- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.48-11.53
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
パリスは正当な求婚者として莫大な富と血統を掲げてスパルタを訪れ、テュンダレオースはギリシア諸勢力の分裂を防ぎアジアの権勢と結ぶためヘレネーを彼に正当に嫁がせた。
ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν γυναῖκας παρʼ ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις,1 καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη, πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς Ἀσίας ἁπάσης, καὶ οὐδὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλως τε καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς ἐπιμιξίας γενομένης.
そして彼が語ったところでは、イーオーも嫁がされてエジプトへ到着したのであって、牝牛に変えられてあのように狂乱してやって来たのではない。このように、最も遠く離れた者たちでさえ最も名声ある者たちとの間で互いに女を嫁がせ娶り合うのが習わしであったため、アレクサンドロスも求婚のためにやって来たと彼は言った。アレクサンドロスは、ほぼ全アジアを統治する父の勢力を頼みとしており、またトロイアもそれほど遠く離れておらず、とりわけペロプスの子孫たちがすでにギリシアで権勢を振るい、多くの交流が生じていたからであった。
ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν καταστῆναι Τυνδάρεῴ τε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο ἡ βασιλεία· τὸν δὲ Μενέλαον ἰδιώτην ἔφη εἶναι· τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλʼ οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν· καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς ἡ Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις· αὐτὸς οὖν προκρῖναι τὴν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν2 ἐκ τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε τοῦ Ἰνδῶν.
彼は求婚のために莫大な富と支度を伴い、美貌にも恵まれてやって来ると、テュンダレオースおよびヘレネーの兄弟たちと交渉の席に着き、プリアモスの支配権や財産の莫大さ、その他の勢力について、また王位はやがて自分のものになることを語った。他方メネラーオスは一介の私人にすぎないと彼は言った。支配権はアガメムノーンの子供たちに属するものであって彼に属するのではないからである。また自分が神々に愛されていること、アプロディーテーが人々の間で最善の婚姻を約束してくれたことを語った。そこで自分は、望むならばアジアから誰かを、エジプトの王の娘であれインドの王の娘であれ娶ることができたにもかかわらず、テュンダレオースの娘を選んだのだ、と。
τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἔλεγεν αὐτὸς ἄρχειν ἀρξάμενος ἀπὸ Τροίας μέχρι Αἰθιοπίας· καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇ τε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐδὲ ξύμπαντες οἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός· ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον· πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα· καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖς βασιλεῦσι κηδεύειν τῆς Ἀσίας ἢ τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην· ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα, ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι.
というのも、トロイアから始まってアイティオピアに至るまでの他のすべての地を自分自身が支配しているのだと彼は語った。実際、プリアモスの兄弟ティートーノスの子である自分の従兄弟メムノーンがアイティオピア人たちを支配しているのだから。彼は他にも多くの誘いかける言葉を語り、レーダーや他の親族たちにギリシア人全員を合わせても及ばないほどの贈り物を贈った。また彼自身もヘレネーの親族であると語った。プリアモスはゼウスの子孫であり、彼ら兄弟とその妹もゼウスの子であると聞き知っているからである。そしてアガメムノーンやメネラーオスが彼の祖国を非難するのは当たらない、彼ら自身もシピュロス出身のプリュギア人なのだから、と。アジアの諸王と姻戚を結ぶ方が、あそこからの移住者たちと結ぶよりはるかに優れている。実際、ラーオメドーンも自分の娘ヘーシオネーをテラモーンに与えたではないか。テラモーンが求婚者としてトロイアへやって来て、ラーオメドーンの友人であり客人であったヘーラクレースを連れてきたからである。
πρὸς οὖν ταῦτα ὁ Τυνδάρεως ἐβουλεύετο μετὰ τῶν παίδων. καὶ ἐδόκει αὐτοῖς σκοποῦσιν οὐ χεῖρον εἶναι προσλαβεῖν τοὺς ἐκ τῆς Ἀσίας βασιλέας. τὴν μὲν γὰρ Πελοπιδῶν οἰκίαν ἔχειν Κλυταιμνήστραν συνοικοῦσαν Ἀγαμέμνονι· λοιπὸν δέ, εἰ Πριάμῳ κηδεύσειαν, καὶ τῶν ἐκεῖ πραγμάτων κρατεῖν καὶ μηδένα αὐτοὺς κωλύειν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ἄρχειν ἁπάσης. πρὸς δὲ ταῦτα ἠγωνίζετο μὲν ὁ Ἀγαμέμνων, ἡττᾶτο δὲ τοῖς δικαίοις.
