← エピクテトス

語録

§2.14.1-2.14.17

哲学の学習過程と神の模倣による徳の獲得

訪問したローマ人に対し、エピクテトスは哲学の習得も諸技術と同様に過程は退屈だが成果は有用であると説き、善美な人間になるにはまず神の本性を学び模倣すること、そして言葉の真の意義を理解することから始めねばならないと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.14.1

εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.

あるローマ人が息子を連れて入ってきて、講義の一つを聴取した際、エピクテトスは「教え方の方式はこの通りです」と言って口を閉ざした。

§2.14.2

ἀξιοῦντος δʼ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.

その者がその先を知りたいと求めたとき、彼は言った。「いかなる技術も、それが教授される際には、素人や未経験者にとっては骨の折れるものなのです。

§2.14.3

καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.

技術から生み出される製品は、それ自体が何のために作られたかという実用性を直ちに示し、その多くは魅力的で心地よい要素をも備えています。

§2.14.4

καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές,1 τὸ δʼ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.

実際、誰かが靴職人の技術をいかに学ぶかについて、その場に居合わせて見届けるのは退屈なことですが、出来上がった履物は実用的であり、見た目にも決して不快ではありません。

§2.14.5

καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δʼ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.

また大工の技術を学ぶことも、居合わせた素人にとっては極めて退屈ですが、その作品は技術の実用性を示してくれます。

§2.14.6

πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.

このことは音楽においてより一層はっきりと目にするでしょう。なぜなら、教えられている者に付き添えば、その学びの過程は君には何より退屈に見えるでしょうが、音楽から生み出されるものは素人が聴くにも甘美で楽しいからです。

§2.14.7

καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι.2

そしてこの場において、哲学する者の役割とは次のようなものだと私たちは考えています。すなわち、生じる事柄に自己の意志を調和させ、生じる事柄のどれ一つとして我らの意に反して生じることなく、生じない事柄のどれ一つとして我らが望むのに生じないということがないようにすることです。

§2.14.8

ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθʼ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.

これによって、その境地を確立した者には、欲望において失敗せず、回避において災厄に陥らず、苦痛なく、恐れなく、動ずることなく、他者と共にありながらも自立して、自然な関係と付加された関係――息子、父、兄弟、市民、夫、妻、隣人、旅の道連れ、支配者、支配される者――を保ちつつ人生を送ることがもたらされるのです。

§2.14.9

τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.

哲学する者の役割を私たちはこのようなものと考えています。となると、次に私たちが探求するのは、これがいかにして可能になるかということです。

§2.14.10

ὁρῶμεν οὖν ὅτι ὁ τέκτων μαθών τινα γίνεται τέκτων, ὁ κυβερνήτης μαθών τινα γίνεται κυβερνήτης. μή ποτʼ οὖν καὶ ἐνθάδε οὐκ ἀπαρκεῖ τὸ βούλεσθαι καλὸν καὶ ἀγαθὸν γενέσθαι, χρεία δὲ καὶ μαθεῖν τινα; ζητοῦμεν οὖν τίνα ταῦτα.

大工は一定の事柄を学んで大工となり、舵取りは一定の事柄を学んで舵取りとなるのを目にします。そうであるなら、ここ哲学においても善美な人となることを望むだけでは不十分であり、一定の事柄を学ぶことも必要なのではないでしょうか。そこで私たちは、それらが何であるかを探求するのです。

§2.14.11

λέγουσιν οἱ φιλόσοφοι, ὅτι μαθεῖν δεῖ πρῶτον τοῦτο, ὅτι ἔστι θεὸς καὶ προνοεῖ τῶν ὅλων καὶ οὐκ ἔστι λαθεῖν αὐτὸν οὐ μόνον ποιοῦντα, ἀλλʼ οὐδὲ διανοούμενον ἢ ἐνθυμούμενον· εἶτα ποῖοί τινες εἰσίν.

哲学者たちは言います。まず学ぶべきは、神が存在し、万物を配慮しており、行動しているときだけでなく思索し念じているときでさえ神から隠れることは不可能であるということ、次には神々がいかなる方々であるかということである、と。

§2.14.12

οἷοι γὰρ ἂν ἐκεῖνοι εὑρεθῶσιν, τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον ἀνάγκη πειρᾶσθαι κατὰ δύναμιν ἐξομοιοῦσθαι ἐκείνοις·

神々がいかなる方々であると見出されようとも、その神々に気に入られ従おうとする者は、力のおよぶ限り神々に自己を似せるよう努めねばならないからです。

§2.14.13

εἰ πιστόν3 ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν· εἰ ἐλεύθερον, καὶ τοῦτον ἐλεύθερον· εἰ εὐεργετικόν, καὶ τοῦτον εὐεργετικόν· εἰ μεγαλόφρον, καὶ τοῦτον μεγαλόφρονα· ὡς θεοῦ τοίνυν ζηλωτὴν τὰ ἑξῆς πάντα καὶ ποιεῖν καὶ λέγειν.

