- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:3.22.91-3.22.109
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
エピクテトスは、キュニコスには機知と何よりも純粋な指導的理法、および良心に根ざした権威が不可欠であると論じ、外的侵害に屈しない意志の鍛錬と自己点検の重要性を説いて、軽率にこの道を目指さぬよう戒める。
ὡς Διογένης πρὸς τὸν εἰπόντα σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς; καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων;1 πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι "οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα" ἔνυπνος ἔτι ὢν ἀπήντησεν "ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν."
ある者が「お前は神々が存在しないと思っているあのディオゲネスか」と言ったのに対して、ディオゲネスが「お前が神々に憎まれていると思っているのに、どうして私がそう思っていようか」と答えたように。あるいは再び、眠っている彼のもとに立ち、「助言者たる男が一晩中眠っていてはならぬ」と言ったアレクサンドロスに対し、まだまどろみながらも、「多くの民が委ねられ、多くの憂慮を負う男ならば」と応酬したように。
πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου· εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις.2
しかし何よりもまず、キュニコスの指導的理法は太陽よりも清らかでなければならない。そうでなければ、自分自身が何らかの悪にとらわれていながら他者を咎めるような者は、必然的にいかさま師であり山師となる。
ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν.
よく見るがよい、どのようなことであるかを。こうした王や独裁者たちには、近衛兵や武器が、自ら悪人でありながらも他者を咎め、過ちを犯す者を処罰する力を与えていた。だがキュニコスには、武器や近衛兵の代わりに、自身の良心がこの権威を授けているのである。
ὅταν ἴδῃ, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δʼ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δʼ, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δʼ αὐτῷ πρόχειρον τὸ "ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ Πεπρωμένη," καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω·
人間たちのために夜も眠らず、労苦を重ね、清らかなまま眠りにつき、眠りから覚めてもいっそう清らかであり、思い巡らしたことはすべて、神々の友として、その従僕として、ゼウスの支配に与る者として思い巡らし、つねに彼の口元には、「導きたまえ、おおゼウスよ、そして運命の女神よ」という言葉と、「もし神々にとってそのように望ましいならば、そのようになれ」という思いがあるのを自覚するとき、彼はどうして自分の兄弟たちに対して、子供たちに対して、端的に言えば同胞に対して、確信をもって公然と語ることを恐れようか。
διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς; διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ.
それゆえ、このような心構えにある者は、詮索好きでもお節介でもない。なぜなら、人間の諸事を監視するとき、彼は他人の事柄に干渉しているのではなく、自分自身の事柄を扱っているからである。そうでなければ、将軍が兵士たちを監視し、点検し、警戒し、規律を乱す者を処罰するときにも、お節介だと言うがよい。
ἐὰν δʼ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις;
だが、もしお前が懐に菓子を隠し持ちながら他者を咎めるなら、私はお前にこう言うだろう。「立ち去って隅っこに行き、自分が盗んだそれを平らげたらどうだ。お前と他人の事柄に何の関係があるのか」と。
τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;
いったいお前は何者なのか。雄牛なのか、それとも女王蜂なのか。彼女が生まれつき持っているような統率の証拠を私に見せてみよ。もしお前が蜂の国の王位を要求する雄蜂にすぎないなら、同胞たる市民たちが、蜂が雄蜂を倒すように、お前をも打ち倒すとは思わないのか。
τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστʼ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον· οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει· τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.3
実際、キュニコスは並外れた忍耐力を備えていなければならず、大衆には無感覚で石のようだとさえ思われるほどでなければならない。誰も彼を罵倒することはできず、誰も彼を殴ることはできず、誰も彼を侮辱することはできない。彼自身の粗末な肉体については、望む者が望むように用いるために彼自らが差し出しているからである。
μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων.
なぜなら、劣るものが優るものに負けるのは、それが劣っている領域においては必然であり、彼の肉体は大衆の肉体より劣り、より強い者たちよりも弱いからである、と彼は心に留めているからだ。
οὐδέποτʼ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.
したがって、自分が負けうるようなこの種の競技場へ彼は決して降り立たず、他人の領分からはただちに身を引き、奴隷にすぎないものには執着しない。
ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵνʼ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν.
しかし、意志の選択と表象の活用が問題となるところでは、彼がどれほど多くの眼を持っているかが分かるだろう。アルゴスでさえ彼に比べれば盲目であったと言うほどに。
μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία,4 μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος;
軽率な同意はないか、無謀な衝動はないか、失敗に終わる欲望はないか、災厄に陥る忌避はないか、不完全な企てはないか、非難はないか、卑屈や嫉妬はないか。
ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δʼ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται.
ここに彼の多大な注意と集中があり、それ以外の事柄については仰向けになっていびきをかいて眠る。すべてが平安である。彼の意志の選択を奪う盗賊はおらず、それを脅かす独裁者もいない。
σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.
肉体を奪う者はいるか。いる。わずかな財産を奪う者はいるか。いる。官職や名誉を奪う者もいる。だが、彼がこれらについて何の関心を持とうか。それゆえ、誰かがこれらによって彼を脅そうとするとき、彼はその者に言うのである。 「立ち去って、子供たちでも捜すがよい。あの子たちには仮面が恐ろしいのだ。
περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.
だが私は、それが陶器でできていて、中には何もないことを知っている」と。 お前が思案しているのは、これほど重大な事柄についてなのである。
ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ὕπαγε, φησίν, μᾶλλον εἰς οἶκον καὶ ὕφαινε· "πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί."
だからもしお前が望むなら、神にかけて言うが、先延ばしにし、まず自分自身の備えをよく見るがよい。 見よ、ヘクトルもアンドロマケにこう言っているではないか。 「むしろ家へ戻って機を織るがよい」と彼は言う。 「戦は男たちの務め、すべての男たち、とりわけ私の務めなのだから」と。
οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.
このように彼は、自分自身の備えと、彼女の無力さの双方を自覚していたのである。
- 3.22.91καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων;
καὶ πῶς に続く主動詞(οὐ νομίζω θεοὺς εἶναι 等)が省略された反語的対話表現。分詞 νομίζων は理由を表し、「お前が神々に憎まれていると私が認めている以上、神々が存在しないなどとどうして思えようか(お前が神の敵であると考えること自体が神の存在を前提としている)」という逆説的な機知を述べている。
- 3.22.93εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις.
ἀνάγκη [ἐστὶν αὐτὸν εἶναι] κυβευτὴν καὶ ῥᾳδιουργόν という対格不定詞構文における不定詞 εἶναι の省略。関係代名詞 ὅστις は先行詞 κυβευτὴν καὶ ῥᾳδιουργόν を受け、そのような状態にある者が必然的に山師となる理由・内実を説明している。
- 3.22.100τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.
χρῆσθαι は目的を表す不定詞で、δέδωκεν に係り「望む者が望むように用いるために(差し出している)」の意。三人称代名詞属格 αὐτοῦ(彼自身の)と主格の強意代名詞 αὐτός(彼自らが)が対比され、肉体への無執着と主体的意志の自覚が構文上も際立たされている。
- 3.22.104μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία
μή που に名詞句が連続する並列構文で、動詞(ἔστιν または監視を示す σκοπεῖ 等)が省略されている。「〜があるのではないか」「〜があってはならない」という自己監視・警戒を表す表現。ストア派の主要教義である判断の同意(συγκατάθεσις)、行動への衝動(ὁρμή)、欲望(ὄρεξις)、忌避(ἔκκλισις)についての厳格な点検を示す。
