聖なる冠紐をつけることもなく、娘を請け出すために軍陣へとやむにやまれぬ旅路をしてきたわけでもなく、ただ支配と権力を巡って争う者たちと、自由と祖国のために争う者たちとを見たいと願って赴いたのです。そして、危険を恐れたからではなく――誰一人としてそんなふうに思わないでいただきたい――、古いある誓願を思い出して諸君のいるここへと引き返してきたのです。神々の事柄は、人間の事柄がどれほど偉大であろうと常にそれより優り、優先されるべきだと考えているからです。
πότερον οὖν ἥδιον ὑμῖν καὶ μᾶλλον ἐν καιρῷ περὶ τῶν ἐκεῖ διηγήσασθαι, τοῦ τε ποταμοῦ τὸ μέγεθος καὶ τῆς χώρας τὴν φύσιν ἢ ὡρῶν ὡς ἔχουσι κράσεως καὶ περὶ τῶν ἀνθρώπων τοῦ γένους, ἔτι δὲ οἶμαι τοῦ πλήθους καὶ τῆς παρασκευῆς, ἢ μᾶλλον ἅψασθαι τῆς πρεσβυτέρας τε καὶ μείζονος ἱστορίας περὶ τοῦδε τοῦ θεοῦ, παρʼ ᾧ νῦν ἐσμεν;
さて、あちらの様子について、川の大きさや土地の自然、あるいは季節の巡りや気候がどのようであるか、またその人間たちの種族、さらには思うに彼らの軍勢の多さや軍備について語るのと、我々が今そのそばにいるこの神に関する、より古くより重大な物語に触れるのとでは、諸君にとってどちらがより楽しく、より時宜にかなっているでしょうか。
οὗτος γὰρ δὴ κοινὸς ἀνθρώπων καὶ θεῶν βασιλεύς τε καὶ ἄρχων καὶ πρύτανις καὶ πατήρ, ἔτι δὲ εἰρήνης καὶ πολέμου ταμίας, ὡς τοῖς πρότερον ἐμπείροις καὶ σοφοῖς ποιηταῖς ἔδοξεν, ἐάν πως ἱκανοὶ γενώμεθα τήν τε φύσιν αὐτοῦ καὶ τὴν δύναμιν ὑμνῆσαι λόγῳ βραχεῖ καὶ ἀποδέοντι τῆς ἀξίας, αὐτά που ταῦτα λέγοντες.
この神こそは、かつての熟練した賢明な詩人たちが認めたように、人間と神々に共通する王であり、統治者であり、宰相であり、父であり、さらには平和と戦争の管理者であられるのですから。もし私たちが、まさにそうした事柄を語りながら、この神の神性と御力を、短くかつその尊厳には到底及ばない言葉によってでも、何とか賛美することができるならばの話ですが。
- 12.15ἀλλʼ ἢ μόνον κομῶντος
ἀλλʼ ἤ は「〜を除いて、〜のほかは」を意味する慣用句(否定詞に続く表現)。ここでは先行する否定辞 οὐδὲ ἔργον τι ἔχοντος... を受け、「長い髪を伸ばしていること(κομῶντος)以外には何一つ誇るべきものを持たない」という意味を成す。
- 12.16χρὴ δὲ ἐᾶν ὑμᾶς ἔμβραχυ, ὅ,τι ἂν ἐπίῃ μοι, τούτῳ ἕπεσθαι
χρή に続く構文。対格 ὑμᾶς は不定詞 ἐᾶν の意味上の主語(「諸君が許すべきである」)であり、ἐᾶν の補語として不定詞 ἕπεσθαι(意味上の主語「私」は省略)が従う。ἔμβραχυ は副詞的に「手短に言えば、要するに」として文全体を修飾する。
- 12.16ἅτε ἀκούοντας
理由を表す分詞句(ἅτε+分詞)。先行する συγγνώμην ἔχειν の意味上の主語である「諸君」(χρή に従う対格 ὑμᾶς)に呼応して対格 ἀκούοντας となっている。
- 12.20ἀναγκαίαν ὁδόν
ἥκων に係る同格・副詞的対格(内的な道のり・行程を示す対格)。ホメロス『イーリアス』第1巻の神官クリューセース(娘クリューセーイス請け出しの旅)を想起させる文脈で、「やむを得ぬ用向きの旅路として(軍陣に赴いた)」の意を表す。
