- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:61-63
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
司令官による軽装歩兵およびペルタステスの各種配置方式(前・後・翼および挿入)の術語的定義が示され、続いて軽装歩兵部隊の八名編成のロコスから全軍(ファランクス/エピタグマ)に至る階層的編成と定員外要員の役割が概説される。
οἱ δὲ ψιλοί τε καὶ πελτασταὶ πρὸς τὰς ἁρμοζούσας χρείας ὑπὸ τοῦ στρατηγοῦ ταγήσονται τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, ἄλλοτε δὲ κατὰ δεξιά τε καὶ ἀριστερά· ὀνομάζεται δὲ τὸ μὲν πρόταξις, τὸ δʼ ὑπόταξις, τὸ δὲ προσένταξις· ἔστι δʼ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρʼ ἄνδρα1 τάττονται· λέγεται δὲ καὶ τοῦτο παρένταξις, διʼ ὅτι ἀνομοίων ἐστὶ παρένθεσις, οἷον ψιλῶν παρʼ ὁπλίτας· τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν,2 οἷον ὁπλιτῶν παρʼ ὁπλίτας ἢ ψιλῶν παρὰ ψιλούς—ῥηθήσεται γὰρ καὶ ἡ τούτων χρεία—, παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δὲ ἐπονομάζουσι.
軽装歩兵およびペルタステスは、司令官によって適切な用途に応じて、ある時はファランクスの前方に、ある時はファランクスの後方に、またある時は右翼および左翼に配置される。そして前者はプロタクシス(前衛配置)、次のものはヒポタクシス(後衛配置)、最後はプロセンタクシス(翼傍配置)と呼ばれる。またある時はファランクスと入り混じり、兵の傍らに一人ずつ配置されることもある。これもまた、軽装兵を重装歩兵の傍らに置くように異種のものの挿入であることから、パレンタクシス(異種挿入配置)と呼ばれる。少なくとも同種のもの、たとえば重装歩兵を重装歩兵の傍らに、あるいは軽装兵を軽装兵の傍らに挿入することについては――これらの用途もまた後ほど論じられるであろうが――もはやパレンタクシスとは呼ばず、パレンボレー(同種挿入配置)と名付ける。
λόχους μὲν δὴ καὶ οὗτοι τέσσαρας καὶ εἴκοσι καὶ χιλίους ἕξουσιν, εἰ μέλλουσι συμπαρεκτείνεσθαι τῇ φάλαγγι τῶν ὁπλιτῶν ὑποταττόμενοι, οὐ μὴν ἀπὸ ἑξκαίδεκα ἀνδρῶν—ἥμισυ γὰρ αὐτῶν ἐστι τὸ πλῆθος—, ἀλλʼ ἐξ ὀκτὼ δηλονότι.
彼らもまた、もし重装歩兵のファランクスの後方に配置されつつそれと同じ幅に並び広がるつもりならば、実に千二十四のロコス(小隊)を持つことになる。もっとも十六名から成るのではなく――なぜなら彼らの兵員総数はその半分だからである――、言うまでもなく八名から成る。
ἔσται δὲ κἀπὶ τούτων τὸ μὲν ἐκ δ λόχων σύστασις ἔτι δὲ ἐκ δυεῖν συστάσεων πεντηκονταρχία, τὸ δὲ τούτου διπλάσιον ἑκατονταρχία, ἐφʼ ἧς ἔσονται οἱ ἔκτακτοι, πέντε τὸν ἀριθμόν, στρατοκῆρύξ τε καὶ σημειοφόρος καὶ σαλπιγκτής, ὑπηρέτης τε καὶ οὐραγός· τὸ δὲ τῆς ἑκατονταρχίας διπλάσιον ψιλαγία, τὸ δὲ τούτου διπλάσιον ξεναγία, ἧς τὸ διπλάσιον σύστρεμμα, τούτου δὲ τὸ διπλοῦν ἐπιξεναγία, ἧς πάλιν τὸ διπλάσιον στῖφος, οὗ δὴ συντεθέντος3 ἡ τῶν ψιλῶν γίνεται φάλαγξ, ἣν καὶ ἐπίταγμα καλοῦσιν ἔνιοι. ταύτης δὲ ἔκτακτοι ἄνδρες ὀκτώ, ἐπιξεναγοὶ μὲν τέσσαρες, συστρεμματάρχαι δὲ οἱ λοιποί.
そして彼らの編制においても、四つのロコスから成るものがシュスタシスであり、さらに二つのシュスタシスから成るものがペンテコンタルキア、これの二倍がヘカトンタルキアであり、この部隊に員外要員が五名配属される。すなわち軍の伝令、旗手、喇叭手、従卒、そして殿軍係である。ヘカトンタルキアの二倍がプシラギア、これの二倍がクセナギア、その二倍がシュストレンマ、これの二倍がエピクセナギア、このさらに二倍がスティポスであり、まさにこれが合わさったとき軽装兵のファランクスが成立し、これをエピタグマ(別動隊)と呼ぶ者たちもいる。そしてこれの員外幹部は八名であり、四名がエピクセナゴス、残りがシュストレンマタルケスである。
- 61παρʼ ἄνδρα
前置詞 παρά に単数対格 ἄνδρα が付いた成句的副詞表現。「兵士の傍らに(一人ずつ並んで)」「一人おきに」を意味する。ここではファランクスの重装歩兵の列の間ごとに軽装兵を1名ずつ互い違いに挟み込む配備方式を表している。
- 61τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν
主動詞 ἐπονομάζουσι(名付ける)の直接目的語(対格)。途中に破折号で示された挿入節(ῥηθήσεται γὰρ καὶ ἡ τούτων χρεία)と παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δέ が挟まるハイパーバトン(離隔)を形成しており、構文の骨格は「τὴν τῶν ὁμοίων παρένθεσιν ... παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δὲ ἐπονομάζουσι(同種のものの挿入をば、もはやパレンタクシスではなく、パレンボレーと名付ける)」となる。
- 63οὗ δὴ συντεθέντος
関係代名詞 ὅς の属格を用いた独立属格構文(genitive absolute)。先行詞は直前の στῖφος。文脈上「この[スティポス]が合わさる/編成されるとき」という時・条件を表す。
