← アレクサンドリアのクレメンス

ストロマテイス

§7.16.100-7.16.101

魂の状態の区分と主に従うことによる完成

理性が割り当てた秩序を守る義務が説かれ、魂の三つの状態(無知・独断・学知)と罪の二つの根源(無知と脆弱さ)が分析されるとともに、主と聖書に従うことで真のグノーシス主義者が完成に至ることが示される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.16.100

Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ. οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, ὃν ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν. οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ καὶ ὅπως. οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει. ὡς »ἕπεσθαι« δύνασθαι »τῷ θεῷ«, ἐξ ἀρχῆς τὰ πάντα »εὐθεῖαν περαίνοντι«. ἐπὰν δὲ παραβῇ τις τὸν λόγον καὶ διὰ τούτου τὸν θεόν, εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους [τοὺς] τὰς φαντασίας τὰς λογικὰς ποιητέον· εἰ δὲ τῷ ἔθει τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν (ᾗ φησιν ἡ γραφή) »χυδαῖος«, ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντιλέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον· εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς »εἰρηνοποιοὺς« τῶν [τῶν] δογμάτων πορευτέον, οἳ κατεπᾴδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπείρων, τὴν ἀλήθειαν διὰ τῆς ἀκολουθίας τῶν διαθηκῶν σαφηνίζοντες. ἀλλ᾿, ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ. ἤπερ ἐπὶ τὴν ἀλήθειαν· αὐστηρὰ γάρ ἐστι καὶ σεμνή. Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.1

それゆえ、戦時において将軍が兵士に命じた部署を放棄してはならないのと同様に、私たちが認識と生との支配者として仰ぐ理性が与えた部署もまた、放棄してはならないのである。しかし大衆は、誰かに従うべきであるのか、従うべきだとしてその者は誰か、そしてどのように従うべきかということすら吟味してこなかった。信徒にとっては、理性がそうである通りのものとして生もあるべきなのであり、それは初めから万事を「真っ直ぐに成し遂げられる神に従う」ことができるようになるためである。もし誰かが理性に違背し、それを通じて神に背いた場合、もし急激に襲いかかった何らかの表象のために弱まり倒れたのであれば、理性的な諸表象を手近に備えておくべきである。また、あらかじめ支配していた習慣に屈して(聖書が言うところの)「卑俗な者」となってしまったのであれば、その習慣を完全に絶ち、それに反対して語るよう魂を鍛錬すべきである。さらに、互いに矛盾する教理がある人々を引き寄せているように思われるならば、これらを取り除き、教理の「平和をもたらす者たち」のもとへと向かうべきである。彼らは神の聖書によって、騒音に怯える未熟な者たちの心を静め、諸契約の整合性を通じて真理を解き明かすのである。しかし、どうやら私たちは、たとえ正反対のものであるとしても、真理に向かうよりは評判の高い意見のほうへと傾きがちである。真理は厳格にして荘厳だからである。 そして実に、魂の性向には無知、独断、学知の三つがあり、無知のうちにあるのは諸異邦人、学知のうちにあるのは真の教会、独断のうちにあるのは異端の側に立つ者たちである。

§7.16.101

οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους ἢ τοὺς οἰομένους [καὶ] περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως.2 καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελῶσιν. καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ᾿ οἷς μὲν ἐντιμότατον εἶναι, παρ᾿ οἷς δὲ παρανοίας ἡλωκέναι. καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν [ἐν] τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν [ἐν] ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον γνωστικῷ. ὡς δὲ ἐὰν πρόσσχῃ τις Ἰσχομάχῳ, γεωργὸν αὐτὸν ποιήσει, καὶ Λάμπιδι ναύκληρον, καὶ Χαριδήμῳ στρατηγόν, καὶ Σίμωνι ἱππικόν, καὶ Πέρδικι κάπηλον, καὶ Κρωβύλῳ ὀψοποιόν, καὶ Ἀρχελάῳ ὀρχηστήν, καὶ Ὁμήρῳ ποιητήν, καὶ Πύρρωνι ἐριστικόν, καὶ Δημοσθένει ῥήτορα, καὶ Χρυσίππῳ διαλεκτικόν, καὶ Ἀριστοτέλει φυσικόν. καὶ φιλόσοφον Πλάτωνι, οὕτως ὁ τῷ κυρίῳ πειθόμενος καὶ τῇ δοθείσῃ δι᾿ αὐτοῦ κατακολουθήσας προφητείᾳ τελέως ἐκτελεῖται κατ᾿ εἰκόνα τοῦ διδασκάλου ἐν σαρκὶ περιπολῶν θεός. ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς »θεοπνεύστους γραφάς«. μυρίων γοῦν ὄντων κατ᾿ ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ᾿ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν),3 τούτων δὲ δι᾿ ἣν μὲν οὐ καλῶς. κρίνουσι, δι᾿ ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν ἀκολουθεῖν· οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ᾿ ἂν εὖ πράττειν, κἂν πάνυ δυνατὸς ᾖ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτὸν παράσχοιτ᾿ ἂν ἐν τοῖς ἔργοις ἐξασθενῶν.

