← アスクレピオドトス

戦術論

§77-711

菱形陣の変種と騎兵部隊の階層的編制

千鳥状の配置によって横列のみを整えたり、視点を変えて縦列として把握したりする菱形隊形の変種およびその幾何学的構成を論じ、さらに騎兵中隊の全軍における配置とエピタグマに至る騎兵部隊の階層組織を概説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§77

ὅσοις δʼ ἤρεσε τὴν εἴλην ζυγεῖν μέν, οὐκέτι δὲ καὶ στοιχεῖν, τὸ μέγιστον καὶ μέσον ζυγὸν ἐκ περιττῶν ἀνδρῶν ὥσπερ καὶ τὸ πρότερον πεποιηκότες, οἷον τὸ αβγδεζη, τὰ ἐφʼ ἑκάτερα μονάδι λειπόμενα τάττουσιν, ὥσπερ τὸ θικλμν ζυγόν, ὥστε τὸ θ μήτε τῷ α μήτε τῷ β στοιχεῖν, ἀλλʼ ἐν τῷ μεταξὺ αὐτῶν κεῖσθαι εἰς τοὔμπροσθεν, ὡς αὔτως δὲ καὶ τῶν βγ τὸ ι καὶ τῶν γδ τὸ κ καὶ τὸ λ τῶν δε, τὸ δὲ μ τῶν εζ καὶ τῶν ζη τὸ ν. οὕτω γὰρ κειμένων οὐδὲ εἷς τῶν ἐν τῷ θικλμν ζυγῷ οὐδενὶ τῶν ἐν τῷ αβγδεζη στοιχήσει. ὁμοίως δὲ καὶ τὸ ξοπρς ζυγὸν ἔμπροσθεν τοῦ θικλμν τάσσουσιν, ὥστε τὸ ξ μήτε τῷ θ μήτε τῷ ι ἐπʼ εὐθείας εἶναι, ἀλλʼ ἐν τῷ μεταξὺ τόπῳ καὶ κατὰ τὸ β τοῦ πρώτου ζυγοῦ, καὶ τὸ ο μεταξὺ τοῦ ικ ὡς κατὰ τὸ γ, καὶ τὸ π μεταξὺ τῶν κλ ὡς κατὰ τὸ δ, τὸ δὲ ρ μεταξὺ τῶν λμ ὡς κατὰ τὸ ε, καὶ τὸ ς μεταξὺ τῶν μν κατὰ τὸ ζ. οὕτω γὰρ τὸ ξοπρς ζυγὸν οὐδενὶ τῶν ἐν τῷ παρεδρεύοντι ζυγῷ στοιχήσει, οἷον τῷ θικλμν, ἀλλὰ τῷ παρʼ ἕν, οἷον τῷ αβγδεζη. ἔσται τοίνυν καὶ τὸ ἑξῆς ζυγὸν οἷον τὸ τυφχ τῷ μὲν πρὸ αὐτοῦ μὴ στοιχοῦν τῷ ξοπρς, τῷ δὲ παρʼ ἕν, οἷον τῷ θικλμν, καὶ τὸ ψως τῷ μὲν τυφχ οὐ στοιχήσει, τῷ δὲ παρὰ τοῦτο ξοπρς, τὸ δὲ οὐ στοιχήσει τῷ ψως, τῷ δὲ παρὰ τοῦτο τυφχ· ὁ δὲ α ἰλάρχης μεταξὺ μὲν ἔσται τῶν, ἐπʼ εὐθείας δέ τινι τῶν ἐν τῷ ψως. καὶ τούτῳ δὲ τῷ ἐμβόλῳ καὶ τὸν ὄπισθεν ἴσον τάξαντες συμπληροῦσι τὴν εἴλην, ἧς μὲν α ἔσται ἰλάρχης, οὐραγὸς δὲ α ὁ ἔσχατος τῶν δυεῖν ἐμβόλων, οἱ δὲ αη πλαγιοφύλακες. καὶ φανερόν, ὅτι τῆς τοιαύτης εἴλης εἰ καὶ μὴ τὰ συνεχῆ ζυγὰ στοιχεῖ, ἀλλὰ τὰ ἓν παρʼ ἓν κείμενα.1

