← エピクテトス

語録

§3.26.13-3.26.25

見せかけの哲学への批判と意志による自足

エピクテトスは、徳や心の平静を培うことなく論理の技巧のみに執着する自称哲学者を弾劾し、彼らが真に恐れているのは飢えではなく放埒な贅沢の喪失であると暴いて、不可奪の意志のみに頼って自足して生きることを説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.26.13

οὕτως σὺ ζῆθι καὶ μὴ παύσῃ μηδέποτε, ὅστις ὀνόματι μόνον πρὸς φιλοσοφίαν προσῆλθες καὶ τὰ θεωρήματα αὐτῆς ὅσον ἐπὶ σοὶ1 κατῄσχυνας ἄχρηστα ἐπιδείξας καὶ ἀνωφελῆ τοῖς ἀναλαμβάνουσιν· οὐδέποτε δʼ εὐσταθείας ὠρέχθης, ἀταραξίας, ἀπαθείας· οὐδένα τούτου ἕνεκα ἐθεράπευσας, συλλογισμῶν δʼ ἕνεκα πολλούς· οὐδέποτε τούτων τινὰ τῶν φαντασιῶν διεβασάνισας αὐτὸς ἐπὶ σεαυτοῦ δύναμαι φέρειν ἢ οὐ δύναμαι; τί μοι τὸ λοιπόν ἐστιν;, ἀλλʼ ὡς πάντων ἐχόντων σοι καλῶς καὶ ἀσφαλῶς περὶ τὸν τελευταῖον κατεγίνου τόπον, τὸν τῆς ἀμεταπτωσίας, ἵνʼ ἀμετάπτωτα σχῇς τίνα;2 τὴν δειλίαν, τὴν ἀγέννειαν, τὸν θαυμασμὸν τῶν πλουσίων, τὴν ἀτελῆ ὄρεξιν, τὴν ἀποτευκτικὴν ἔκκλισιν· περὶ τῆς τούτων ἀσφαλείας ἐφρόντιζες.

お前はそのように生き、決してやめるな。名ばかりで哲学に近づき、自分に関するかぎりその教説を貶め、これを学ぶ者たちにとって役に立たず無益なものと示したお前よ。お前は心の安定、平静、情念なき状態を決して求めず、このために誰かに仕えることもなく、推論のために多くの人に仕えてきた。また、自分自身でこれらの表象のどれ一つとして厳しく吟味したこともなかった、 「私には耐えられるのか、耐えられないのか。私には何が残されているのか」と。それどころか、お前にとってすべての事柄が立派に、かつ確固として成り立っているかのように、最後の論題、すなわち動揺なき確信の論題にかかりきりになっていた。それは、動揺なきものとして何を保持するためか。臆病さ、卑怯さ、富める者への賛美、成就しない欲求、目的を外す回避である。お前はこれらを確実なものとすることばかり気にかけていたのだ。

§3.26.15

οὐκ ἔδει προσκτήσασθαι πρῶτον ἐκ τοῦ λόγου, εἶτα τούτῳ περιποιεῖν τὴν ἀσφάλειαν; καὶ τίνα πώποτʼ εἶδες τριγχὸν περιοικοδομοῦντα μηδενὶ τειχίον περιβαλλόμενον αὐτὸ αὐτοῦ; ποῖος δὲ θυρωρὸς καθίσταται ἐπὶ οὐδεμιᾷ θύρᾳ;

まず理説によって中身を獲得し、その上でこれに安全を確保すべきではなかったのか。何もないところに壁を巡らし、それ自体の囲い壁を建て増す者を、お前はかつて見たことがあったか。扉が一つもないところに、いかなる門番が置かれるというのか。

§3.26.16

ἀλλὰ σὺ μελετᾷς ἀποδεικνύειν δύνασθαι· τίνα; μελετᾷς μὴ ἀποσαλεύεσθαι διὰ σοφισμάτων· ἀπὸ τίνων;

それなのに、お前は論証できるようになることを練習している。何を論証するのか。詭弁によって動揺させられないように練習している。何から動揺させられないというのか。

§3.26.17

δεῖξόν μοι πρῶτον, τί τηρεῖς, τί μετρεῖς ἢ τί ἱστάνεις· εἶθʼ οὕτως ἐπιδείκνυε τὸν ζυγὸν ἢ τὸν μέδιμνον.

