← ディオン・クリュソストモス

弁論集

§11.33-11.39

作中人物への虚構の仮託とエジプト神官の証言

話者はホメロスが荒唐無稽な虚構を自ら語らず作中人物の口に委ねたことやイリアスの冒頭がギリシア軍の敗北のみを提示していることを論じ、エジプトの神官から聞いた真実のトロイア戦争史の端緒を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11.33

ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν,1 ὅπερ εἶπον, ἰσχυρίζεσθαι τὰ ψευδῆ, μηδʼ ἐν τούτοις ἐπιδεικνύναι τὴν ποίησιν ἃ ἐβούλετο κρύψαι ὅπως γέγονεν.

したがってこれらから、ホメロスが事柄の判断において無分別で劣悪な鑑定家であり、それゆえ最大の最も重大な事柄を他人に委ねて、より劣ったより卑小な事柄を選んだのか、それとも私が言ったように、彼自身が嘘を断言することができず、どのように起こったかを隠したいと望んだ事柄については自らの詩作の中で誇示しなかったのか、そのいずれかを認めることが不可欠である。

§11.34

οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ τὰ μὲν περὶ τὴν Ἰθάκην καὶ τὸν θάνατον τῶν μνηστήρων αὐτὸς λέγει, τὰ δὲ μέγιστα τῶν ψευσμάτων οὐχ ὑπέμεινεν εἰπεῖν, τὰ περὶ τὴν Σκύλλαν καὶ τὸν Κύκλωπα καὶ τὰ φάρμακα τῆς Κίρκης, ἔτι δὲ τὴν εἰς ᾅδου κατάβασιν τοῦ Ὀδυσσέως, ἀλλὰ τὸν Ὀδυσσέα ἐποίησε διηγούμενον τοῖς περὶ τὸν Ἀλκίνοον· ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ διʼ ὀλίγων ἐπῶν.

実際『オデュッセイア』においても、イタケーに関する事柄や求婚者たちの死については彼自身が語っているが、最大の虚構、すなわちスキュラやキュクロプスやキルケーの毒薬に関する事柄、さらにはオデュッセウスの冥府下りについては、自ら語ることに耐えられず、オデュッセウスがアルキノオスの一行に物語るように描いたのである。そしてそこではまた、木馬やトロイアの陥落に関する事柄も、デモドコスが歌の中でわずかな詩行で詳しく述べるように描かれている。

§11.35

δοκεῖ δέ μοι μηδὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενος τοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον.2 λέγει δὲ ἀρχόμενος, "μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε, πολλὰς δʼ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι· Διὸς δʼ ἐτελείετο βουλή. "

また私には、彼が当初これらを、起こらなかったことであるから、提示することすらしなかったように思われる。しかし詩作が進むにつれて、人々があらゆることを容易に信じ込むのを見て、彼らを侮り、同時にギリシア人たちやアトレウスの息子たちに諂うあまり、すべてを混乱させ、事態を正反対へと転換させたのである。そして彼は冒頭でこう述べる。 「怒りを歌え、女神よ、ペーレウスの子アキレウスの破滅的な怒りを。それはアカイア人たちに無数の苦難をもたらし、英雄たちの多くの勇気ある魂を冥府へと投げ送った。そして彼ら自身は犬どもとすべての鳥どもの餌食とした。こうしてゼウスの意志は成し遂げられたのである。」

§11.36

ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη· τὴν δὲ ὕστερον μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἃ ἔμελλε χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐδὲ ὅτι ὕστερον ἑάλω τὸ Ἴλιον· ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα.

ここで彼は、アキレウスの怒りについてのみ、そしてアカイア人たちの災厄と滅亡についてのみ、すなわち彼らが数々の恐ろしい苦難を被り、多くの者が滅びて葬られずに残されたことを、あたかもこれらが起こったことの中で最大であり詩作に値するかのように語るつもりだと述べており、ゼウスの意志もこれらのことにおいて成し遂げられたのだと、まさに実際に生じた通りに述べている。しかし、彼が後で歓心を買うために与えようとしていた事態のその後の逆転やヘクトルの死については、設定していたようには見えず、後にイリオスが陥落したことについてもそうである。おそらく彼は、すべてを転倒させようとまだ決心していなかったからであろう。

§11.37

ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός. ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλα τε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος3 καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ ἠράσθη Ἀλεξάνδρου· καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφʼ ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος.