騎兵中隊が横列(ジュゴン)はなすものの、縦列(ストイコス)はもはやなさないことを良しとした者たちは、先の場合と同様に奇数の兵員から最大の中央の横列(例えばαβγδεζη)を構成した上で、その両側に人員が一人ずつ少ない列を配置する。例えばθικλμνの横列のように配置するのであり、その結果、θはαともβとも縦列をなさず、それらの間の前方の中間に位置することになる。同様にβとγの間にはιが、γとδの間にはκが、δとεの間にはλが、εとζの間にはμが、ζとηの間にはνが位置する。このように配置されることで、θικλμνの横列にある者の誰一人として、αβγδεζηの横列にある者の誰とも縦列をなさないことになる。同様に、θικλμνの前方にξοπρςの横列を配置し、ξがθともιとも一直線にならず、その中間の位置にあって第一列のβと対応するようにし、οはιとκの間でγに対応し、πはκとλの間でδに対応し、ρはλとμの間でεに対応し、ςはμとνの間でζに対応するようにする。かくしてξοπρςの横列は、隣接する横列(例えばθικλμν)の誰とも縦列をなさず、一つ置きの列(例えばαβγδεζη)と縦列をなすことになる。したがって、続く横列、例えばτυφχも、その直前のξοπρςとは縦列をなさず、一つ置きのθικλμνと縦列をなすことになり、ψωςはτυφχとは縦列をなさず、これと一つ隔てたξοπρςと縦列をなし、さらに次の列はψωςとは縦列をなさず、これと一つ隔てたτυφχと縦列をなすことになる。そして隊長(イラルケース)のαはそれらの兵員の間にある一方で、ψωςの列の誰かと一直線上に位置することになる。そしてこの衝角形に対して後方にも同等のものを配置して騎兵中隊を満員とするのであり、その騎兵中隊では先頭のαが中隊長、二つの衝角形のうち最後尾のαが殿軍長(ウーラゴス)、そしてαとηが側面警備係(プラギオフュラクス)となる。そして明白なこととして、このような騎兵中隊では、たとえ連続する横列同士は縦列をなさないとしても、一つ置きに位置する列同士が縦列をなすのである。

§78

ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν, οὐ στοιχεῖν δέ, τοῦτο ἡμῶν φροντιζόντων,2 στοιχεῖν λέγεται εἴ γε μόνως ἐν τῇ τάξει φροντίζομεν πρώτου τοῦ κατὰ τὸν ἰλάρχην τε καὶ οὐραγὸν στίχου, οἷον τοῦ αωπδπωα καὶ τῶν ἐφʼ ἑκάτερα, οἷον υκκυ καὶ φλλφ, ἔπειτα τῶν μετὰ τούσδε, οἷον τοῦ τε ψογοψ καὶ τοῦ ςρερς, εἶτα τῶν ἐφεξῆς, τοῦτʼ ἔστι τοῦ τε τιιτ καὶ τοῦ χμμχ, καὶ τῶν μετὰ τούτους ξβξ καὶ σζς, καὶ ἔτι τῶν παρὰ τούτους τοῦ τε θθ καὶ τοῦ νν καὶ τελευταίων τῶν κατὰ τοὺς πλαγιοφύλακες, καὶ οὐδὲν μὲν διοίσει κατὰ τὴν θέσιν τοῦ ζυγοῦντος μέν, μὴ στοιχοῦντος δέ, τῇ δʼ ἡμετέρᾳ λήψει τῆς τάξεως καὶ τῇ φροντίδι στοιχήσει μέν, διʼ ὅτι οἱ τεταγμένοι κατὰ στοῖχον ἀλλήλους συνέχουσιν, οὐ ζυγήσει δέ, ὅτι ὁ πρῶτος τοῦ πρώτου στοίχου, οἷον ὁ α, τῷ τοῦ δευτέρου πρώτῳ, οἷον τῷ, οὐκ ἐπʼ εὐθείας ἐστὶν κατὰ τὸ ζυγεῖν.

しかし、我々がそのように配慮した結果として「横列はなすが縦列はなさない」ということになったのであるから、もし隊形において中隊長と殿軍長を結ぶ最初の縦列(例えばαωπδπωα)とその両側の列(例えばυκκυとφλλφ)、次いでこれらに続く列(例えばψογοψとςρερς)、さらにその次の列(すなわちτιιτとχμμχ)、そしてこれらに続く列(ξβξとσζς)、さらにこれらに隣接する列(θθとνν)、そして最後に側面警備係の列にのみ着目するならば、これは「縦列をなす」と言われることになる。そして配置の点では「横列はなすが縦列はなさないもの」と何ら変わることはないが、隊形に対する我々の把握と着眼によって、縦列に配置された者たちが互いに連続しているがゆえに「縦列をなす」となる一方で、第一の縦列の先頭(例えばα)が第二の縦列の先頭と横列の整列において一直線上にないがゆえに「横列はなさない」ということになる。

§79

ἀλλὰ καὶ ὅσοι μήτε ζυγεῖν μήτε στοιχεῖν μᾶλλον τὴν εἴλην προὐθυμήθησαν, ἄλλον τρόπον εἰς ταύτην ἐπῄνεσαν τὴν θέσιν· τάσσουσι γὰρ πρῶτον τῆς εἴλης πρόσωπον καὶ οἷον ζυγὸν τὰς εἰς τοὔμπροσθεν δύο πλευρὰς τοῦ ῥομβοειδοῦς, οἷον αθξτψαςχσνη, λαβδοειδὲς σχῆμα, εἶθʼ ἑξῆς ὑπὸ τοῦτο δυάδι αὐτοῦ λειπόμενον τὸ θβιουω φρμζν, εἶτα ξιγκπλεμς δυάδι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ λειπόμενον, ζυγαρχοῦντος τοῦ ἐν τῇ κατὰ τὸ μέσον γωνίᾳ, οἷον τῶν αωπ, ἑξῆς δὲ τούτῳ τὸ τοκδλρχ, οὗ ζυγάρχης ὁ δ, καὶ ὑπὸ τοῦτο τὸ ψυπφς, ὑφʼ ὃ τὸ ω, καὶ ἔσχατος οὐραγὸς ὁ α. φανερὸν οὖν ὅτι θέσει μὲν οὐδὲν διοίσει τῶν προτέρων, λήψει δὲ μόνον,3 ὡς ἐκ τῆς ὑπογραφῆς δῆλον ἔσται.

