← エピクテトス

語録

§2.23.1-2.23.14

表現や諸感覚の恩恵と選択の能力の優位

語る能力や五感などの自然の恩恵を否定することは不敬であると戒めつつ、それら諸能力を評価・統御し正しく使用する「選択の能力」こそが最高位にあることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.23.1

βιβλίον πᾶς ἂν ἥδιον ἀναγνῴη καὶ ῥᾷον τὸ εὐσημοτέροις γράμμασι γεγραμμένον οὐκοῦν καὶ λόγους πᾶς ἄν τις ῥᾷον ἀκούσειε τοὺς εὐσχήμοσιν ἅμα καὶ εὐπρεπέσιν ὀνόμασι σεσημασμένους.

誰でも、より鮮明な文字で書かれた書物をより快く、より容易に読むであろう。それならば、優美であると同時に端正な言葉で表現された言論を、誰でもより容易に聞くであろう。

§2.23.2

οὐκ ἄρα τοῦτο ῥητέον, ὡς οὐδεμία δύναμίς ἐστιν ἀπαγγελτική· τοῦτο γὰρ ἅμα μὲν ἀσεβοῦς ἐστιν ἀνθρώπου, ἅμα δὲ δειλοῦ. ἀσεβοῦς μέν, ὅτι τὰς παρὰ τοῦ θεοῦ χάριτας ἀτιμάζει, ὥσπερ εἰ ἀνῄρει1 τὴν εὐχρηστίαν τῆς ὁρατικῆς ἢ τῆς ἀκουστικῆς δυνάμεως ἢ αὐτῆς τῆς φωνητικῆς.

したがって、「表現(伝達)の能力など何もない」などと言ってはならない。というのも、そうした主張は不敬な人間であると同時に臆病な人間のすることだからである。不敬であるというのは、神からの恵みを軽んじるからであり、それはあたかも視覚や聴覚の能力、あるいは発声の能力そのものの有用性を否定するようなものである。

§2.23.3

εἰκῇ οὖν σοι ὁ θεὸς ὀφθαλμοὺς ἔδωκεν, εἰκῇ πνεῦμα ἐνεκέρασεν αὐτοῖς οὕτως ἰσχυρὸν καὶ φιλότεχνον, ὥστε μακρὰν ἐξικνούμενον ἀναμάσσεσθαι τοὺς τύπους τῶν ὁρωμένων;

では、神は君に無目的に目を与えたとでもいうのか。神が無目的に、これほど強力で精巧な気息(プネウマ)を目の中に注ぎ込み、その結果、遠くまで届いて見られるものの形姿を写し取るようにしたとでもいうのか。

§2.23.4

καὶ ποῖος ἄγγελος οὕτως ὠκὺς καὶ ἐπιμελής; εἰκῇ δὲ καὶ τὸν μεταξὺ ἀέρα οὕτως ἐνεργὸν ἐποίησεν καὶ ἔντονον, ὥστε διʼ αὐτοῦ τεινομένου πως διικνεῖσθαι τὴν ὅρασιν; εἰκῇ δὲ φῶς ἐποίησεν, οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν;2

これほど敏速で念入りな使者が他にいようか。また神は、中間にある空気を無目的にこれほど活動的で緊張したものにし、それが何らかの仕方で張りつめられることによって視覚が通り抜けるようにしたとでもいうのか。神は無目的に光を造ったとでもいうのか。光が存在しなければ、他のいかなるものも役に立たなかったであろうに。

§2.23.5

ἄνθρωπε, μήτʼ ἀχάριστος ἴσθι μήτε πάλιν ἀμνήμων τῶν κρεισσόνων, ἀλλʼ ὑπὲρ μὲν τοῦ ὁρᾶν καὶ ἀκούειν καὶ νὴ Δία ὑπὲρ αὐτοῦ τοῦ ζῆν καὶ τῶν συνεργῶν πρὸς αὐτό, ὑπὲρ καρπῶν ξηρῶν, ὑπὲρ οἴνου, ὑπὲρ ἐλαίου εὐχαρίστει τῷ θεῷ·

人よ、恩知らずであってはならず、他方でより優れたものを忘れる者であってもならない。むしろ、見ることや聞くこと、そしてゼウスにかけて、生きること自体やその助けとなるもの、穀物、葡萄酒、オリーブ油のために神に感謝せよ。

§2.23.6

μέμνησο δʼ ὅτι ἄλλο τί σοι δέδωκεν κρεῖττον ἁπάντων τούτων, τὸ χρησόμενον αὐτοῖς, τὸ δοκιμάσον, τὸ τὴν ἀξίαν ἑκάστου λογιούμενον.

