← エピクテトス

語録

§2.16.32-2.16.47

場所への執着の放棄と神への服従による自由の獲得

エピクテトスは、特定の場所や知己への執着を捨てて神の意志に従い、ヘラクレスのように自らの内なる悪徳を浄めて自由と心の安寧を獲得するよう促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.16.32

πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθʼ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης;

「では、いつになったら私は再びアテナイを、そしてアクロポリスを見られるのでしょうか。」 哀れな者よ、日々目にするもので満足しないのか。太陽、月、星々、全地、海よりも優れたものや大いなるもので、見るべき何かを持っているのか。

§2.16.33

εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις;

もし万物を統率する者に付き従い、その方を自分自身の内に帯びているなら、なおも小石やしゃれた岩などを恋しがるのか。では、太陽そのものや月を後に残して去ろうとするとき、君はどうするのか。

§2.16.34

κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν;1 ὅτι εἰσαγωγὰς ἔπραξά τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δʼ οὐδὲ θύραν παρῆλθον.

子供たちのように座り込んで泣くのか。では君は学園で何をしていたのか、何を聴き、何を学んでいたのか。ありのままの事実を標榜することができたのに、なぜ自分に「哲学者」という肩書きを銘記したのか――すなわち、「私は幾つかの入門書を勉強し、クリュシッポスの著作を読んだが、哲学者の家の扉さえ通り過ぎたことはない」と。

§2.16.35

ποῦ γάρ μοι μέτεστι τούτου τοῦ πράγματος, οὗ Σωκράτει μετῆν τῷ οὕτως ἀποθανόντι, οὕτως ζήσαντι; οὗ Διογένει μετῆν;

というのも、あのように死に、あのように生きたソクラテスが与っていた事柄、ディオゲネスが与っていた事柄に、私はいったいどこで与っているというのか。

§2.16.36

ἐπινοεῖς τούτων τινὰ κλάοντα ἢ ἀγανακτοῦντα, ὅτι τὸν δεῖνα οὐ μέλλει βλέπειν οὐδὲ τὴν δεῖνα οὐδʼ ἐν Ἀθήναις ἔσεσθαι ἢ ἐν Κορίνθῳ, ἀλλʼ, ἂν οὕτως τύχῃ, ἐν Σούσοις ἢ ἐν Ἐκβατάνοις;

彼らの誰かが、誰それや誰それを見ることもなく、アテナイにもコリントスにもおらず、場合によってはスーサやエクバタナにいることになるからといって、泣いたり憤ったりする姿を君は思い浮かべることができるか。

§2.16.37

ᾧ γὰρ ἔξεστιν ἐξελθεῖν, ὅταν θέλῃ, τοῦ συμποσίου καὶ μηκέτι παίζειν, ἔτι οὗτος ἀνιᾶται μένων; οὐχὶ δʼ ὡς παιδιᾷ παραμένει, μέχρις ἂν ψυχαγωγῆται;

望むときにいつでも酒宴から退出して遊びをやめることができる者が、なおも留まって苦しむだろうか。楽しんでいる間だけ、遊びとして留まるのではないか。

§2.16.38

ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι2 φυγήν τινα φυγεῖν εἰς ἅπαντα ἢ τὴν ἐπὶ θανάτῳ κατακριθείς.

そんな男が、永遠の追放に耐えたり、死刑を宣告されて耐え忍んだりするはずがあろうか。

§2.16.39

οὐ θέλεις ἤδη ὡς τὰ παιδία ἀπογαλακτισθῆναι καὶ ἅπτεσθαι τροφῆς στερεωτέρας μηδὲ κλάειν μάμμας καὶ τιτθάς, γραῶν ἀποκλαύματα;

君はそろそろ子供たちのように離乳し、より固い食物を口にし、おばあちゃんや乳母を求めて泣かないようになりたいとは思わないのか――老婆たちの嘆きさながらに。

§2.16.40

ἀλλʼ ἐκείνας ἀπαλλασσόμενος ἀνιάσω. σὺ αὐτὰς ἀνιάσεις; οὐδαμῶς, ἀλλʼ ὅπερ καὶ σέ, τὸ δόγμα. τί οὖν ἔχεις ποιῆσαι; ἔξελε, τὸ δʼ ἐκείνων, ἂν εὖ ποιῶσιν, αὐταὶ ἐξελοῦσιν· εἰ δὲ μή, οἰμώξουσι διʼ αὑτάς.