そこでこれに対し、テュンダレオースは息子たちと協議した。そして検討した彼らにとって、アジアの王たちを味方に引き入れることは悪くないと思われた。なぜならペロプスの一門はアガメムノーンに嫁いでいるクリュタイムネーストラーが手中に収めているが、今やプリアモスと婚姻を結べば、かの地の情勢をも手中に収め、自分たちがアジアとヨーロッパ全土を支配することを誰も妨げないからである。これに対しアガメムノーンは抗弁したものの、正当な理屈に屈した。
ἔφη γὰρ ὁ Τυνδάρεως ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι·3 καὶ ἅμα ἐδίδασκεν ὅτι οὐδὲ συμφέροι τὸν ἀδελφὸν αὐτοῦ τυγχάνειν τῶν· οὕτω γὰρ μᾶλλον ἐπιβουλεύσειν· οὐδὲ γὰρ Ἀτρεῖ Θυέστην εὔνουν γενέσθαι. μάλιστα δʼ ἔπειθε λέγων ὅτι οὐκ ἀνέξονται οἱ ἄλλοι μνηστῆρες τῶν Ἑλλήνων ἀποτυχόντες, οὔτε Διομήδης οὔτε Ἀντίλοχος οὔτε Ἀχιλλεύς, ἀλλὰ πολεμήσουσι· καὶ ὅτι κινδυνεύσει τοὺς δυνατωτάτους ποιῆσαι τῶν Ἑλλήνων πολεμίους. κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων· κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός· καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς· καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν.
なぜならテュンダレオースは、アガメムノーンにとっては婚姻を結んだことだけで十分であると言ったからである。同時に、彼の弟が望むものを得ることは彼にとっても有益ではないと説いた。そうすれば一層陰謀を企てることになるだろうから、アトレウスに対してもテュエステースが好意を抱かなかったのと同様である、と。さらに、他のギリシアの求婚者たち、ディオメーデースもアンティロコスもアキレウスも、望みを失えば容認せず戦いを仕掛けてくるだろう、そしてギリシア人の中で最も強力な者たちを敵に回す危険を冒すことになると言って最も強く説得した。したがって、ギリシア人たちの間に戦争と内紛の火種を残さない方が優れているというのであった。アガメムノーンは腹を立てたものの、テュンダレオースを妨げる手立てを持たなかった。〔テュンダレオース〕が自分の娘の決定権を持つ主であり、同時にアガメムノーンはその息子たちを恐れていたからである。こうしてアレクサンドロスは、ヘレネーの両親と兄弟たちを説得し、正当な権利に基づいてヘレネーを娶り、大きな誇りと歓喜とともに彼女を連れて帰還した。そしてプリアモスもヘクトールも他の者たちも皆この婚姻を喜び、生贄と祈願をもってヘレネーを迎え入れたのであった。
- 11.48καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις
絶対属格構文 ἔθους ὄντος に続く不定詞 ἐκδιδόναι καὶ λαμβάνειν の主語として対格 τοὺς πλεῖστον ἀπέχοντας が立ち、与格 τοῖς ἐνδοξοτάτοις は結婚相手を示す。最遠隔の者であっても最高位の名門同士であれば通婚し合う慣行があったことを示す構造。
- 11.49ἐξὸν αὐτῷ λαβεῖν
非人称動詞 ἔξεστι の分詞による絶対対格構文で、譲歩(「〜することが彼に可能であったにもかかわらず」)の意味を表す。
- 11.52ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι
述語形容詞 ἱκανόν に補足の与格 αὐτῷ κηδεύσαντι(時を表す分詞、または「姻戚関係を結んだことそれ自体で」という付帯的状況)が結びつく構造。アガメムノーン自身がすでに娘(クリュタイムネーストラー)と婚姻を結んで姻戚になったのだから、彼にとってはそれで十分であるという論理を示す。