だが、神はこれらすべてのものよりも優れた別のものを君に与えたということを心に留めよ。すなわち、これらを用い、吟味し、それぞれの価値を算定するものである。

§2.23.7

τί γάρ ἐστι τὸ ἀποφαινόμενον ὑπὲρ ἑκάστης τούτων τῶν δυνάμεων, πόσου τις ἀξία ἐστὶν αὐτῶν; μή τι αὐτὴ ἑκάστη ἡ δύναμις; μή τι τῆς ὁρατικῆς ποτʼ ἤκουσας λεγούσης τι περὶ ἑαυτῆς, μή τι τῆς ἀκουστικῆς; ἀλλʼ ὡς διάκονοι καὶ δοῦλαι τεταγμέναι εἰσὶν ὑπηρετεῖν τῇ χρηστικῇ τῶν φαντασιῶν.

なぜなら、これらそれぞれの能力について、その各々がどれほどの価値をもつかを判断するものは何であるか。それぞれの能力それ自体であろうか。視覚の能力が自身について何か語るのを、あるいは聴覚の能力が語るのを、君はかつて聞いたことがあるか。そうではなく、それらは表象を用いる能力に仕える下僕や召使として配置されているのだ。

§2.23.8

κἂν πύθῃ, πόσου ἕκαστον ἄξιόν ἐστιν, τίνος πυνθάνῃ; τίς σοι ἀποκρίνεται; πῶς οὖν δύναταί τις ἄλλη δύναμις κρείσσων εἶναι ταύτης, ἣ καὶ ταῖς λοιπαῖς διακόνοις χρῆται καὶ δοκιμάζει αὐτὴ ἕκαστα καὶ ἀποφαίνεται;

そして、それぞれがどれほどの価値をもつかを問うとすれば、君は誰に問うのか。誰が君に答えるのか。それならば、他のいかなる能力がこの能力よりも優れうるというのか。この能力こそが他の諸能力を下僕として用い、自ら個々のものを吟味して判断を下すのではないか。

§2.23.9

τίς γὰρ ἐκείνων οἶδεν, τίς ἐστιν αὐτὴ καὶ πόσου ἀξία; τίς ἐκείνων οἶδεν, ὁπότε δεῖ χρῆσθαι αὐτῇ καὶ πότε μή; τίς ἐστιν ἡ ἀνοίγουσα καὶ κλείουσα τοὺς ὀφθαλμοὺς καὶ ἀφʼ ὧν δεῖ ἀποστρέφουσα, τοῖς δὲ προσάγουσα; ἡ ὁρατική; οὔ, ἀλλʼ ἡ προαιρετική. τίς ἡ τὰ ὦτα ἐπικλείουσα καὶ ἀνοίγουσα;

なぜなら、あの諸能力のうちの誰が、自身が何者であり、どれほどの価値があるかを知っているのか。あの諸能力のうちの誰が、いつ自身を用いるべきであり、いつ用いるべきでないかを知っているのか。目を開けたり閉じたりし、背けるべきものから目を背け、向けるべきものへと目を向けるのは誰か。視覚の能力か。否、選択の能力である。耳を塞いだり開けたりするのは誰か。

§2.23.10

τίς, καθʼ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου;3 ἡ ἀκουστική;

誰に従って、我々は詮索好きの問いたがりになったり、逆に言葉によって動かされなくなったりするのか。聴覚の能力か。

§2.23.11

οὐκ ἄλλη ἢ ἡ προαιρετικὴ δύναμις. εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;4

選択の能力以外の何者でもない。それならば、盲目で聾であり、この能力に給仕し仕えるように定められたまさにそれらの働きを除けば他には何も見抜くことができない他のあらゆる諸能力のなかに自身はありながら、自身のみが鋭く見て、他の諸能力が各々どれほどの価値があるかを、そして自身をも見極めることを見て取ったうえで、この能力が自ら以外の何かを最善のものとして我々に宣言することなどあろうか。