ともかく、知識を持つ者たちが自らの知る事柄について確言する様は、独断を抱く者たちが自らの思っている事柄について確言する様と比べて、論証なしに確言するという点に関する限り、何らより明確に見て取れるものではない。彼らは互いを軽蔑し嘲笑し合っている。そして同じ思想が、ある人々の間では最も尊ばれ、別の人々の間では狂気と断じられるという事態が生じるのである。もっとも、私たちは知っている。快楽はある一つのものであって異邦人に割り当てられるべきものであり、抗争はまた別のものであって異端に帰属させられるべきものであり、歓喜はまた別のものであって教会に固有のものとされるべきであり、喜悦はまた別のものであって真理に即したグノーシス主義者に帰されるべきであると。そして、もし誰かがイスコマコスに従うなら、〔イスコマコスは〕彼を農夫にし、ランピスなら船主に、カリデモスなら将軍に、シモンなら騎兵に、ペルディクスなら小売り商人に、クロビュロスなら料理人に、アルケラオスなら舞踏手に、ホメロスなら詩人に、ピュロンなら論争家に、デモステネスなら弁論家に、クリュシッポスなら弁証家/論理学者に、アリストテレスなら自然哲学者に、プラトンなら哲学者にするのと同様に、主に従順であり、主を通じて与えられた預言に従う者は、肉体をまとって歩み回る神として、教師の似姿に従って完全に完成されるのである。それゆえ、神が導かれる通りに従わない者たちは、この高みから滑り落ちてしまう。そして神は「神の息吹による聖書」に従ってお導きになるのである。人が行う行為は数多くあるが、およそあらゆる過ちの根源は無知と脆弱さの二つである(どちらも私たちに責任があり、学ぼうとも欲せず、また欲望を制しようともしない〔私たちのような〕者たちによる)。これら二つのうち、一方のゆえに人々は正しく判断せず、他方のゆえに正しく判断された事柄に従う力を欠くのである。欺かれた判断を持つ者は、認識された事柄を行う能力を十二分に持っていたとしても正しく行為することはできないし、なすべきことを判断する力を持ちながらも行為において力を欠く者は、自らを非の打ち所のない者として差し出すことはできないからである。

構文注3 件
  1. 7.16.100οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.

    男性複数形の関係代名詞/冠詞による対比の枠組み(οἳ μὲν ... οἳ δὲ ... οἳ δὲ)に対し、実際の主語が中性複数(τὰ ἔθνη)、女性単数(ἡ ἐκκλησία)、男性複数(οἱ κατὰ τὰς αἱρέσεις)と性・数が交替する破格構文(アナコルートン)である。全体として「人々」を漠然と想定した枠組みのなかに各具体的主語が同格的に挿入されている。

  2. 7.16.101οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους ἢ τοὺς οἰομένους [καὶ] περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως.

    οὐδὲν σαφέστερον が比較の副詞句として不定詞 ἰδεῖν に係り、ἰδεῖν の目的語として分詞構文 τοὺς ἐπισταμένους ... διαβεβαιουμένους と τοὺς οἰομένους ... [διαβεβαιουμένους] が ἢ で対比されている。「論証なしに断言する態度に関する限り(ὅσον γε ἐπὶ τῷ...)」、真に知る者が確信を語る様子と独断を抱く者が確信を語る様子との間に、外面的な明白さや頑固さの面で判別できる差がないことを示す二重対比の構造である。

  3. 7.16.101ἄμφω δὲ ἐφ᾿ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν

    τῶν μήτε ἐθελόντων... は先行詞となる名詞や代名詞が明示されていない属格分詞句で、ἐφ᾿ ἡμῖν(私たちに依存している)の内実を説明・敷衍する説明的属格(あるいは暗黙の代名詞 ἡμῶν に対する同格的属格)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.100-7.16.101