- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.1-1.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、アレクサンドロスの闘志を鼓舞した笛吹きティモテオスの逸話を引いて、音楽には限界があるものの、王を勇気と寛容へ導くには知者の真の言論こそが必要であると説き、自らの語るべき王権論の模索を始める。
φασί ποτε Ἀλεξάνδρῳ τῷ βασιλεῖ τὸν αὐλητὴν Τιμόθεον τὸ πρῶτον ἐπιδεικνύμενον αὐλῆσαι κατὰ τὸν ἐκείνου τρόπον μάλα ἐμπείρως καὶ μουσικῶς, οὐ μαλακὸν αὔλημα οὐδὲ ἀναβεβλημένον οὐδὲ τῶν πρὸς ἄνεσιν καὶ ῥᾳθυμίαν ἀγόντων, ἀλλʼ αὐτὸν οἶμαι τὸν ὄρθιον τὸν τῆς Ἀθηνᾶς ἐπικαλούμενον νόμον.
伝えられるところによれば、かつて笛吹きティモテオスがアレクサンドロス王に初めて腕前を披露した際、王の気質に合わせてきわめて巧みに、かつ音楽の美にかなって笛を吹き鳴らした。それは柔弱な調べでも、緩慢なものでも、安逸や弛緩へと誘う調べでもなく、思うにまさしくあの高調な、アテナのノモスと呼ばれるものであった。
καὶ τὸν Ἀλέξανδρον εὐθὺς ἀναπηδῆσαι πρὸς τὰ ὅπλα τοῖς ἐνθέοις ὁμοίως· οὕτω σφόδρα ἐπαρθῆναι αὐτὸν ὑπὸ τοῦ μέλους τῆς μουσικῆς καὶ τοῦ ῥυθμοῦ τῆς αὐλήσεως. τὸ δὲ τούτου αἴτιον οὐχ οὕτως ἡ τῆς μουσικῆς δύναμις ὡς ἡ τοῦ βασιλέως διάνοια σύντονος οὖσα καὶ θυμοειδής·
そしてアレクサンドロスは、神がかりの者たちさながらに、たちまち武器を求めて飛び起きた。それほど激しく、音楽の旋律と笛の律動によって彼は奮い立たされたのである。しかしこのことの理由は、音楽の力というよりも、むしろ王の精神が緊張に満ち、気概に溢れていたことにあった。
ἐπεὶ Σαρδανάπαλλον οὐκ ἄν ποτε ἤγειρεν ἐκ τοῦ θαλάμου καὶ παρὰ τῶν γυναικῶν οὐχ ὅπως Τιμόθεος ἤ ἄλλος τις τῶν νεωτέρων, ἀλλʼ οὐδὲ Μαρσύας αὐτὸς ἤ Ὄλυμπος·1 δοκεῖ δʼ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατὸν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτʼ ἄν ὅπλων ἐκεῖνος, πολὺ δʼ ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν·2 οὕτως ἀθλίως εἶχεν ὑπὸ ἐξουσίας καὶ τρυφῆς.
というのも、サルダナパロスであったなら、ティモテオスや後代の他の誰かはおろか、マルシュアス自身やオリュンポスであっても、寝所から、女たちの側から決して立ち上がらせることはできなかったであろうからである。私には思われるのだが、もし可能だとして、たとえアテナ神御自身が自らのノモスを奏でられたとしても、あの男が決して武器を取ることはなく、はるかに先に立ち上がって踊り出すか逃げ出したことであろう。それほどあわれに、彼は権力と放埓によって身を崩していたのである。
οὐκοῦν καὶ ἡμᾶς εἰκός ἐστι μὴ χείρους ἀνδρὸς αὐλητοῦ γενέσθαι περὶ τὸ ἡμέτερον ἔργον, μηδὲ ἧττον ἀνδρείους καὶ μεγαλόφρονας εὑρεῖν λόγους τῶν ἐκείνου κρουμάτων, ἔτι δὲ μὴ ἕνα τρόπον ἡρμοσμένους, ἀλλὰ τοὺς αὐτοὺς σφοδρούς τε καὶ πρᾴους καὶ πολεμικοὺς ἅμα καὶ εἰρηνικοὺς καὶ νομίμους καὶ τῷ ὄντι βασιλικούς, ἅτε οἶμαι πρὸς ἀνδρεῖον βουλόμενον εἶναι καὶ νόμιμον ἡγεμόνα, πολλοῦ μὲν δεόμενον θάρσους, πολλῆς δὲ καὶ ἐπιεικείας.
