← 偽ロンギヌス

崇高について

§15.1-15.5

詩と弁論における形象の役割と悲劇の用例

著者は崇高な表現と迫真性を生み出す手段として形象(ファンタシアー)の役割を論じ、詩と弁論における機能差を示した上で、エウリピデスとアイスキュロスによる卓越した劇的描写の例を挙げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15.1

Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις,1 ὦ νεανία, καὶ αἱ φαντασίαι παρασκευαστικώταται· οὕτω γοῦν εἰδωλοποιΐας αὐτὰς ἔνιοι λέγουσι· καλεῖται μὲν γὰρ κοινῶς φαντασία πᾶν τὸ ὁπωσοῦν ἐννόημα γεννητικὸν λόγου παριστάμενον· ἤδη δ’ ἐπὶ τούτων κεκράτηκε τοὔνομα, ὅταν ἃ λέγεις ὑπ’ ἐνθουσιασμοῦ καὶ πάθους βλέπειν δοκῇς καὶ ὑπ’ ὄψιν τιθῇς τοῖς ἀκούουσιν.

重厚さ、雄弁さ、そしてこれらに加えて迫真の気迫を生み出すのに、若き友よ、形象(ファンタシアー)もまたきわめて効果的である。実際、ある人々はこれらを「心象形成」と呼んでいる。というのも、広く一般には、言論を生み出すよう心に現れ出るいかなる想念も「形象」と呼ばれるが、現在では、熱狂と情念に駆られて、語っている事柄を自ら目で見ているかのように感じ、それを聞き手の眼前に提示するときに、この呼称がもっぱら用いられているからである。

§15.2

ὡς δ᾽ ἕτερόν τι ἡ ῥητορικὴ φαντασία βούλεται καὶ ἕτερον ἡ παρὰ ποιηταῖς, οὐκ ἂν λάθοι σε, οὐδ’ ὅτι τῆς μὲν ἐν ποιήσει τέλος ἐστὶν ἔκπληξις, τῆς δ’ ἐν λόγοις ἐνάργεια. ἀμφότεραι δ’ ὅμως τό τε παθητικὸν ἐπιζητοῦσι καὶ τὸ συγκεκινημένον. "ὦ μῆτερ ἱκετεύω σε, μὴ ʼπίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου." καὶ "οἴμοι, κτανεῖ με· ποῖ φύγω;" ἐνταῦθ’ ὁ ποιητὴς αὐτὸς εἶδεν Ἐρινύας· ὃ δὲ ἐφαντάσθη, μικροῦ δεῖν θεάσασθαι καὶ τοὺς ἀκούοντας ἠνάγκασεν.

そして、弁論における形象が目指すものと詩人たちにおけるそれとは異なること、また詩における目的が驚嘆・震撼(エクプレークシス)であるのに対し、散文言論における目的が生き生きとした明瞭性(エナルゲイア)であることは、あなたにも見過ごされますまい。しかし両者ともに、情念的なものと激しく心を揺り動かすものを追求している点では一致している。 「おお母上、お願いです、血走った眼をした蛇のごとき髪の娘たちを、 私に向けてけしかけないでください。 ほら、あいつらが、あいつらが私のすぐ近くに飛びかかってくる。」 また、「ああ、私を殺す気だ。どこへ逃げたらよいのか。」 ここでは詩人自らが復讐の女神たちを見たのであり、自分が心に思い描いたものを、聞く者たちにもほとんど無理やりに見させたのである。

§15.3

ἔστι μὲν οὖν φιλοπονώτατος ὁ Εὐριπίδης δύο ταυτὶ πάθη, μανίας τε καὶ ἔρωτας, ἐκτραγῳδῆσαι, κἀν τούτοις ὡς οὐκ οἶδ’ εἴ τισιν ἑτέροις ἐπιτυχέστατος,2 οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ἐπιτίθεσθαι φαντασίαις οὐκ ἄτολμος. ἥκιστά γέ τοι μεγαλοφυὴς ὢν ὅμως τὴν αὐτὸς αὑτοῦ φύσιν ἐν πολλοῖς γενέσθαι τραγικὴν προσηνάγκασεν, καὶ παρ’ ἕκαστα ἐπὶ τῶν μεγεθῶν, ὡς ὁ ποιητής, "οὐρῇ δὲ πλευράς τε καὶ ἰσχίον ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι."

