← ロンゴス

ダフニスとクロエ

§2.4.1-2.4.4

ピレータースによる庭の少年追跡の語り

ピレータースは正午の庭で果実を摘んで遊ぶ美しい少年(エロース)に出くわし、捕まえようと追いかけたが翻弄され、怒りを解かれて口づけを懇願した経緯を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.4.1

“εἰσελθόντι δέ μοι1 τήμερον ἀμφὶ μέσην ἡμέραν ὑπὸ ταῖς ῥοιαῖς καὶ ταῖς μυρρίναις βλέπεται παῖς, μύρτα καὶ ῥοιὰς ἔχων, λευκὸς ὡς γάλα, ξανθὸς ὡς πῦρ, στιλπνὸς ὡς ἄρτι λελουμένος· γυμνὸς ἦν, μόνος ἦν·

「わしが今日、真昼頃に庭に入って行くと、石榴とギンバイカの木陰に、ギンバイカの実と石榴の実を手にした少年が目に入ったのじゃ。乳のように白く、火のように赤みがかった金髪で、今しがた湯浴みしたばかりのように輝いておった。身には何も着けず、たった一人でおった。

§2.4.2

ἔπαιζεν ὡς ἴδιον κῆπον τρυγῶν. Ἐγὼ μὲν οὖν ὥρμησα ἐπ’ αὐτὸν ὡς συλληψόμενος,2 δείσας μὴ ὑπ’ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσῃ·3 ὁ δέ με κούφως καὶ ῥᾳδίως ὑπέφευγε, ποτὲ μὲν ταῖς ῥοδωνιαῖς ὑποτρέχων, ποτὲ δὲ ταῖς μήκωσιν ὑποκρυπτόμενος, ὥσπερ πέρδικος νεοττός. Καίτοι πολλάκις μὲν πράγματα ἔσχον ἐρίφους γαλαθηνοὺς διώκων, πολλάκις δὲ ἔκαμον μεταθέων μόσχους ἀρτιγεννήτους· ἀλλὰ τοῦτο ποικίλον τι χρῆμα ἦν καὶ ἀθήρατον. Καμὼν οὖν ὡς γέρων καὶ ἐπερεισάμενος τῇ βακτηρίᾳ καὶ ἅμα φυλάττων μὴ φύγοι, ἐπυνθανόμην τίνος ἐστὶ τῶν γειτόνων, καὶ τί βουλόμενος ἀλλότριον κῆπον τρυγᾷ.

あたかも自分の庭の実りを収穫しているかのように遊んでおったのじゃ。そこでわしは、あの子が跳ね回るあまりギンバイカや石榴の枝を折りはしないかと心配し、捕まえようとして飛びかかった。だが、あの子は軽々とやすやすと身をかわし、ある時は薔薇の茂みの中に潜り込み、またある時は芥子の間へ隠れたりして、まるでシャコの雛のようであった。もっとも、わしは乳飲み子の仔山羊を追いかけて手こずったことは度々あったし、生まれたばかりの仔牛を追いかけて疲れることも度々あったが、この子は何か変幻自在で、どうしても捕らえられぬものであった。そこで老人のこととて疲れ果て、杖に寄りかかりながら、同時にあの子が逃げ出さぬよう見張りつつ、近所の誰の子なのか、何をしようとして他人の庭を荒らしているのかと尋ねてみた。

§2.4.4

Ὁ δὲ ἀπεκρίνατο μὲν οὐδέν, στὰς δὲ πλησίον ἐγέλα πάνυ ἁπαλὸν καὶ ἔβαλλέ με τοῖς μύρτοις καὶ οὐκ οἶδ’ ὅπως ἔθελγε μηκέτι θυμοῦσθαι. Ἐδεόμην οὖν εἰς χεῖρας ἐλθεῖν μηδὲν φοβούμενον ἔτι, καὶ ὤμνυον κατὰ τῶν μύρτων ἀφήσειν, ἐπιδοὺς μήλων καὶ ῥοιῶν, παρέξειν τε ἀεὶ τρυγᾶν τὰ φυτὰ καὶ δρέπειν τὰ ἄνθη, τυχὼν παρ’ αὐτοῦ φιλήματος ἑνός.”4

だが、あの子は何も答えず、近くに立ち止まって実に柔らかに笑い、わしにギンバイカの実を投げつけてきたが、どういうわけか、わしがもはや腹を立てぬよう心を奪ってしまったのじゃ。そこでわしは、もう何も恐れずに腕の中へおいでと頼み込み、もし一つ口づけを受け取れるならば、林檎や石榴を分け与えて帰してやるし、いつでも木の実を摘み花を折るのを許してやろうと、ギンバイカにかけて誓ったのじゃ」

構文注4 件
  1. 2.4.1εἰσελθόντι δέ μοι

    関係の与格(あるいは知覚動詞 βλέπεται に伴う関心の与格)。直訳すると「中へ入ったわしにとって、少年が見られる」。時間・状況の背景を示す分詞節として「わしが(庭へ)入って行くと、少年が目に入った」と訳出される。

  2. 2.4.2ὡς συλληψόμενος

    ὡς + 未来分詞の構文。主動詞 ὥρμησα に対し、主語の主観的な目的・意図(「捕まえようという心づもりで」)を表す。

  3. 2.4.2δείσας μὴ ὑπ’ ἀγερωχίας τὰς μυρρίνας καὶ τὰς ῥοιὰς κατακλάσῃ

    懸念を表す動詞(δείσας)に続く μὴ + 接続法(κατακλάσῃ)の構文。「〜しはしないかと恐れて」。ὑπ’ ἀγερωχίας は「傲慢さ/やんちゃ・奔放さのあまり」という原因・動機を示す。

  4. 2.4.4τυχὼν παρ’ αὐτοῦ φιλήματος ἑνός

    アオリスト分詞 τυχών は誓言の内容(ἀφήσειν, παρέξειν)に対する条件を表す(「彼から口づけをひとつでも得られた暁には/得られるならば」)。文法的主語は誓約者であるピレータース(主格)に一致している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.4.1-2.4.4