- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.39-1.47
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は神々の王ゼウスに捧げられる様々な添名とその本質を解き明かし、宇宙の法と秩序を模倣して公正に統治する王こそが真の繁栄を得る一方で、神の委託に背く支配者は破滅を迎えると論じる。
Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται καὶ Πολιεὺς καὶ Φίλιός τε καὶ Ἑταιρεῖος καὶ Ὁμόγνιος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Ξένιος καὶ μυρίας ἄλλας ἐπικλήσεις, πάσας ἀγαθὰς καὶ ἀγαθῶν αἰτίας·
実に、ゼウスのみが神々の中で父、王と呼ばれ、都市神、友愛神、仲間神、同族神、さらには請願者神、客神、その他無数の添名で呼ばれるが、それらはすべて善きものであり、善きものの原因なのである。
βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ τὴν δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καί τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς τε καὶ ἀνθρώποις, Φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται εἶναι ἀλλήλοις φίλους, ἐχθρὸν δὲ ἢ πολέμιον μηδένα μηδενός, Ἱκέσιος δὲ ὡς ἂν ἐπήκοός τε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφυξιν, Ξένιος δέ, ὅτι καὶ τοῦτο ἀρχὴ φιλίας, μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι μηδένα ἀνθρώπων, Κτήσιος δὲ καὶ Ἐπικάρπιος,ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ κτήσεως, οὐ πενίας οὐδὲ ἀπορίας, ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἕπεσθαι τὰς δυνάμεις1 τῇ τοῦ βασιλέως δυνάμει τε καὶ κλήσει.
彼はその支配と力に従って王と名付けられ、配慮と穏やかさのために父と名付けられたのだと私は考える。都市神と呼ばれるのは法と公共の利益に従ってであり、同族神と呼ばれるのは神々と人間との一族の共有関係のためであり、友愛神および仲間神と呼ばれるのは、彼がすべての人々を結び合わせ、互いに友であることを望み、誰一人として誰の敵や仇敵でもないことを望むからである。また請願者神と呼ばれるのは祈り求める者たちの声を聞き入れ恵み深いからであり、逃亡者神と呼ばれるのは災厄からの逃避のためであり、客神と呼ばれるのは、見知らぬ客を疎かにせず人間のだれをも異邦人・無縁の者と見なさないこと、これもまた友情の始まりであるからであり、財産神および結実神と呼ばれるのは、彼が農作物の原因であり、富と財産の与え手であって、貧困や困窮の与え手ではないからである。それはあたかも、これらすべての能力が王の権能と呼称に直ちに従うべきであるかのようである。
καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως ὁποῖόν γε τὸ ξύμπαν αὐτό τε εὔδαιμον καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶς ἐν ἀπείροις περιόδοις μετὰ ψυχῆς τε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτης τε καὶ ἀρίστης, ἡμᾶς τε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφʼ ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας.
それゆえ、万物の統御について、宇宙それ自体がいかに幸福で賢明であり、善き魂とこれに類する神霊、最も正しく最善の深慮と支配のもとで無限の周期を通じて永遠の無限の時を絶え間なく巡り続け、私たちをも自身に似た者となし、自身と私たちの共通の自然本性に従い、単一の定めと法の下に秩序づけられ、同じ国制を共有する者としているかを語ることは有意義である。
ἣν ὁ μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲν ἐναντίον πράττων νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, ὁ δὲ ταράττων ὅσον ἐφʼ ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν ἄνομος καὶ ἄκοσμος, ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος· πολὺ δὲ μείζων καὶ φανερωτέρα πᾶσιν ἡ παρὰ τοῦ ἄρχοντος πλημμέλεια.
