- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.20.27-2.20.37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
認識論的不可知論や懐疑論を唱えながら日常の感覚や社会的慣行に依存して生きる論者たちの自己矛盾を、奴隷と主人の架空の対話などを通じて痛烈に風刺し、彼らの言論が倫理や社会秩序に及ぼす害悪と説得の不可能性を指摘する。
εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.
それなのに、これらのことを主張する者たちが結婚し、子をもうけ、政治に携わり、自らを祭司や預言者へと任命するのだ。何の祭司か。存在もしない者たちのだ。偽りを聞き出すために自らピュティアに伺いを立て、他人に神託を解き明かす。おお、何という破廉恥とペテンであろうか。
ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθʼ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λοπάδα ἢ τὴν τορύνην ὀβελίσκον;
人よ、君は何をしているのか。君自身が日々自分を論破していながら、これら冷え切った詭弁を手放そうとしないのか。食事の際、君は手をどこへ運ぶのか。口にか、それとも目にか。入浴の際、どこへ入るのか。いつ鍋を浅鉢と呼び、あるいは攪拌棒を焼き串と呼んだのか。
εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθʼ ἡμέραν ὑπʼ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον. ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. τί τοῦτο; φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην.
もし私が彼らの誰かの奴隷であったなら、たとえ毎日彼に皮を剥がれるほど鞭打たれようとも、私は彼を責め苛んでやっただろう。 「小僧、風呂に少し油を入れろ。」 私は魚醤を入れておき、行って彼の頭の上から浴びせかけたことだろう。 「これは何だ。」 「あなたの幸運にかけて誓いますが、私には油と区別のつかない、酷似した表象が生じたのです。」
δὸς ὧδε τὴν πτισάνην. ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. οὐκ ᾔτησα τὴν πτισάνην; ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν. τοῦτο οὐκ ἔστιν ὀξόγαρον; τί μᾶλλον ἢ πτισάνη;1 λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι. πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται;
「こちらへ大麦粥を持ってこい。」 私は酢魚醤を満たした小皿を彼に運んだことだろう。 「大麦粥を頼んだのではないか。」 「はい、ご主人様。これが大麦粥です。」 「これは酢魚醤ではないのか。」 「なぜ大麦粥以上にそれなのでしょうか。」 「取って匂いを嗅げ、取って味わってみろ。」 「では感覚が我々を欺くのだとしたら、どうしてあなたにそれが分かるのですか。」
τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δʼ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δʼ αὐτὰ ἀναιροῦντες.
もし私に三、四人の志を同じくする仲間の奴隷がいたなら、彼を憤激のあまり首を吊らせるか、自説を撤回させたことだろう。しかるに現今、彼らは自然から与えられたあらゆるものを享受しながら、言論によってそれらを否定し、我々を愚弄しているのだ。
εὐχάριστοί γʼ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθʼ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων·
まことに感謝深く、慎みある人間たちよ。他はともかく、毎日パンを食らいながら、彼らはこう放言するのを厭わない。 「デメテルが存在するのか、あるいはコレが、あるいはプルートンが存在するのか、我々には分からない」と。
ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρʼ ἀνθρώπων συνεργίας ὑπʼ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.
まして、昼と夜を享受し、季節の移り変わり、天体、海、大地、そして人間相互の協力を享受しながら、それらの何一つによっても微塵も心を動かされることなく、ただくだらない難問を吐き出し、胃を鍛えてから風呂へ出かけることばかりを求めていることは言うまでもない。
τί δʼ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι2 ὑπʼ αὐτῶν ἢ καὶ παθὼν πάντʼ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα·
彼らが何を、何について、誰に対して語るのか、そしてこれらの言論から彼らに何が生じるかなど、彼らは少しも配慮していない。すなわち、気品ある若者がこれらの言論を聞いて影響を受けたり、影響を受けてその気品の種をすべて失ってしまいはしないかということを。
μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα· μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων· μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ.
我々が姦通を働く者にその行いへの恥知らずな開き直りの口実を与えてしまいはしないか。公金を横領する者がこれらの言論から何らかの詭弁を捉えはしないか。自らの親を疎かにする者がこれらから一層の厚顔さを身につけはしないか、ということを。
τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν, αἰσχρὸν ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται;
では君によれば、何が善で何が悪なのか、何が恥ずべきことで何が高貴なのか。これらなのか、それともこれらなのか。ではどうか、いったい誰がなおも彼らの誰かに反対し、議論を交わし、あるいは彼らを説得して思い直させようと試みるというのか。
πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους τῶν περὶ αὑτοὺς κακῶν.3
誓って言うが、身に生じた禍いに対してこれほどまでに耳を塞ぎ、目を塞いでしまった者たちよりは、男娼たちを説得して思い直させることを期待する方がはるかにましである。
- 2.20.30τί μᾶλλον ἢ πτισάνη;
懐疑論派(ピュロン主義・アカデメイア派)の標語である οὐδὲν μᾶλλον(何ものもこれ以上にあれではない)あるいは τί μᾶλλον(なぜあれよりもこれなのか)を、奴隷が主人の詭弁にやり返す文脈で皮肉として援用している。「なぜ大麦粥以上に酢魚醤と言えるのか(どちらとも決められないはずではないか)」という反駁。
- 2.20.34μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι
先行する οὐδὲ κατὰ βραχὺ πεφροντίκασι(「少しも配慮していない」)に後続する μή 節群の第1節。懸念・恐れを表す節(「〜しはしないかという心配・配慮」)として機能しており、以下 μή τινι..., μή τις..., μή τις... と並列して続く。後続節の παράσχωμεν では主語が1人称複数へと生動的に推移している。
- 2.20.37ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους τῶν περὶ αὑτοὺς κακῶν
完了受動分詞 ἀποκεκωφωμένους と ἀποτετυφλωμένους が後続の属格 τῶν περὶ αὑτοὺς κακῶν を支配している。接頭辞 ἀπο- に含まれる分離・剥脱の意味合いから導かれる分離・対象の属格であり、「自らの身に起きている災厄に対して耳を塞がれ、盲目にされた」という統語関係を表す。
