← ディオン・クリュソストモス

弁論集

§12.1-12.8

梟に群がる鳥の比喩とアイソポスの寓話

弁論者は自身に群がる聴衆を梟に群がる鳥たちに例え、美しい孔雀や歌う鳥たちを差し置いて鳥たちが梟に惹きつけられる様と、梟の先見の明に関するアイソポスの寓話を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.1

ἀλλʼ ἦ τὸ λεγόμενον,1 ὦ ἄνδρες, ἐγὼ καὶ παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις πλείοσι πέπονθα τὸ τῆς γλαυκὸς ἄτοπον καὶ παράδοξον πάθος; ἐκείνην γὰρ οὐδὲν σοφωτέραν οὖσαν αὐτῶν οὐδὲ βελτίω τὸ εἶδος, ἀλλὰ τοιαύτην ὁποίαν ἴσμεν, ὅταν δήποτε φθέγξηται λυπηρὸν καὶ οὐδαμῶς ἡδύ, περιέπουσι τὰ ἄλλα ὄρνεα, καὶ ὅταν γε ἴδῃ μόνον, τὰ μὲν καθιζόμενα ἐγγύς, τὰ δὲ κύκλῳ περιπετόμενα, ὡς μὲν ἐμοὶ δοκεῖ, καταφρονοῦντα τῆς φαυλότητος καὶ τῆς ἀσθενείας· οἱ δὲ ἄνθρωποί φασιν ὅτι θαυμάζει τὴν γλαῦκα τὰ ὄρνεα.

さて本当に、諸君、いわゆる諺にあるように、私は諸君の前でも他の多くの人々の前でも、梟の奇妙で常軌を逸した受難を経験しているのでしょうか。というのも、あの梟は、他の鳥たちより知恵があるわけでも姿形が勝っているわけでもなく、我々の知るとおりの姿であり、不快で決して心地よくない声を立てたときにはいつも、他の鳥たちが周りに群がり、さらにはただ〔梟を〕目にしただけでも、あるものは近くに留まり、あるものは周りを飛び回るのですが、私の見るところでは、そのみすぼらしさと無力さを軽蔑しているのです。しかし人々は、鳥たちが梟を驚嘆して見つめているのだと言います。

§12.2

πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν2 ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἷον ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα;

ではなぜ、鳥たちは孔雀をもっと驚嘆して眺めないのでしょうか。これほど美しく多彩で、ましてや雌に向かって気取るとき、羽の美しさを誇らしげに見せびらかし、尾を反り返らせて自らの周りにぐるりと巡らせ、あたかも美しい洞窟か、あるいは星々で彩られた天を絵に模したかのようにし、残りの体も驚くべきもので、ほぼ金に群青を混ぜ合わせたかのようであり、尾羽の先端には目のようなもの、あるいは指輪のようなものが形においてもその他の類似においても備わっているというのに。

§12.3

εἰ δʼ αὖ τις ἐθέλοι σκοπεῖν τῆς πτερώσεως τὸ κοῦφον, ὡς μὴ χαλεπὸν εἶναι μηδὲ δύσφορον διὰ τὸ μῆκος, ἐν μέσῳ μάλα ἥσυχον καὶ ἀτρεμοῦντα παρέχει θεάσασθαι ἑαυτόν, ὥσπερ ἐν πομπῇ περιστρεφόμενος, ὅταν δὲ βουληθῇ ἐκπλῆξαι, σείων τὰ πτερὰ καί τινα ἦχον οὐκ ἀηδῆ ποιῶν, οἷον ἀνέμου κινήσαντος οὐ πολλοῦ πυκνήν τινα ὕλην. ἀλλʼ οὔτε τὸν ταῶ πάντα ταῦτα καλλωπιζόμενον τὰ ὄρνεα βούλεται ὁρᾶν οὔτε τῆς ἀηδόνος ἀκούοντα τῆς φωνῆς ἕωθεν ἐπορθρευομένης οὐδὲν πάσχει πρὸς αὐτήν, ἀλλʼ οὐδὲ τὸν κύκνον ἀσπάζεται διὰ τὴν μουσικήν, οὐδὲ ὅταν ὑμνῇ τὴν ὑστάτην ᾠδήν ἅτε εὐγήρως, ὑπὸ ἡδονῆς τε καὶ λήθης τῶν ἐν τῷ βίῳ χαλεπῶν εὐφημῶν ἅμα καὶ προπέμπων ἀλύπως αὑτόν, ὡς ἔοικε, πρὸς ἄλυπον τὸν θάνατον· οὔκουν οὐδὲ τότε ἀθροίζεται κηλούμενα τοῖς μέλεσι πρὸς ὄχθην ποταμοῦ τινος ἢ λειμῶνα πλατὺν ἢ καθαρὰν ᾐόνα λίμνης ἤ τινα σμικρὰν εὐθαλῆ ποταμίαν νησῖδα.

また、もし誰かがその羽毛の軽快さに目を向けようとするなら、その長さのために重苦しくも耐え難くもなく、まるで壮麗な行列の中で向きを変えるかのように、真ん中で極めて静かに落ち着いて自らを観察させ、驚嘆させようと思うときには、羽を震わせて、あたかも微風が生い茂った森を揺り動かしたかのような快い音を立てるのです。しかし、鳥たちは孔雀がこれらすべてを着飾るのを見ようともせず、夜明けに朝早く歌う夜鶯の声を聞いても、それに対して何の感慨も抱きません。それどころか、白鳥の音楽ゆえにこれを歓迎することもなく、白鳥が見事な老境に達して、生の中の苦しみを忘れ去る歓喜のもとで、見かけのうえでは苦痛のない死へと、自らを寿ぎつつ平穏に送り出しながら最後の歌を歌うときでさえ、歓迎しません。それゆえ、そのときでさえ、ある河の岸辺や広い草原や澄んだ湖の浜辺、あるいは緑豊かな河の小さな島に、その調べに魅了されて集まることもないのです。