それから災難の原因を語ろうと望みながら、アレクサンドロスやヘレネーを放っておいて、クリューセースやその娘についてくだらない話を述べるのである。そこで私がエジプトの神官の一人、オヌーフィスにいる極めて高齢の老人から聞いたところによれば、彼は大半の事柄についてギリシア人たちが真実を何一つ知らないとして彼らの他の多くのことを嘲笑し、とりわけトロイアがアガメムノーンによって陥落させられたと信じ込んでいることや、ヘレネーがメネラーオスと同居しながらアレクサンドロスに恋したと信じ込んでいることを、その最大の証拠として用いていた。そして彼らは一人の男に欺かれてこれらのことを過剰に信じ込んでおり、誰もが誓いさえ立てるほどであるという。

§11.38

ἔφη δὲ πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρʼ αὐτοῖς, τὴν μὲν ἐν τοῖς ἱεροῖς, τὴν δʼ ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον ὑπʼ ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαν τε καὶ ἀμέλειαν τῶν ἐπιγιγνομένων· εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ τὴν Τροίαν· τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρʼ αὐτοὺς καὶ διηγήσασθαι ἅπαντα ὡς ἐγένετο.

彼が言うには、過去のすべての歴史は彼らのもとに記録されており、あるものは神殿の中に、あるものは特定の石柱に記されているが、石柱が破損したために一部は少数によって記憶されているにすぎず、また石柱に記された多くの事柄も、後世の人々の無知と怠慢のために知られなくなっているとのことである。そしてトロイアに関するこれらも最も新しい出来事に属するという。メネラーオスが彼らのもとにやって来て、起こった通りにすべてを物語ったからである。

§11.39

δεομένου δέ μου διηγήσασθαι, τὸ μὲν πρῶτον οὐκ ἐβούλετο, λέγων ὅτι ἀλαζόνες εἰσὶν οἱ Ἕλληνες καὶ ἀμαθέστατοι ὄντες πολυμαθεστάτους ἑαυτοὺς νομίζουσι· τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ἢ ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ.4 τοὺς γὰρ τοιούτους τῶν ἀνθρώπων μηδέποτε δύνασθαι τῆς ἀγνοίας ἀπολυθῆναι.

そこで私が物語ってくれるよう懇願すると、最初は望まなかった。ギリシア人たちは大言壮語する者たちであり、極めて無知であるにもかかわらず自分たちを極めて博識であると思い込んでいると述べながら。そして、ある者が無知でありながら自分を極めて賢明であると思い込むときほど、個人にとっても集団にとっても重篤な病弊はないと述べた。そのような人々は決して無知から解放されることができないからである。

構文注4 件
  1. 11.33ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν

    非人称構文 ἀνάγκη [ἐστίν] に不定詞 ὁμολογεῖν が続き、その目的語として接続詞 ἢ ... ἢ で結ばれた2つの対格不定詞句が配されている。前者は存在詞 εἶναι が省略された [εἶναι] ἀγνώμονα Ὅμηρον ...(結果の ὥστε 節を伴う)、後者は μὴ δύνασθαι αὐτόν であり、対格の Ὅμηρον と αὐτόν がそれぞれの意味上の主語となっている。

  2. 11.35δοκεῖ δέ μοι μηδὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενος τοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον.

    構文の骨格は δοκεῖ δέ μοι [Ὅμηρος] μηδὲ προθέσθαι ... συγχέαι καὶ μεταστῆσαι ... であり、話者自身への印象を表す δοκεῖ μοι が一連の不定詞を統括している。主節の主語(ホメロス)は不定詞構文の意味上の主語として共有され、分詞 καταφρονήσας および χαριζόμενος は、時を表す絶対属格 προϊούσης ... τῆς ποιήσεως や理由を表す ἐπεὶ 節を経て、主動詞的意味を担う不定詞 συγχέαι / μεταστῆσαι にかかる理由・様態を示している。

  3. 11.37τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος

    分詞 χρωμένου が与格補語 τεκμηρίῳ τούτῳ をとり、その同格内容として ὅτι 節が展開している。節内では完了受動態 εἰσι πεπεισμένοι(確信している)に対し、客語内容を表す接続詞 ὡς と完了能動分詞 ἀλοῦσαν(主語は対格 Τροίαν)が接続法的に結合し、確信・思い込みの主観的内容(「陥落させられたと信じ込んでいる」)を表す二重構文となっている。

  4. 11.39τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ἢ ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ.

    動詞 λέγων に導かれる間接話法で、主述関係は μηθὲν νόσημα [subject] εἶναι χαλεπώτερον [predicate] である。前置された τούτου は比較を表す属格(genitive of comparison)であり、後続の ἢ ὅταν ... は比較級 χαλεπώτερον を受けて真の比較基準を具体化する構文(「何者かが無知でありながら自分を最も賢明だとみなす時以上に、これよりも重篤な病弊はない」)を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.33-11.39