- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.6.19-8.6.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
分割と定義の関係を質料と職人に例えつつ、属から種への分割の優位性、十範疇に基づく種の展開、知解と定義の関係、そして種差や固有属性の役割と最小限の定義の構成を論じる。
Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος1 ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτ᾿ αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους2 εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφ᾿ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.
それゆえ、分割は名称の単純性を探求しつつ、定義に対して質料の役割を占め、定義は総合し構築して実在の認識を提示しつつ、職人や工匠の役割を占める。定義は事物そのもののものでもイデアのものでもなく、我々が普遍的な思考を有しているところの事柄、それらの思考を解明する言明であると我々は言う。なぜなら、分割もまたこれらの思考について行われるからである。そして諸々の分割のうち、あるものは分割されるものを類として種へと分割し、あるものは全体として部分へと、あるものは偶有的なものへと分割する。全体の諸部分への分割は、大部分において大きさ(延長)に従って考えられる。他方、偶有的なものへの分割は決して全体として把握されえない。存在するものの各々にどうしても実体が存在しなければならないとするならば。それゆえ、これら双方の分割は不適格であり、類から種への截断のみが妥当とされる。これによって、類に従う同一性と、種差に従う差異性の双方が特徴づけられるからである。種は常に或る部分において考察されるが、逆は決して成り立たない。すなわち何かが何かの部分であるなら、これもまた種になるというわけではない。なぜなら手は人間の部分ではあるが、種ではないからである。そして類は諸種のうちに内在する。動物は人間の中にも牛の中にも内在するからである。しかし全体は諸部分のうちには内在しない。人間は足の中に存在するのではないからである。それゆえ種は部分よりも本質的である。そして類について述語づけられるすべてのものは、これらすべて種についても述語づけられるであろう。
Ἄριστον μὲν οὖν εἰς δύο διαιρεῖν εἴδη τὸ γένος, εἰ δὲ μή, εἰς τρία. τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων διαιρούμενα χαρακτηρίζεται. ἕκαστον γὰρ τῶν εἰδῶν ἤτοι οὐσία ἐστὶν (ὥσπερ ὅταν λέγωμεν· τῶν ὄντων τὰ μὲν σώματά ἐστι. τὰ δὲ ἀσώματα) ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ πότε ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει,3 ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ ὁρίσασθαι ὁτιοῦν. τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη. ἐκ δὲ τῆς τοῦ ὅρου ἀγνοίας καὶ τὰς πολλὰς ἀμφισβητήσεις γίνεσθαι καὶ τὰς ἀπάτας συμβαίνει. εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν. ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.
したがって、類を二つの種へと分割することが最善であり、そうでなければ三つへと分割するのがよい。そこで諸種は、より類的に分割されるときには同一性と差異によって特徴づけられ、次いで類的に意味される諸範疇を通じて分割されながら特徴づけられる。なぜなら、諸種の各々は、実体であるか(例えば「存在するもののうち、あるものは物体であり、あるものは非物体である」と言うときのように)、あるいは量、質、関係、場所、時間、位置、状態、能動、受動のいずれかであるからである。何であれ或る事柄について知解を有している者は、これについて定義をも提示するであろう。いかなるものであれ言明によって包括し定義することができない者は、それについて決して知解を有する者ではありえないからである。そして定義についての無知から、多くの論争や誤謬が生じることになる。なぜなら、事物を知っている者がその認識を思惟において保持しており、かつ自分が思惟している事柄を言明によって明瞭に表現することができ、そして思惟の解明が定義であるとするならば、事物を知っている者がその定義をも提示できることは必然であるからである。
Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν. σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν.4 ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.
また差異(種差)も定義に付け加えられ、定義に対して徴表の役割を占める。例えば人間の定義に「笑うことができる」ということが付け加えられると、全体として「理性的な、可死的な、陸生の、歩行する、笑うことができる動物」を形づくる。なぜなら、差異に従って定義に導入されるものは固有の事物の徴表であって、事物そのものの本性を表示するものではないからである。現に人々は差異とは固有性の提示であると言う。そして、その差異(それのみに属し、諸定義においてその事物と互換的に述語づけられる差異)を持つものが他のすべてのものと異なる点において、第一の類を根源的かつ基底的なものとして採用することが必然である。したがって、より長い定義においては十の範疇を通じて見出される多数の種が、極小の定義においては近接する諸種のうち主要なものが取られて、事物の実体と本性を明示する。そして極小の定義は三つのもの、すなわち類と二つの最も不可欠な種から構成される。これは簡潔さのために行われる。そこで我々は「人間とは理性的な、笑うことができる動物である」と言う。また定義されるものに際立って付随するもの、あるいはその固有の徳、あるいはその固有の働き、その他これらに類する諸事項を付け加えて採用すべきである。それゆえ、定義は事物の実体を解明するものではあるが、事物の本性を正確に包括することは不可能であり、最も主要な種を通じて実体の表示を行うのであって、定義は実体をほとんど性質において保持しているのである。
- 8.6.19τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος
先行する節「ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ」に対応する対比構文。動詞句「τάξιν ἐπέχει τῇ διαιρέσει」(あるいは単に「τάξιν ἐπέχει」)が省略されており、属格「τεχνίτου δὲ καὶ δημιουργοῦ」は「τάξιν」の限定辞として補って解釈する。主語「ὁ ὅρος」に「ἐπισυντιθεὶς καὶ κατασκευάζων...」という分詞句が接続している。
- 8.6.19ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους
先行詞「πραγμάτων」が関係節内に取り込まれ格引き込み(incorporation/attraction)を起こしている構造。主節の指示代名詞「τούτων τῶν διανοιῶν」と相関しており、骨格は「τούτων τῶν διανοιῶν, ἃς ἔχομεν καθολικὰς περὶ τῶν πραγμάτων, τοὺς λόγους εἶναι」に相当する。「ὧν」は思考の対象を表す客体属格(関係代名詞)。
- 8.6.20παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει
不定代名詞「τίς」と相関指示詞「τούτου」を用いた一般化の構文。「もし誰かがいかなる事物であれ知解を有しているならば、その人はその事物の定義をも提示する」という条件文的意味を表す。ピリオドで区切られているが、後続の「ὡς...」節がその根拠を提示する一体の論証単位となっている。
- 8.6.21καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν.
「καθό...」(〜である点において)で導かれる従属節と、非人称構文「ἀνάγκη [ἐστὶ] ... παραλαμβάνειν」([δεῖ] は異読の重複として除外)からなる主節の複文。関係代名詞「ἣ」の先行詞は直前の「διαφοράν」であり、「μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται」という固有属性(ἴδιον)の二大定義を満たす差異の性質を説明している。