それゆえ、私たちもまた自分たちの務めにおいて、一人の笛吹きに劣る者とならず、かの者の奏でる調べに劣らず雄々しく気高い言論を見出すのが当然である。さらには、単一の旋律に調律されたものではなく、同じものでありながら激しくも穏やかであり、好戦的であると同時に平和的で、法にかない、真に王にふさわしい言論を見出すべきである。思うに、勇気があり法を重んじる統治者たらんと欲し、大いなる大胆さを必要とすると同時に、大いなる寛容をも必要としている人物に対して語るからである。
ὁ γοῦν Τιμόθεος, εἰ καθάπερ πολεμικόν τινα διελθεῖν ᾔδει νόμον, οὕτως ἠπίστατο αὔλημα δικαίαν καὶ φρόνιμον καὶ σώφρονα τὴν ψυχὴν καὶ φιλάνθρωπον δυνάμενον παρασχεῖν, μὴ πρὸς ὅπλα ὁρμῶσαν μόνον, ἀλλὰ ἐπί τε εἰρήνην καὶ ὁμόνοιαν καὶ θεῶν τιμὰς καὶ ἀνθρώπων ἐπιμέλειαν, τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν,3 οὐ θύοντι μόνον, ἀλλὰ καὶ ἄλλως, ὁπότε ἢ πενθῶν ἀκρίτως τύχοι παρὰ τὴν ἀξίαν καὶ τὸ πρέπον ἤ κολάζων πικρότερον τοῦ νομίμου καὶ ἐπιεικοῦς ἢ χαλεπαίνων τοῖς αὑτοῦ φίλοις τε καὶ ἑταίροις ἢ ὑπερορῶν τοὺς θνητούς τε καὶ ἀληθεῖς γονέας.
ともあれティモテオスにしても、もし戦いのノモスを奏でる術を心得ていたように、魂を正しく、思慮深く、節度があり、人間愛に満ちたものとなしうる調べをも心得ており、武器に向かって突進させるだけでなく、平和と協調、神々への崇敬と人間への配慮へと向かわせることができたならば、そばに付き添い吹き聴かせるうえで、アレクサンドロスにとって何ものにも代えがたい価値があったはずである。単に彼が生贄を捧げている時だけでなく、それ以外の時でも、彼が相応しさと礼節を外れて無分別に悲嘆に暮れたり、法と寛容の限度を超えて厳格に処罰を下したり、自らの友や同輩たちに激怒したり、あるいは死すべき真の親たちを見下したりするような時にはいつでもそうであったろう。
ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐδὲ ὠφέλειαν ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν ἡ μουσικῆς ἐπιστήμη τε καὶ ἕξις· οὐ γὰρ οὖν, ὥς φησιν ὁ ποιητής, "οὐδʼ Ἀσκληπιάδαις τοῦτό γʼ ἔδωκε θεός·" μόνος δὲ ὁ τῶν φρονίμων τε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενός τε καὶ ἄγων ἐμμελῶς.