さて、エウリピデスは狂気と狂おしい恋というこれら二つの情念を劇化することに最も心血を注ぎ、これらにおいては他のどれにもましてと言ってよいほどの成功を収めているが、それのみならず他の様々な形象へと果敢に挑む点でも決して臆することはない。もともと決して天賦の偉大さを備えているわけではないにもかかわらず、彼は多くの箇所で自らの天性を無理にでも悲劇的なものへと仕立て上げ、崇高な境地に臨むごとに、詩人の言うように、 「尾で自らの脇腹と腰のあたりを両側から 打ち据え、自らを戦いへと駆り立てる」のである。

§15.4

τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας ὁ Ἥλιος, "ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει," φησίν, εἶθ’ ἑξῆς, "ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας εἶτ’ ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτύχας. πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ̓ ἔλα, τῇδε στρέφ’ ἅρμα, τῇδε." ἆρ’ οὐκ ἂν εἴποις, ὅτι ἡ ψυχὴ τοῦ γράφοντος συνεπιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτ’ ἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ, "ἀλλ᾽, ὦ φίλιπποι Τρῶες."

現に、パエトンに手綱を渡すヘリオスは、 「リビアの空へと入り込んで走らせてはならぬ。 そこは湿り気のある温和な気候をもたぬため、そなたの車輪を 下へと抜け落ちさせるであろうから」と言い、それに続いて次のように述べる。 「七つのプレアデス星を目指して車を進めよ。 これほどの言葉を聞き終えると、そこで〔少年は〕手綱をひっつかんだ。 そして翼ある車の脇腹を打つと 解き放ち、馬らは天空の襞へと飛翔した。 父はシリウス星の背に乗って後ろから 馬を走らせ、我が子に訓戒を与えていた。『あちらへ走らせよ、 こちらへ戦車を向けよ、こちらへ!』と。」 この時、書き手の魂が戦車に同乗し、馬たちとともに危険を冒しながら翼を広げて空へ飛び立ったのだとは言えまいか。もし〔その魂が〕それらの天空の営みと並走して運ばれていたのでなければ、このような形象を心に描くことなど決してできなかったであろうから。彼のカッサンドラに関する次の詩句も同様である。 「だが、馬を愛するトロイアの人々よ。」

§15.5

τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παρ’ αὐτῷ, "ἄνδρες (φησὶν) ἑπτὰ θούριοι λοχαγέται, ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος, καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ’ Ἐνυὼ καὶ φιλαίματον Φόβον ὁρκωμότησαν," τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος,3 ὅμως ἑαυτὸν ὁ Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει.

他方、アイスキュロスは極めて英雄的な形象へと果敢に挑んでおり、例えば彼の『テーバイ攻めの七将』において、 「気性の荒い七人の武将たちが、(と彼は言う) 黒皮で縁取られた盾の上で雄牛を屠り、 雄牛の血潮をその手で触れながら、 アレスとエニュオ、そして血を好む恐怖の神にかけて 誓いを立てた」とあり、互いに一切の容赦なく己自身の死を誓い合っているが、彼は時に想念を未加工のまま、いわば刈り取られた羊毛のように粗削りで柔軟性のない形で差し出すことがあるにもかかわらず、エウリピデスは名誉心から自らを強いてそれらの危険へと近寄らせていくのである。

構文注3 件
  1. 15.1Ὄγκου καὶ μεγαληγορίας καὶ ἀγῶνος ἐπὶ τούτοις

    文頭の属格並列は、後続する形容詞最上級 παρασκευαστικώταται(〜をもたらすのに極めて適している)に係る目的格的属格。語順の倒置(hyperbaton)により、文の論題となる特質が冒頭に強調置されている。

  2. 15.3κἀν τούτοις ὡς οὐκ οἶδ’ εἴ τισιν ἑτέροις ἐπιτυχέστατος

    ὡς οὐκ οἶδ' εἴ ...(〜かどうかわからないほどに)は慣用句的な挿入的表現で、最上級の強調を表す。τισιν ἑτέροις の前には先行する κἀν τούτοις(= καὶ ἐν τούτοις)から前置詞 ἐν が補われ、全体で「これらにおいては他のどれにもましてと言ってよいほど見事に成功している」の意をなす。

  3. 15.5τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ... φέροντος

    長大な譲歩・対比の独立属格構文。τοῦ δ’ Αἰσχύλου に二つの分詞 ἐπιτολμῶντος と φέροντος が係っており、その間に『テーバイ攻めの七将』の引用が挟まれている。これに対する主節は後続の ὅμως ἑαυτὸν ὁ Εὐριπίδης ... προσβιβάζει であり、アイスキュロスの粗削りな壮大さにエウリピデスが対抗しようとした構図を対比的に結んでいる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:15.1-15.5