「しかし、立ち去ることであの人たちを苦しめることになります。」 君が彼女たちを苦しめるというのか。決してそうではない。君を苦しめているのと同じもの、すなわち判断がそうするのだ。では君に何ができるのか。君自身のそれを取り除け。彼女たちのほうは、もし賢明であるなら、自分たちで取り除くだろう。そうでなければ、自分たちのせいで嘆き悲しむことになるのだ。

§2.16.41

ἄνθρωπε, τὸ λεγόμενον τοῦτο ἀπονοήθητι3 ἤδη ὑπὲρ εὐροίας, ὑπὲρ ἐλευθερίας, ὑπὲρ μεγαλοψυχίας. ἀνάτεινόν ποτε τὸν τράχηλον ὡς ἀπηλλαγμένος δουλείας, τόλμησον ἀναβλέψας πρὸς τὸν θεὸν εἰπεῖν ὅτι χρῶ μοι λοιπὸν εἰς ὃ ἂν θέλῃς· ὁμογνωμονῶ σοι, σός εἰμι· οὐδὲν παραιτοῦμαι τῶν σοὶ δοκούντων· ὅπου θέλεις, ἄγε· ἣν θέλεις ἐσθῆτα περίθες. ἄρχειν με θέλεις, ἰδιωτεύειν, μένειν, φεύγειν, πένεσθαι, πλουτεῖν; ἐγώ σοι ὑπὲρ ἁπάντων τούτων πρὸς τοὺς ἀνθρώπους ἀπολογήσομαι· δείξω τὴν ἑκάστου φύσιν οἵα ἐστίν.

人よ、いわゆる捨て身の覚悟を今こそせよ、順風なる生のために、自由のために、高邁な魂のために。隷属から解き放たれた者のように、今こそ首を高く掲げよ。神を仰ぎ見て、あえてこう言うがよい――「今後はあなたの望むところへと私をお使いください。私はあなたと心を一つにし、あなたのものです。あなたのお考えになることの何ひとつ拒みません。どこへなりとも望むところへ私をお連れください。望む着物をまとわせてください。私に公職に就くことを望まれますか、私人であることを望まれますか、留まることを、追放されることを、貧しくあることを、富むことを望まれますか。私はこれらすべてのことについて、人々の前であなたを弁護いたしましょう。それぞれのものの本性がどのようなものであるかを私が示しましょう」と。

§2.16.43

οὔ·

いいや。

§2.16.44

ἀλλʼ ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλʼ οὐδὲν φίλτερον τοῦ θεοῦ· διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν.

むしろ牛の腹の中に座り込んで、お腹いっぱい食べさせてもらえるまでおばあちゃんを待っているがよい。もしヘラクレスが家の中にいる者たちの傍らに座り込んでいたとしたら、彼は誰になっていたことか。エウリュステウスであって、ヘラクレスではなかっただろう。さあ、彼は世界中を遍歴して、どれほどの知己や友を得ただろうか。だが神以上に親しいものはなかった。それゆえに彼はゼウスの息子であると信じられ、現にそうであった。こうして彼は神に従い、不正と不法を浄めながら巡り歩いたのである。

§2.16.45

ἀλλʼ οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλʼ οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς· τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, ἀκρασίαν.

しかし君はヘラクレスではなく、他人の悪を浄めることはできない。いや、アッティカの悪を浄めるテーセウスですらない。君自身のものを浄めよ。ここから、君の思惟から、プロクルーステースやスキーローンの代わりに、悲嘆、恐れ、欲望、妬み、他人の不幸を喜ぶ心、金銭欲、軟弱、無自制を投げ棄てよ。

§2.16.46

ταῦτα δʼ οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον. ἂν δʼ ἄλλο τι θέλῃς, οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτʼ εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.

だがこれらは、ただ神だけを仰ぎ見、神だけに執着し、神の命令に身を捧げることなしには投げ棄てることはできない。もし君が別のものを望むなら、君は嘆き呻きながら、自分より強い者に従うことになり、常に外に順風を求めながら決して順風を得ることができないだろう。なぜなら君は、順風が存在しない場所にそれを求め、それが現にある場所で求めることを放棄しているからである。

構文注3 件
  1. 2.16.34ἐξὸν τὰ ὄντα ἐπιγράφειν

    非人称動詞 ἔξεστι の分詞中性対格による対格絶対(accusative absolute)。「ありのままの事実を標榜することができたのに」という譲歩的・反実仮想的ニュアンスを帯びる。後続の ὅτι 節(ὅτι εἰσαγωγὰς...)は、この τὰ ὄντα(ありのままの真実)として銘記されるべき実際の内容を提示している。

  2. 2.16.38ταχύ γʼ ἂν ὁ τοιοῦτος ὑπομείναι

    副詞 ταχύ(「速やかに」「たやすく」)に強意の小辞 γέ と潜在の ἄν が付いた ταχύ γʼ ἄν に希求法(ὑπομείναι)が続く構文で、「そんな男が耐え忍ぶはずがあろうか(いや、耐え忍ぶはずがない)」という強い皮肉・反語を表す。直訳の「そのような者は速やかに耐えるであろう」として取るのは文脈上誤り。

  3. 2.16.41ἀπονοήθητι

    動詞 ἀπονοέομαι(「自暴自棄になる」「捨て身の決意をする」)の命令法アオリスト。直前の τὸ λεγόμενον τοῦτο(「いわゆるこれ」「諺に言うように」)という内面目的格的・挿入的対格を伴い、「諺にも言うように、いっそ捨て身になって思い切れ」という成句的・決死の行動の促しを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.16.32-2.16.47