§12.5

ὡς δὲ καὶ ὑμεῖς τοσαῦτα μὲν θεάματα ἔχοντες τερπνά, τοσαῦτα δὲ ἀκούσματα, τοῦτο μὲν ῥήτορας δεινούς, τοῦτο δὲ ξυγγραφέας ἡδίστους ἐμμέτρων καὶ ἀμέτρων λόγων, τοῦτο δὲ πολλοὺς σοφιστάς, δόξῃ καὶ μαθηταῖς ἐπαιρομένους οἷον πτεροῖς, ὑμεῖς δὲ ἐμοὶ πρόσιτε καὶ βούλεσθε ἀκούειν, τοῦ μηδὲν εἰδότος μηδὲ φάσκοντος εἰδέναι, ἆρʼ οὐκ ὀρθῶς ἀπεικάζω τὴν σπουδὴν ὑμῶν τῷ περὶ τὴν γλαῦκα γιγνομένῳ σχεδὸν οὐκ ἄνευ δαιμονίας τινὸς βουλήσεως;

そして諸君もまた、かくも多くの心地よい見もの、かくも多くの聞くべきもの、すなわち一方では恐るべき弁論家たちを、他方では韻文や散文の最も快い著述家たちを、また他方では名声と弟子たちによってあたかも翼で舞い上がるような多くのソフィストたちを持ちながら、何ひとつ知らず知っているとも主張しない私のところへ近づき、聞くことを望んでおられますが、私は諸君の熱意を、ほぼ神的なある意向なしには起きない、梟をめぐる事態に正しくなぞらえているのではないでしょうか。

§12.6

ὑφʼ ἧς καὶ τῇ Ἀθηνᾷ λέγεται προσφιλὲς εἶναι τὸ ὄρνεον, τῇ καλλίστῃ τῶν θεῶν καὶ σοφωτάτῃ, καὶ τῆς γε Φειδίου τέχνης παρὰ Ἀθηναίοις ἔτυχεν, οὐκ ἀπαξιώσαντος αὐτὴν συγκαθιδρῦσαι τῇ θεῷ, συνδοκοῦν τῷ δήμῳ.3 Περικλέα δὲ καὶ αὑτὸν λαθὼν ἐποίησεν, ὥς φασιν, ἐπὶ τῆς ἀσπίδος. οὐ μέντοι ταῦτά γε εὐτυχήματα νομίζειν ἔπεισί μοι τῆς γλαυκός, εἰ μή τινα φρόνησιν ἄρα κέκτηται πλείω.

その意向によって、この鳥は神々の中で最も美しく最も知恵のあるアテナに愛されていると言われ、またペイディアスの技をアテナイ人たちのもとで得ることにもなり、民衆の承認のもと、彼はこの鳥を女神とともに祀ることを拒みませんでした。もっとも彼は、言われるところによれば、ペリクレスと自分自身を密かに盾の上に作ったのですが。しかしながら、梟が何かより多くの知慮を現に備えていない限り、私はこれらを梟の幸運であるとみなす気にはなれません。

§12.7

ὅθεν οἶμαι καὶ τὸν μῦθον Αἴσωπος ξυνέστησεν ὅτι σοφὴ οὖσα ξυνεβούλευε τοῖς ὀρνέοις τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι,4 ἀλλʼ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον, ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα·

それゆえにこそ、アイソポスも物語を組み立てて、梟は知恵があったので、樫の木が最初に生えてきたときに、鳥たちにそのままにしておかず、あらゆる手段で引き抜くように忠告したのだと私は思います。というのも、鳥たちが捕らえられることになる逃れられない毒、すなわち鳥黐がそこから生じるからだと。さらに人々が亜麻を蒔いたとき、梟はこの種をも拾い集めるよう命じました。

§12.8

μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. τρίτον δὲ ἰδοῦσα τοξευτήν τινα ἄνδρα προέλεγεν ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπαντα ἐπισταμένην·

というのも、善きことのために生長するのではないからです。そして第三に、ある弓を引く男を見て、この男は自らは徒歩でありながら飛ぶ矢を放ち、お前たち自身の羽によってお前たちを追い抜くだろうと予言しました。しかし鳥たちはその言葉を信じず、梟を愚かであると見なし、狂っていると言いました。けれども後に実際に経験してみて驚嘆し、真に極めて賢いと考えたのです。そしてこのゆえに、梟が現れると、すべてを知っている者のもとへ行くかのように近づいていくのです。

構文注4 件
  1. 12.1τὸ λεγόμενον

    副詞的対格(限定の対格)。「いわゆる諺にあるように」という意味で、文頭において慣用的に挿入句として機能している。

  2. 12.2ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν

    分詞 ἀνακλάσας と περιστήσας は主格男性単数形。先行する対格 τὸν ταῶ ... ἐπαιρόμενον καὶ ἐπιδεικνύντα ではなく、直前の時を表す節 ὅταν ἁβρύνηται の主格の主語(孔雀)に一致する状況分詞。

  3. 12.6συνδοκοῦν τῷ δήμῳ

    非人称動詞 συνδοκεῖ(~が承認される、合意される)の中性単数分詞による対格絶対構文。「民衆の承認のもとで」「民衆にも善しとされた上で」を表す。

  4. 12.7τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι

    τῆς δρυὸς ... φυομένης は時を表す属格絶対構文(「樫の木が最初に生えてくるとき」)。不定詞 μὴ ἐᾶσαι の目的語(αὐτήν)は文脈上省略されており、動詞 ξυνεβούλευε の補足節を導いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.1-12.8