この国制を尊び守り、それに反することを何もしない者は法に適い、神に愛され、秩序正しき者であり、それを自らの及ぶ限り乱し、踏み越え、知らずにいる者は無法で無秩序な者であり、一私人と呼ばれる場合も、支配者と呼ばれる場合も同様である。しかし支配者から生じる過ちは、すべての人にとって遥かに大きく明白なものである。
ὥσπερ οὖν ὅσοι στρατηγοί τε καὶ ἄρχοντες στρατοπέδων καὶ πόλεων καὶ ἐθνῶν, ὅστις ἂν τὸν σὸν μάλιστα μιμῆται τρόπον καὶ τοῖς σοῖς ἤθεσιν ὅμοιον αὑτὸν ὡς δυνατὸν φαίνηται παρέχων, οὗτος ἂν εἴη σοὶ πάντων ἑταιρότατος καὶ προσφιλέστατος· εἰ δέ τις ἐναντίος καὶ ἀνόμοιος γίγνοιτο, δικαίως ἂν τυγχάνοι μέμψεώς τε καὶ ἀτιμίας καὶ αὐτῆς γε τῆς ἀρχῆς ταχὺ παυθεὶς παραχωρήσειεν ἑτέροις ἀμείνοσί τε καὶ ἄμεινον δυναμένοις διοικεῖν·
それゆえ、軍団や都市や部族の将軍や統治者たちのうち、誰であれあなたの生き方を最も模倣し、できる限りあなたの気風に似た自分を現しているように見える者、その者があなたにとって万人のうちで最も親しい仲間であり、最も愛すべき者となるであろう。しかし、もし誰かが反抗的で似ていない者となるならば、当然のことながら非難と不名誉を被り、その支配権そのものから速やかに罷免されて、より優れ、より立派に統御する能力のある他の者たちに席を譲ることになるであろう。
οὕτω δὴ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν2 πρὸς ἐκεῖνον βλέπων τὸν τοῦ Διὸς νόμον τε καὶ θεσμὸν κοσμῇ καὶ ἄρχῃ δικαίως τε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς·
このようにまさに王たちについても、私の思うにゼウスからその権能と委託を受けているのであるから、かの神を見つめ、ゼウスの法と定めを秩序づけ、公正かつ立派に支配する者は、善き運命と幸運な結末を得る。
ὃς δʼ ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα ἢ δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως ἢ τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθʼ αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος.
しかし、この贈り物を委ね与えてくださった神に背き、その神を侮辱する者は、自らの時代の人々にも後世の人々にも自分が邪悪で放縦な者であることを白日の下に晒したということ以外には、その大いなる権威と力から何の益も得ず、強大で神聖な戦車に分に過ぎて乗りながら御者として不適格であるために、神話に語られるパエトンの運命を辿るのである。
λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως· "ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται3 πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον."
ホメロスもまたこのように述べている。 「自ら冷酷であり、冷酷なことばかりを弁えている者には、生きている間はすべての定命の者たちが行く末の苦痛を呪い祈り、死んだ暁にはすべての者たちから嘲笑される。しかし、自ら非のうちどころなく、高潔なことばかりを弁えている者ならば、その広き名声を客たちがすべての人々に伝え歩き、多くの者がその人を善き人と称えるであろう」
- 1.41ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἕπεσθαι τὰς δυνάμεις
δέον は非人称動詞 δεῖ の絶対対格(accusative absolute)であり、接続詞 ὡς を伴って「〜であるべきであるとして/〜であるべきであるかのように」という主観的理由または規範的要請を表す。
- 1.45οὕτω δὴ καὶ τῶν βασιλέων ... ὃς μὲν ἂν ... ὃς δʼ ἂν
文頭の属格 τῶν βασιλέων は全体属格(partitive genitive)として提示され、後続する関係節 ὃς μὲν ἂν ... ὃς δʼ ἂν によって個々の下位分類へと展開される懸垂構造(破格構文)を成している。
- 1.47τῷ δὲ καταρῶνται
引用されたホメロス詩行(オデュッセイア第19歌329–330行)において、関係節 ὃς μὲν ... の後に主節を導く接続詞として用いられている接続辞 δὲ は、帰結節(apodosis)の冒頭に置かれるアポドシス的 δὲ(apodotic de)である。
