- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.39.1-2.39.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ダフニスとクロエーは神々に愛の誓いを立てるが、好色なパーン神を信じられないクロエーの願いにより、ダフニスは自分を育てた山羊の群れにかけて変わらぬ愛を誓い直す。
Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ μετ’ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας·
そしてこれらすべてによっていっそう情熱的になり、大胆になった二人は、互いに愛の競い合いをし、やがて誓約による確証へと進んだ。ダフニスは松の木のそばへ行き、クロエーなしにはたった一日のあいだも一人で生きることはないとパーンにかけて誓った。
ἡ δὲ Χλόη τὰς Νύμφας εἰσελθοῦσα εἰς τὸ ἄντρον τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον.1 Τοσοῦτον δὲ ἄρα τῇ Χλόῃ τὸ ἀφελὲς προσῆν ὡς κόρῃ, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ δεύτερον ἠξίου λαβεῖν ὅρκον παρ’ αὐτοῦ “ὦ Δάφνι” λέγουσα “θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος·
クロエーは洞窟の中へと入っていき、ダフニスと同じ死と同じ生を共にするだろうとニュンペーたちにかけて誓った。しかしクロエーには少女ゆえの純真さがひどく染みついていたので、洞窟から出てくると、彼から二度目の誓いを受け取ろうとしてこう言った。「ねえダフニス、パーン神は好色で不実な神よ。
ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος· παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις παρέχων πράγματα. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι,2 κἂν ἐπὶ πλείονας ἔλθῃς γυναῖκας τῶν ἐν τῇ σύριγγι καλάμων·
ピテュスに恋をし、シューリンクスにも恋をしたし、ドリュアスたちを悩ませ、羊の守護神ニュンペーたちに面倒をかけるのを決してやめないわ。だからこの神は、誓約において無視されても、あなたが笛の葦の数よりも多くの女のもとへ通ったとしても、あなたを罰するのを怠るでしょう。
σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ’ ἂν πιστή σοι μένῃ· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.”
だからあなたは私に対して、この山羊の群れと、あなたを育ててくれたあの雌山羊にかけて、クロエーがあなたに対して忠実であり続けるかぎりは決して見捨てないと誓って。けれど、もし私があなたとニュンペーたちに対して不義を働いたなら、逃げ去り、憎み、狼のように殺してちょうだい。」
Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος3 ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν· κἂν ἕτερον προκρίνῃ Δάφνιδος, ἀντ’ ἐκείνης αὑτὸν ἀποκτενεῖν.
ダフニスは疑われたことを喜び、山羊の群れの真ん中に立つと、片方の手で雌山羊を、もう片方の手で雄山羊を掴んで、クロエーが愛してくれるかぎり彼女を愛し、もし彼女がダフニスより別の男を重んじるなら、彼女の代わりに自分自身を殺すだろうと誓った。
Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς.
クロエーは喜び、少女らしく信じた。山羊や羊こそ羊飼いや山羊飼い固有の神々であると思い込んでいたからである。
- 2.39.2τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον
直前の文の述語 ὤμοσεν(誓った)の省略を受けて不定詞 ἕξειν が導かれている構文。ὁ αὐτός+与格(Δάφνιδι)で「〜と同じ」を表し、対格 θάνατον καὶ βίον が ἕξειν の目的語となる。「ダフニスと同じ死と同じ生を持つ(=生と死を共にする)と誓った」の意。
- 2.39.3ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι
ἀμεληθείς は動詞 ἀμελέω のアオリスト受動態分詞で、主語であるパーン神(Οὗτος)を修飾する。「(破られた)誓約において無視・軽視されても」の意で、続く主動詞 ἀμελήσει(怠るだろう/気に留めないだろう)との対比・語根の反復が意図されている。
- 2.39.5τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος
λαβόμενος(λαμβάνομαι「掴む、捉える」のアオリスト中動分詞)は、接触点・対象を表す属格(αἰγός, τράγου)を支配する。手段・道具を表す与格 τῇ μὲν [χειρί] ... τῇ δὲ [χειρί] は属格 τῶν χειρῶν(部分の属格)を伴い、「一方の手で雌山羊を、もう一方の手で雄山羊を掴んで」の意を表す。