まずお前が何を守り、何を量り、何を秤にかけるのかを私に示せ。しかるのちに秤や枡を誇示するがよい。

§3.26.18

ἢ μέχρι τίνος μετρήσεις τὴν σποδόν; οὐ ταῦτά σε ἀποδεικνύειν δεῖ, ἃ ποιεῖ τοὺς ἀνθρώπους εὐδαίμονας, ἃ ποιεῖ προχωρεῖν αὐτοῖς τὰ πράγματα ὡς θέλουσιν, διʼ ἃ οὐ δεῖ μέμφεσθαι οὐδενί, ἐγκαλεῖν οὐδενί, πείθεσθαι τῇ διοικήσει τῶν ὅλων; ταῦτά μοι δείκνυε.

それとも、お前はいつまで灰を量り続けるつもりなのか。人間を幸福にし、物事を思い通りに進ませ、それゆえに誰も咎める必要がなく、誰も非難する必要がなく、万物の統治に服従すべきであるような事柄を、お前は論証すべきではないのか。これらを私に示せ。

§3.26.19

ἰδοὺ δεικνύω, φησίν, ἀναλύσω σοι συλλογισμούς. τοῦτο τὸ μετροῦν ἐστιν, ἀνδράποδον· τὸ μετρούμενον δʼ οὐκ ἔστιν.

「ほら、示して見せよう。 推論を解いてみせよう」と彼は言う。 奴隷よ、それは量る道具であって、量られる対象ではないのだ。

§3.26.20

διὰ ταῦτα νῦν τίνεις δίκας ὧν ἠμέλησας·3 τρέμεις, ἀγρυπνεῖς, μετὰ πάντων βουλεύῃ· κἂν μὴ πᾶσιν ἀρέσκειν μέλλῃ τὰ βουλεύματα, κακῶς οἴει βεβουλεῦσθαι.

このために今、お前はおろそかにしてきたことの報いを受けている。怯え、夜も眠れず、あらゆる人と相談し、その計略がすべての人に気に入られそうにないと、誤った思案をしたと考えるのだ。

§3.26.21

εἶτα φοβῇ λιμόν, ὡς δοκεῖς. σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς4 μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν; , εἶτʼ ἆρον τὰς τραπέζας, σπόγγισον. τοῦτο φοβῇ, μὴ οὐ δύνῃ ζῆν ἀρρώστου βίον, ἐπεί τοι τὸν τῶν ὑγιαινόντων μάθε, πῶς οἱ δοῦλοι ζῶσιν, πῶς οἱ ἐργάται, πῶς οἱ γνησίως φιλοσοφοῦντες, πῶς Σωκράτης ἔζησεν, ἐκεῖνος μὲν καὶ μετὰ γυναικὸς καὶ παίδων, πῶς Διογένης, πῶς Κλεάνθης ἅμα σχολάζων καὶ ἀντλῶν.