だが実のところ、音楽の知識と修練は、人柄の完全な治療も十全な益も与えることはできない。なぜなら実に、詩人が言う通りだからである。 「神はアスクレピオスの裔らにすら、これをば授け給わざりき」ただ賢慮ある知者たちの言論――かつてそのごとき人々が多くいたが――のみが、従順で善良な天性にとって、欠くところなき完全な導き手かつ助け手であり、あらゆる徳へと調和をもって励まし、導くのである。
τίς ἂν οὖν πρέπουσα καὶ ἀξία φανείη διατριβὴ τῆς σῆς προθυμίας, καὶ πόθεν ἂν εὕροιμεν ἡμεῖς τέλειον οὕτω λόγον, ἄνδρες ἀλῆται καὶ αὐτουργοὶ τῆς σοφίας, πόνοις τε καὶ ἔργοις ὅσον δυνάμεθα χαίροντες τὰ πολλά, τοὺς δʼ αὖ λόγους παρακλήσεως ἕνεκεν φθεγγόμενοι πρὸς αὑτοὺς καὶ τῶν ἄλλων ἀεὶ τὸν ἐντυγχάνοντα; ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶ ᾅδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι,4 ἐργάται ὄντες, οὐκ ᾠδοί τινες οὐδὲ ποιηταὶ μελῶν.
では、そなたの熱意にふさわしく、それに値する営みとは何であろうか。また私たちは、どこからそのように完全な言論を見出しえようか。私たちは放浪者であり、知恵の自営農民であって、できるかぎり労苦と実務をおおかた喜びとし、他方で言論といえば、自分たち自身やその時々に出会う他者への励ましのために口にするにすぎない。それはあたかも、容易ならざる重荷を動かし運ぶ者たちが、歌い手でも歌曲の詩人でもない労働者でありながら、その労苦を慰めるために声を出し、静かに歌うようなものである。
πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις· ἀλλὰ δεῖ τὸν ἐγγύς τε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας καὶ παρακαλέσαντας Πειθώ τε καὶ Μούσας καὶ Ἀπόλλωνα ὡς δυνατὸν προθύμως διελθεῖν.
むろん、哲学に基づく言論は多く存在し、すべて聴くに値し、なおざりに聴かない者たちには驚くべき有益さをもたらす。しかし私たちは、最も身近でとりわけ心に触れるものを見出し、説得の女神とムーサたちとアポロンに祈願して、可能なかぎり熱意を込めて語らねばならない。
- 1.3οὐχ ὅπως Τιμόθεος ἤ ἄλλος τις τῶν νεωτέρων, ἀλλʼ οὐδὲ Μαρσύας αὐτὸς ἤ Ὄλυμπος
οὐχ ὅπως ... ἀλλʼ οὐδέ は慣用的な呼応表現で、「〜はおろか…さえ〜ない」(英語の not only not / not to mention ... but not even ...)を意味する。否定辞 οὐκ が文頭の ἄν ποτε ἤγειρεν にかかり、全体の否定文の文脈の中で後続の主語群を段階的に対比・強調している。
- 1.3δοκεῖ δʼ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατὸν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτʼ ἄν ὅπλων ἐκεῖνος, πολὺ δʼ ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν
δοκεῖ に続く人称構文(主格+不定詞)において、主格主語 ἐκεῖνος に対し ἅψασθαι ἄν と ὀρχήσασθαι ἄν / φυγεῖν が並列されている。ἄν + 不定詞によって過去の反実仮想(直説法過去 + ἄν に相当)を表す。挿入された属格絶対構文 μηδὲ τῆς Ἀθηνᾶς ... διεξιούσης は譲歩的条件を表し、条件節 εἰ δυνατὸν がさらに括弧的に挿入されている。
- 1.6τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν
ἄν + 未完了過去(ἦν)により過去の事実に反する仮定の帰結節を構成する(前節の εἰ ... ἠπίστατο に呼応)。τοῦ παντός は価格・価値の属格(「何ものにも代えがたい価値」)。Ἀλεξάνδρῳ は形容詞 ἄξιος あるいは不定詞 παρεῖναι / ἐπαυλεῖν の双方にかかりうるが、文脈上「アレクサンドロスにとって」という利害の与格と解される。
- 1.9ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶ ᾅδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι
比喩節の主語分詞 οἱ κινοῦντες καὶ μεταφέροντες に対する主動詞は φθέγγονταί τε καὶ ᾅδουσιν。分詞 παραμυθούμενοι は手段・付帯状況を表し、目的語 τὸ ἔργον(労苦・作業)をとる。παραμυθέομαι は通常「人を慰める」だが、ここでは苦痛や重労働を「和らげる・紛らわせる」転義で用いられている。