§2.23.12

καὶ τί ποιεῖ ἄλλο ὀφθαλμὸς ἀνοιχθεὶς ἢ ὁρᾷ; εἰ δὲ δεῖ τὴν τοῦ τινος ἰδεῖν γυναῖκα καὶ πῶς, τίς λέγει;

そして、開かれた目は見ること以外に何をなすのか。しかし、ある人の妻を見るべきかどうか、またどのように見るべきかを告げるのは誰か。

§2.23.13

ἡ προαιρετική. εἰ δὲ δεῖ πιστεῦσαι τοῖς λεχθεῖσιν ἢ ἀπιστῆσαι καὶ πιστεύσαντα ἐρεθισθῆναι ἢ μή, τίς λέγει;

選択の能力である。語られた事柄を信じるべきか信じないべきか、信じたうえで感情を刺激されるべきか否かを告げるのは誰か。

§2.23.14

οὐχ ἡ προαιρετική; ἡ δὲ φραστικὴ αὕτη καὶ καλλωπιστικὴ τῶν ὀνομάτων, εἴ τις ἄρα ἰδία δύναμις, τί ἄλλο ποιεῖ ἤ, ὅταν ἐμπέσῃ λόγος περί τινος, καλλωπίζει τὰ ὀνομάτια καὶ συντίθησιν ὥσπερ οἱ κομμωταὶ τὴν κόμην;

選択の能力ではないか。では、言葉を表現し飾り立てるこの能力は、もし固有の能力が本当にあるとしても、ある事柄についての言論が生じたとき、整髪師が髪を整えるように、語句を飾り立て組み立てる以外に何をなすというのか。

構文注4 件
  1. 2.23.2ὥσπερ εἰ ἀνῄρει

    接続詞 ὥσπερ εἰ に直説法未完了過去 ἀνῄρει が後続し、反実仮想的な比較(「あたかも〜を否定しているかのように」)を導いている。現在の事実に反する仮定を表す。

  2. 2.23.4οὗ μὴ παρόντος οὐδενὸς τῶν ἄλλων ὄφελος ἦν

    οὗ μὴ παρόντος は否定詞 μή を伴う条件を表す独立属格。主節の未完了過去 ἦν は ἄν を伴わずに反実仮想の帰結(「〜がなかったならば、他のいかなるものも役に立たなかったであろうに」)を表現している。

  3. 2.23.10τίς, καθʼ ἣν περίεργοι καὶ πευθῆνες ἢ πάλιν ἀκίνητοι ὑπὸ λόγου;

    疑問代名詞 τίς の主語に対して述語動詞(ἐστίν)が省略されている。関係代名詞 ἣν の先行詞は疑問代名詞 τίς(文脈から δύναμις を補う女性単数) であり、関係節内でもコピュラ動詞 ἐσμέν が省略されている(「誰に従って我々は詮索好きになるのか」)。

  4. 2.23.11εἶτʼ αὐτὴ ἰδοῦσα, ὅτι ἐν τυφλαῖς καὶ κωφαῖς ταῖς ἄλλαις ἁπάσαις δυνάμεσίν ἐστι μηδέ τι ἄλλο συνορᾶν δυναμέναις πλὴν αὐτὰ ἐκεῖνα τὰ ἔργα, ἐφʼ οἷς τεταγμέναι εἰσὶ διακονεῖν ταύτῃ καὶ ὑπηρετεῖν, αὐτὴ δὲ μόνη ὀξὺ βλέπει καὶ τάς τʼ ἄλλας καθορᾷ, πόσου ἑκάστη ἀξία, καὶ αὑτήν, μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν;

    文の骨格は εἶτα αὐτὴ ἰδοῦσα... μέλλει ἡμῖν ἄλλο τι ἀποφαίνεσθαι τὸ κράτιστον εἶναι ἢ αὐτήν; である。主語 αὐτή に付随する分詞 ἰδοῦσα が ὅτι 節をとり、その中で対比(μέν 相当の ἐν τυφλαῖς... に対する αὐτὴ δὲ μόνη...)がなされている。主動詞 μέλλει は反語的な疑問文を形成し、「自ら以外のものを最善であると宣言するはずがあろうか(いや、ない)」という結論を導く。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.23.1-2.23.14