それから、飢えを恐れていると自分では思い込んでいる。だが、お前が恐れているのは飢えではなく、料理人がいなくなること、買い出し人がいなくなること、履物を履かせてくれる別の者がいなくなること、衣服を着せてくれる別の者がいなくなること、体を擦ってくれる者たちがいなくなること、付き従ってくれる者たちがいなくなることを恐れているのだ。それは、公衆浴場で服を脱ぎ、磔にされた者たちのように身を伸ばして両側から体を擦らせ、ついで油塗り係がそばに立って、「向きを変えろ、脇腹を出せ、その者の頭を持て、肩を出せ」と言い、それからお前が公衆浴場から家へ戻って、「誰も食べ物を持ってこないのか」と叫び、ついで、「食卓を片付けろ、海綿で拭け」と叫ぶためである。 お前が恐れているのは、病人のような生活を送れなくなるのではないかということなのだ。それなら、健康な者たちの生活を学んでみるがよい。奴隷たちがどのように生き、労働者たちがどのように生き、真正に哲学を志す者たちがどのように生きているかを。ソクラテスが、それも妻や子供たちと共にどのように生きたか、ディオゲネスがどのように、またクレアンテスが学究に励みながら同時に水を汲み上げてどのように生きたかを。

§3.26.24

ταῦτα ἂν θέλῃς ἔχειν, ἕξεις πανταχοῦ καὶ ζήσεις θαρρῶν. τίνι; ᾧ μόνῳ θαρρεῖν ἐνδέχεται, τῷ πιστῷ, τῷ ἀκωλύτῳ, τῷ ἀναφαιρέτῳ, τοῦτʼ ἔστι τῇ προαιρέσει τῇ σεαυτοῦ.

これらを手にしたいと望むなら、お前はいたる所でこれらを持ち、勇気を持って生きるだろう。何を頼みとしてか。ただそれだけを頼みとすることが許されているもの、すなわち信頼がおけ、妨げられず、奪い去られることのないもの、換言すれば、お前自身の意志決定を頼みとしてである。

§3.26.25

διὰ τί δʼ οὕτως ἄχρηστον καὶ ἀνωφελῆ σαυτὸν παρεσκεύακας, ἵνα μηδείς σε εἰς οἰκίαν θέλῃ δέξασθαι, μηδεὶς ἐπιμεληθῆναι; ἀλλὰ σκεῦος μὲν ὁλόκληρον καὶ χρήσιμον ἔξω ἐρριμμένον πᾶς τις εὑρὼν ἀναιρήσεται καὶ κέρδος ἡγήσεται, σὲ δʼ οὐδείς, ἀλλὰ πᾶς ζημίαν.

それなのになぜお前は、誰もお前を家に迎え入れたがらず、誰も世話を焼きたがらないほどに、自分自身を役に立たず無益なものにしてしまったのか。完全で役に立つ器なら、外に投げ出されていても、見つけた人は誰でも拾い上げて得をしたと見なすだろうに、お前に対しては誰もそうせず、誰もが損失と見なすのだ。

構文注4 件
  1. 3.26.13ὅσον ἐπὶ σοὶ

    限定を表す対格的成句。「お前に関するかぎり」「お前の力の及ぶかぎり」の意。哲学の教説そのものの価値ではなく、それを受け止める側の態度において教説を貶めたことを表す。

  2. 3.26.14ἵνʼ ἀμετάπτωτα σχῇς τίνα;

    目的節の途中に疑問代名詞 τίνα が挿入された修辞的倒置(hyperbaton)。「動揺なきものとして保持するため――何をか」と問いかけた直後に、本来なら動詞 σχῇς の目的語となる名詞句(τὴν δειλίαν 以下の対格群)を続け、欠陥や悪徳を不動のものにしようとする不条理さを際立たせている。

  3. 3.26.20ὧν ἠμέλησας

    先行詞の省略。δίκας τίνω(「〜の報いを受ける」)が要求する属格の先行詞 τούτων が省略されており、動詞 ἀμελέω も属格を支配するため関係代名詞が ὧν となっている(τούτων ὧν ἠμέλησας の省略形)。

  4. 3.26.21μὴ οὐ σχῇς

    恐れを表す動詞(δέδοικας)に後続する二重否定構文。μὴ οὐ+接続法で「〜がないのではないかと恐れる」を表す。一連の ἄλλον... ἄλλους を伴う分詞並列構文全体を従えている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.26.13-3.26.25