神的なものが信に足るなら、この者も信に足る者であるべきであり、自由であるなら、この者も自由であるべきであり、善を施すなら、この者も善を施す者であるべきであり、度量が広いなら、この者も度量の広い者であるべきです。したがって、神に倣う者として、その後に続くあらゆることを行い、語るべきなのです。

§2.14.14

πόθεν οὖν ἄρξασθαι δεῖ;— ἂν συγκαθῇς, ἐρῶ σοι ὅτι πρῶτον δεῖ σε τοῖς ὀνόμασι παρακολουθεῖν. — ὥστʼ ἐγὼ νῦν οὐ παρακολουθῶ τοῖς ὀνόμασιν;

――『それでは、どこから始めるべきですか』。――『もし同意するなら、君はまず言葉の意味を追究せねばならないと言いましょう』。――『では、私は今、言葉の意味を理解していないとでもいうのですか』。

§2.14.15

— οὐ παρακολουθεῖς. — πῶς οὖν χρῶμαι αὐτοῖς; — οὕτως ὡς οἱ ἀγράμματοι ταῖς ἐγγραμμάτοις φωναῖς, ὡς τὰ κτήνη ταῖς φαντασίαις· ἄλλο γάρ ἐστι χρῆσις, ἄλλο παρακολούθησις.

――『理解していません』。――『それなら私はどのように言葉を用いているのですか』。――『文盲の者が文字で書かれた音声を用いるように、また家畜が表象を用いるような仕方でです。用いることと理解することは別だからです。

§2.14.16

εἰ δʼ οἴει παρακολουθεῖν, φέρε ὃ θέλεις ὄνομα καὶ βασανίσωμεν αὑτούς, εἰ παρακολουθοῦμεν.

もし君が理解していると思うなら、望む言葉を何でも出してみなさい。私たちが理解しているかどうか互いに吟味してみましょう』。

§2.14.17

— ἀλλʼ ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατείας ἐστρατευμένον.4

――『だが、すでに年配であり、かりに三度の軍務を経験した者であったりすれば、論駁されるのは辛いことです』。

構文注4 件
  1. 2.14.4σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές

    主語相当の名詞 σκυτεύς が疑問節 πῶς μανθάνει τις の前に前置された先取り(prolepsis / hyperbaton)の構文。文全体の骨格は、不定詞句 παρεῖναι καὶ παρακολουθεῖν(「立ち会って見届けること」)が主語で、ἀτερπές(「不快である」)が述語である。間接疑問節は παρακολουθεῖν の目的語として機能している。

  2. 2.14.7ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι

    ὡς+不定詞による結果節(または目的節)。二つの並列要素が μήτε... μήτε... で結ばれ、各節に独立属格(ἀκόντων ἡμῶν「我らが望まないのに」/θελόντων ἡμῶν「我らが望むのに」)が埋め込まれている。第二要素の τῶν μὴ γινομένων... μὴ γίνεσθαι は「起きない事柄のどれもが、我々の意に反して生じないままであることのないように」という二重否定による表現。

  3. 2.14.13εἰ πιστόν ἐστι τὸ θεῖον, καὶ τοῦτον εἶναι πιστόν

    前文の非人称表現 ἀνάγκη(「〜せねばならない」)に統御された対格不定詞構文(καὶ τοῦτον εἶναι πιστόν)が、条件節 εἰ πιστόν ἐστι τὸ θεῖον に呼応する帰結節として継続している。代名詞 τοῦτον は前出の τὸν ἐκείνοις ἀρέσοντα καὶ πεισθησόμενον(神々に従い気に入られようとする人)を指す。

  4. 2.14.17τὰς τρεῖς στρατείας ἐστρατευμένον

    動詞 ἐστρατευμένον に対して目的語 τὰς τρεῖς στρατείας が同族対格(cognate accusative)として結合している。歴史的背景として、当時のローマ帝国における騎士身分(eques)が経るべき標準的な三段階の軍歴(tres militiae)を踏まえた表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:2.14.1-2.14.17