さらには、騎兵中隊が横列をなすことも縦列をなすことも特に望まなかった者たちも、別の流儀でこの配置を是認した。なぜなら彼らは、騎兵中隊の正面、いわば横列として、菱形の前方二辺(例えばαθξτψαςχσνηのようなラムダ形[Λ字形]の形状)を最初に配置し、次いでこの下にそれより二名少ないθβιουω φρμζνを、さらに前列より二名少ないξιγκπλεμςを配置し、中央の角にある者(例えばαωπ)が横列長(ジュガルケース)となり、これに続いてτοκδλρχが配置され、その横列長はδとなり、その下にψυπφςが、その下にωが、そして最後尾の殿軍長がαとなるように配置するからである。したがって、下に示す図解から明らかになるように、実際の配置の点では前述のものと何ら変わることはなく、ただ把握の仕方が異なるだけであることは明白である。

§710

τάττουσι δὲ τὰς εἴλας, ὥσπερ καὶ τὰ ψιλά, τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, ἄλλοτε δʼ ἐκ πλαγίων, ὅθεν καὶ τούτων τὸ πλῆθος φάλαγγα μὲν οὐ καλοῦσιν, ἐπίταγμα δέ, ὥσπερ καὶ τὸ τῶν ψιλῶν, διʼ ὅτι ἐπὶ τῇ φάλαγγι τάττονται πρὸς τὰς παρακαλούσας αὐτὴν χρείας.

騎兵中隊は、軽装歩兵と同様に、ある時はファランクスの前方に、ある時はファランクスの後方に、またある時は側面に配置される。それゆえ、これらの総体はファランクスとは呼ばれず、軽装歩兵の総体と同様にエピタグマ(別動隊)と呼ばれる。ファランクスを呼び求める諸々の必要に応じて、ファランクスに付加されて配置されるからである。

§711

τὰς μὲν οὖν δύο εἴλας ἐπιλαρχίαν ὠνόμασαν, τὰς δὲ δύο ἐπιλαρχίας Ταραντιναρχίαν, τὰς δὲ δύο Ταραντιναρχίας ἱππαρχίαν, τὰς δὲ δύο ἱππαρχίας ἐφιππαρχίαν, τὸ δὲ διπλοῦν τῆς ἐφιππαρχίας τέλος ἀνάλογον τῷ κέρατι τῆς φάλαγγος. ἀπὸ γοῦν τῶν δύο τελῶν τὸ ὅλον ἐπίταγμα γίνεται ἀνάλογον τῇ φάλαγγι.

そこで、二個の中隊(イーレー)をエピラルキア、二個のエピラルキアをタランティナルキア、二個のタランティナルキアをヒッパルキア、二個のヒッパルキアをエピッパルキアと呼び、エピッパルキアの倍の規模のものをテロスと呼び、これはファランクスの翼(ケラス)に相当する。かくして二個のテロスからなる全体のエピタグマは、ファランクス全軍に相当するものとなる。

構文注3 件
  1. 77τὰ ἓν παρʼ ἓν κείμενα

    前置詞παράに対格(ἓν)が後続して「〜を一つ置いて」「隔列で」「交互に」という間隔の反復を表す副詞句的表現。冠詞τὰとともに「一つ置きに置かれたもの(横列)」を意味する名詞句を形成し、主語として機能している。

  2. 78ἐπεὶ δὲ συνέβη ζυγεῖν μέν, οὐ στοιχεῖν δέ, τοῦτο ἡμῶν φροντιζόντων

    ἐπεὶ συνέβη(〜という結果になったので)に続くτοῦτο ἡμῶν φροντιζόντωνは絶対属格。「我々がこのこと(横列を整えること)に着眼・配慮した結果として」の意。主節のστοιχεῖν λέγεται(縦列をなすと言われる)は、隊形そのものの物理的変化ではなく、観察者の視点・把握基準の変化によって同じ陣形が異なる名で呼ばれうる論理的転換を示す。

  3. 79θέσει μὲν οὐδὲν διοίσει τῶν προτέρων, λήψει δὲ μόνον

    θέσειとλήψειはいずれも限定・観点の与格。「客観的な実際の配置(θέσις)においては先行するものと何ら異ならず、ただ主観的・概念的な捉え方(λῆψις)においてのみ異なる」という対比をなす。動詞διοίσειは比較の属格(τῶν προτέρων)を伴い、中性対格οὐδένは内的対格・副詞的に「少しも〜ない」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:77-711